Migne Reading Room

PG 39 · cols. 1284–1293 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1284Read from the page
δὲ ταῦτα τὰ ἱμάτια, καὶ αὐτὸν Ἰησοῦν ἐνδύσεται, ὄντα σοφίαν καὶ δύναμιν Πατρὸς, σοφὴ καὶ δυνατὴ γινομένη.
...these garments, she will also put on Jesus Himself, Who is the wisdom and power of the Father, becoming wise and mighty.
Στ. κʹ. « Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες. » Ταῦτα δὲ ποιούντων ἐκείνων, μὴ μακρύνῃς τὴν βοήθειάν μου· σοῦ γὰρ βοηθοῦντος, καὶ εἰς τὴν ἀντίληψίν μου προσέχοντος, τριταῖος ἀναστὰς ἐκ νεκρῶν, ματαίαν τὴν κατ' ἐμοῦ ἐπιβουλὴν ἀναδείξω.
Verse 20. "But Thou, Lord, remove not Thy help afar from me; attend to my aid." While those men do these things, remove not Thy help afar from me; for with Thee helping and attending to my aid, having risen on the third day from the dead, I shall show the plot against me to be vain.
Στ. καʹ. « Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. » Ἐπεὶ οἱ περικυκλοῦντές με ἐχθροὶ, κατ' ἐμοῦ φονῶντες μάχαιραν ἔχουσιν, οὐ σῶμα ἀλλὰ ψυχὴν τρῶσαι δυνατὴν, ῥῦσαι ἀπὸ τῆς τούτων ῥομφαίας τὴν ψυχήν μου, ἀβλαβῆ αὐτὴν ἀπὸ ταράχου καὶ δειλίας φυλάττων. Εἰ γὰρ καὶ ἱκανῶς παρεσκεύασται ἡ ἡμετέρα ψυχὴ, ἀλλὰ γε θεωροῦσα τὸν διάβολον μετὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καὶ τοῦ στίφους τῶν ἀντικειμένων ἐνεργειῶν καὶ πονηρῶν ἀνθρώπων ὑπ' αὐτῶν ἐνεργουμένων, ταραχθεῖσα (τρεπτῆς γάρ ἐστι φύσεως), σύμμαχον ἔχειν παρακαλεῖ τὸν δυνάμενον ῥύσασθαι ἀπὸ τῆς ῥομφαίας τῶν πολεμίων. Τάχα δὲ καὶ αὐτὸς ὁ διάβολος ἀλληγορικῶς ῥομφαία λέγοιτο, ἐπεὶ τολμᾷ κατὰ πάσης ψυχῆς, τρῶσαι αὐτὴν προαιρούμενος· καὶ ἐκ ταύτης τοίνυν τῆς ῥομφαίας ῥυσθῆναι παρακαλεῖ. « Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. » Οὓς πρότερον πληθυντικῶς περικυκλώσαντας αὐτὸν κύνας εἶπεν, νῦν ἑνικῶς διὰ τὸ γένος καλεῖ. Μονογενῆ δὲ αὐτοῦ τὴν ψυχὴν εἶπεν, διὰ τὸ μεμονῶσθαι καὶ κεχωρίσθαι τῶν ἄλλων ψυχῶν· πᾶσαι μὲν γὰρ ἐκεῖναι ἔγνωσαν ἁμαρτίαν, αὕτη δὲ οὔ. Κἀκείναις μὲν ἐκ διαλειμμάτων ἐπιφοιτᾷ καὶ σύνεστιν ὁ Θεὸς Λόγος, ταύτῃ δὲ ἀχωρίστως καὶ ἀδιαστάτως μέχρι τέλους ἀδιάζευκτος διαμενεῖ. Ταῦτ' οὖν τὰ ἐξαίρετα αὐτῇ συνόντα μονογενὴς εἶναι αὐτοῦ λέγεται· τάχα δὲ καὶ ἡ παραστᾶσα αὐτῷ ἔνδοξος Ἐκκλησία, οὐκ ἔχουσα σπίλον ἢ ῥυτίδα, συμπληρουμένη ἐκ τῶν ἀμώμως τελείων, μονογενὴς αὐτοῦ τυγχάνει. Ὧν προκοπτόντων εἰς τάγματα πολλὰ διῃρημένων διὰ τὴν ἐκ τῆς προκοπῆς διαφοράν· ἑξήκοντα γοῦν οὐσῶν βασιλίδων, καὶ ὀγδοήκοντα παλλακῶν, καὶ νεανίδων ὧν οὐκ ἔστιν ἀριθμὸς, μία αὕτη ὑπὲρ πάσας ἐστὶν περιστερὰ τελεία, μονογενὴς οὖσα τῇ μητρὶ αὐτῆς τῇ ἄνω Ἰερουσαλήμ.
Verse 21. "Deliver my soul from the sword." Since the enemies encircling me have a murderous sword against me, able to wound not the body but the soul, deliver my soul from their sword, keeping it unharmed from trouble and cowardice. For even though our soul has been sufficiently prepared, yet beholding the devil with all the phalanx of demons and the throng of opposing energies and wicked men actuated by them, being troubled (for it is of a changeable nature), it beseeches to have as an ally Him Who is able to deliver from the sword of the enemies. And perhaps the devil himself might allegorically be called a sword, since he is bold against every soul, choosing to wound it; and from this sword, therefore, he beseeches to be delivered. "And my only-begotten one from the hand of the dog." Those whom earlier in the plural he called dogs encircling him, he now calls in the singular because of their kind. And he called his soul only-begotten, because it is set apart and separated from other souls; for all those knew sin, but this one did not. And those God the Word visits at intervals and is with them, but with this one He will remain inseparably and without interval unparted unto the end. Because of these surpassing things belonging to it, it is said to be His only-begotten; and perhaps also the glorious Church standing by Him, having no spot or wrinkle, filled up from those who are blamelessly perfect, is His only-begotten. While those who advance are divided into many ranks because of the difference from their advancement; since there are sixty queens, and eighty concubines, and maidens without number, this one above all is a perfect dove, being the only-begotten to her mother, the Jerusalem above.
Στ. κβʹ. « Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. » Ἀπὸ τοῦ μικρῷ πρόσθεν εἰρημένου λέοντος διαβόλου νῦν σωθῆναι παρακαλεῖ, ἀλλὰ καὶ τὴν ταπείνωσιν ἑαυτοῦ, καθ' ἣν ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Σωθῆναι δὲ βούλεται καὶ ἀπὸ κεράτων μονοκερώτων, ἄλλου εἴδους ἀντικειμένης δυνάμεως βασιλείαν ἐπαγγελλομένης· βασιλείας γὰρ σύμβολον τὸ κέρας. Εἰσὶν δὲ οἱ νομίζοντες τὸν σταυρὸν σημαίνεσθαι ἀπὸ τῆς προκειμένης λέξεως, κέρατος σχῆμα φέροντα.
Verse 22. "Save me from the lion's mouth, and my humility from the horns of unicorns." He beseeches now to be saved from the lion, the devil, mentioned a little before, and also his own humility, according to which He humbled Himself, becoming obedient to the Father unto death, even the death of the cross. And he wishes to be saved also from the horns of unicorns, another kind of opposing power that professes kingship; for the horn is a symbol of kingship. And there are some who think that the cross is signified by the present expression, as bearing the shape of a horn.
Στ κγʹ. Καὶ ταύτην τὴν λέξιν ἐκ προσώπου τοῦ Χριστοῦ εἰρῆσθαι, ἡ πρὸς Ἑβραίους Ἐπιστολή φη-
Verse 23. That this saying also was spoken in the person of Christ, the Epistle to the Hebrews sa-
PG 39:1285Read from the page
σιν, ἀναφθεγγομένου πρὸς τὸν Πατέρα· Ὦ Πάτερ, τὸ σὸν ὄνομα, τοῦτ' ἔστιν τὴν σὴν ἰδιότητα, τὴν ἔννοιάν σου διηγήσομαι, φανερὰν αὐτὴν ποιῶν τοῖς γεναμένοις μου ἀδελφοῖς, οἷς τὸ ἐμὸν Πνεῦμα κατέπεμψας· πρὸς οὓς ῥηθείην ἂν, ὅτι « Ἐστὲ υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν. » Οὗτοι δέ εἰσιν οἱ τὸ Πνεῦμα τῆς υἱοθεσίας ἐκ Θεοῦ λαβόντες, ἵνα τοῦ Θεοῦ μὲν υἱοὶ, ἀδελφοὶ δὲ τοῦ Μονογενοῦς ὦσιν. Καὶ ἐκ νεκρῶν γοῦν ἀναστὰς, ἐπιφανεὶς ταῖς γυναιξὶν, Πορευθεῖσαι, ἔφη, εἴπατε τοῖς ἀδελφοῖς μου, ὅτι ἠγέρθην. Ἐν μέσῳ δὲ τῆς ἐκ τούτων συναγομένης Ἐκκλησίας ὑμνήσει τὸν Πατέρα αἴνους καὶ παιᾶνας.
...ys, crying out to the Father: O Father, Thy name, that is, Thy peculiar character, Thy thought, I will declare, making it manifest to those who have become my brethren, to whom Thou hast sent down My Spirit; to whom it might be said: "Ye are sons; God sent forth the Spirit of His Son into your hearts." And these are those who have received the Spirit of adoption from God, that they may be sons of God, and brethren of the Only-begotten. Having risen, therefore, from the dead and appeared to the women, He said: Go, tell my brethren that I have risen. And in the midst of the Church gathered from these He will hymn the Father with praises and paeans.
Στ. κδʹ. Κατὰ πλείονας τρόπους τοῦ Ἰακὼβ ὀνομαζομένου. Σημαίνει γὰρ ἡ προσηγορία αὕτη ὁτὲ μὲν τὸν θεῖον ἄνδρα, υἱὸν μὲν Ἰσαὰκ, πατέρα δὲ τῶν δώδεκα πατριαρχῶν· ὁτὲ δὲ τὸν ἐκ τούτου προελθόντα δωδεκάφυλον λαόν· ὁτὲ δὲ τὰς δέκα φυλὰς μόνας ἀποσχισθείσας τοῦ οἴκου Δαυῒδ, καὶ ἀκολουθησάσας τῷ Ἱεροβοάμ· ὁτὲ δὲ τὸν Σωτῆρα αὐτὸν, κατὰ τὸ, « Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ. Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. » Ταύτην γὰρ τὴν προφητείαν περὶ τοῦ Σωτῆρος ὁ Ματθαῖος εἰρημένην ἔγραψεν. Ζητητέον κατὰ τί τῶν σημαινομένων εἴρηται τὸ, « Ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν. » Καὶ ὁ μὲν πολὺς ἐρεῖ [ὅτι], τοῦ πατριάρχου Ἰακὼβ τὸ σπέρμα τὸ δωδεκάφυλον ἐντραφὲν τῇ ἀναγνώσει τοῦ νόμου καὶ τῶν προφητῶν, δοξάσαι βούλεται τὸν Θεὸν, καὶ διὰ νοημάτων καὶ λόγων καὶ ἔργων ἀγαθῶν. Τάχα δὲ ἐπὶ ψεῦδος εἴη τοῦτο, πολλῶν ἐκ τοῦ Ἰακὼβ γεγενημένων ἀπίστων καὶ προδοτῶν Ἰησοῦ. Λέξει τις, ὅτι τοῦ Ἰακὼβ τοῦ πτερνιστοῦ καὶ καταπαλαίσαντος τὸν θάνατον καὶ τὴν ἀντικειμένην δύναμιν· Ἰησοῦς δέ ἐστιν οὗτος· τὸ σπέρμα αὐτοῦ, τὸ γενόμενον ἐκ διδασκαλίας, δοξάσαι τὸν Θεὸν ἅπαν δυνήσεται. Ἐπειδὴ δὲ καὶ Ἰσραήλ ἐστιν ὃν προσεδέξατο ἡ ψυχὴ τοῦ Θεοῦ, ἐκλεκτὸν ὄντα σπέρμα αὐτοῦ, ᾗ Ἰσραήλ ἐστιν, φοβηθήσεται τὸν Θεόν. Καὶ ἕκαστος δὲ τῶν μιμητῶν Ἰησοῦ, εἰ μὲν ἔχει τὴν πάλην πρὸς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου, Ἰακώβ ἐστιν πτερνίζων τοὺς ἀντιπάλους. Εἰ δὲ καρδίαν ἔχει καθαρὰν, καὶ νοῦν διαυγῆ, ὄψεται τὸν Θεὸν, Ἰσραὴλ κατὰ τοῦτο τυγχάνων. Παντὸς οὖν τοῦ τοιούτου τὸ σπέρμα Θεὸν φοβηθήσεται.
Verse 24. Since Jacob is named in several ways. For this appellation signifies at one time the divine man, son of Isaac and father of the twelve patriarchs; at another, the twelve-tribed people that came forth from him; at another, the ten tribes alone that were split off from the house of David and followed Jeroboam; and at another, the Saviour Himself, according to: "Jacob My servant, I will uphold him; Israel My chosen, My soul has accepted him." For Matthew wrote that this prophecy was spoken concerning the Saviour. It must be inquired according to which of the significations it is said: "All the seed of Jacob, glorify Him." And the common person will say [that] the twelve-tribed seed of the patriarch Jacob, nurtured in the reading of the law and the prophets, wishes to glorify God both by thoughts and words and good works. Yet perhaps this would be false, since many from Jacob became unbelievers and betrayers of Jesus. Someone will say that of Jacob the supplanter, who wrestled down death and the opposing power—and this is Jesus—all his seed, which has come into being from teaching, will be able to glorify God. And since He is also Israel whom the soul of God accepted, His chosen seed, insofar as it is Israel, will fear God. And each of the imitators of Jesus, if he has the wrestling against principalities and powers and world-rulers of this darkness, is Jacob supplanting the adversaries. And if he has a pure heart and a pellucid mind, he will see God, being Israel in this respect. The seed of every such person, therefore, will fear God.
Στ. κεʹ. Ἐπεὶ οὐκ ἐξουδένωσεν ἐμοῦ τοῦ πτωχοῦ τὴν δέησιν, οὐδὲ προσώχθισεν μυχθίζων αὐτὴν, τούτου χάριν εὐχάριστοι γινόμενοι ἐπὶ τῷ ἐπηκοῦσθαι ὑπὸ Κυρίου τὴν δέησιν ὑπὲρ ἡμῶν γινομένην, αἰνέσατε καὶ δοξάσατε καὶ φοβήθητε αὐτόν. Εἰ γὰρ καὶ ὡς πτωχός... ὀφείλετε, ὅτι ἐγὼ πλούσιος ὢν, θησαυρὸς ὢν τοῦ πληρώματος τῶν ἀγαθῶν, δι' ὑμᾶς ἐπτώχευσα, ἵνα διὰ τῆς ἐμῆς πτωχείας πλουσίους ὑμᾶς ποιήσω. Οὐ γὰρ οἷοί τε ἦτε σάρκα περικείμενοι, δέξασθαί μου τὸν πλοῦτον, τέως ἐκ μέρους γινώσκοντες καὶ προφητεύοντες. Πτωχεύσας οὖν δι' ὑμᾶς, ὑπὲρ ὑμῶν πρὸς Κύριον ἐκέκραξα, καὶ ὑπήκουσέν
Verse 25. Since He did not despise the supplication of me the poor man, nor was angry, mocking it, on this account becoming thankful because the supplication made on our behalf has been heard by the Lord, praise and glorify and fear Him. For even if as a poor man... you ought, because I, being rich, being a treasury of the fullness of good things, became poor for your sake, that through My poverty I might make you rich. For you were not able, clothed in flesh, to receive My wealth, knowing for the time in part and prophesying. Having become poor, therefore, for your sake, on your behalf I cried to the Lord, and He heard
Notes, col. 1285

On the reading

Printed γεναμένοις, for γενομένοις.

Printed ῥηθείην, for ῥηθείη.

PG 39:1288Read from the page
μου, δοὺς ὑμῖν ἐκεῖνα, ἐφ' οἷς πλούσιοι ἀπεφάνθητε. Οὕτω γὰρ, μοῦ περὶ ὑμῶν πρεσβευομένου, « Οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, » ἀλλ' ἔτι μᾶλλον ἐπέλαμψέ μοι αὐτό· διὸ καὶ τὴν κραυγὴν προσήκατο.
...me, giving you those things in which you were shown to be rich. For thus, as I interceded for you, "He did not turn away His face from me," but even more caused it to shine upon me; wherefore He also accepted the cry.
Στ. κςʹ. Ἄνθρωποι μὲν ἐπὶ φανεροῖς ἔργοις καὶ ἐπιτηδεύμασιν ἐπαινοῦσιν· Θεὸς δὲ τὸ κρυπτὸν ὁρῶν, ἐπὶ τελείᾳ ἀρετῇ καὶ γνώσει ὑπερβαλλούσῃ ἐπαινεῖ. Μεγάλου τινὸς οὖν ἐστιν μετὰ παῤῥησίας εἰπεῖν, « Παρὰ σοῦ, ὦ Θεὲ, ὁ ἔπαινός μου, » οὐκ ἐπὶ τῶν τυχόντων, ἀλλ' « ἐπὶ Ἐκκλησίας μεγάλης· » μεγάλη δὲ Ἐκκλησία, ἡ ἐκ τῶν καθ' ἕκαστον μεγάλων συναγομένη, ὡς Ἐκκλησία πολλὴ ἡ ἐκ πολλῶν συναγομένη. — Εὐχή ἐστιν ὁμολογία γινομένη εὐχαριστίας, εἰ τῶνδέ τινων θεόθεν τεύξοιτο.
Verse 26. Men praise for manifest works and pursuits; but God, seeing what is hidden, praises for perfect virtue and surpassing knowledge. It belongs to someone great, therefore, to say with boldness, "From Thee, O God, is my praise," not among ordinary people, but "in a great Church"; and a great Church is that gathered from those who are individually great, just as a numerous Church is that gathered from many. — A vow is a confession of thanksgiving made, if one should obtain certain things from God.
Στ. κηʹ. Ἀλλὰ καὶ οἱ περάσαντες ἀπὸ τῆς γῆς, τῷ ἔχειν ἐν οὐρανῷ τὸ πολίτευμα, πρὸς αὐτὸν ἐπιστρέφουσιν· τὰ δὲ πάλαι μὴ δυνάμενα προσκυνεῖν ἔθνη, κατὰ τὸν νόμον, Ἱερουσαλὴμ, διὰ τὸ πόῤῥω τυγχάνειν, τὴν Σοφονίου πληροῦσι προφητείαν· « Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. »
Verse 28. But also those who have passed over from the earth, by having their citizenship in heaven, turn back to Him; and the nations that of old were unable to worship at Jerusalem according to the law, because they were far off, fulfil the prophecy of Zephaniah: "And they shall worship before Him, each from his own place, all the islands of the nations."
Στ. λʹ. Πίονες γῆς εἶναι δύνανται οἱ τοῖς γηΐνοις ἐντεθραμμένοι· πνεύματι δὲ οἵτινες εἰς μετάνοιαν κεκλημένοι, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦντες, ὡς μηκέτι τὰ ἐπίγεια φρονεῖν, φαγόντες τὴν ὑπὸ Ἰησοῦ ὀρεγομένην πνευματικὴν τροφὴν, προσεκύνησαν τῷ Θεῷ πνεύματι. Λέγοις δ' ἂν καὶ πίονας τοὺς σοφίᾳ διαφέροντας, ἤτοι κοσμικὴν σοφίαν μετερχομένους, ἢ πλουτοῦντας καὶ ἄρχοντας αἰσθητῶς. Καὶ οὗτοι γὰρ φαγόντες τὴν παρὰ Ἰησοῦ τροφὴν, ἀλεξητήριον οὖσαν τῶν προκαταλαβόντων κακῶν, προσκυνήσουσι τῷ Θεῷ, εὑρόντες αὐτὸν ὑπὲρ πᾶσαν ἣν εἶχον σοφίαν καὶ πλοῦτον καὶ ἀρχήν. Καταβαίνοντας δὲ εἰς γῆν εἴποι ἄν τις τοὺς ἐξ οὐρανοῦ εἰς γῆν κατιόντας ἀγγέλους πάντας, καὶ τῷ Δεσπότῃ καὶ Σωτῆρι προσκυνοῦντας, κατὰ τὸ, « Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. » Ἐπίστησον δὲ, εἰ καταβαίνειν εἰς γῆν δύνανται οἱ τὸν κοινὸν ἀναδεχόμενοι θάνατον, οἵτινες προσκυνήσουσιν τὸν Κύριον, ὑπὲρ αὐτῶν εἰς τὰ κατώτερα μέρη τῆς γῆς γενόμενον.
Verse 30. The fat ones of the earth can be those nurtured in earthly things; and in spirit those who, having been called to repentance, mortify the deeds of the body by the Spirit, so as no longer to mind earthly things, having eaten the spiritual food offered by Jesus, worshipped God in spirit. And you might also call fat ones those excelling in wisdom, either pursuing worldly wisdom, or being rich and ruling in a sensible manner. For these too, having eaten the food from Jesus, which is a remedy against the evils that previously possessed them, will worship God, having found Him to be above all the wisdom and wealth and rule which they had. And those going down into the earth one might call all the angels descending from heaven to earth and worshipping the Master and Saviour, according to: "Let all the angels of God worship Him." And consider whether those who undergo the common death can go down into the earth, who will worship the Lord Who for their sake entered the lower parts of the earth.
Στ. λβʹ. « Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἐρχομένη. καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. » Τὸ, « Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, » ἐπὶ τῶν δύο λαῶν ἐκλαμβανόντες τινες, γενεὰν πορευομένην τοὺς ἐκ περιτομῆς εἰρήκασιν, τῷ ἀποπεφοιτηκέναι τοῦ Κυρίου. Διὰ τὸ, γενεὰ σκολιὰ καὶ πονηρὰ γεγονέναι· ἐρχομένη δὲ γενεὰ, ἡ ἀπὸ τῶν ἐθνῶν κλῆσις... ἐπειγομένη. Αὕτη οὖν ἀναγγελήσεται τῷ Κυρίῳ πρὸς τῶν πρεσβευόντων ὑπὲρ αὐτῆς, λεγόντων πρὸς σέ· « Ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς· » καὶ, « Πάντα ἔθνη ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. » Ταύτην γὰρ πρὸς αὐτὸν ἐρχομένην τὴν γενεὰν οὐκ ἐκβάλλει ὁ λέγων Σωτήρ· « Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω. » Εὖ δὲ καὶ τὸ
Verse 32. "A coming generation shall be declared to the Lord, and they shall declare His righteousness to a people that shall be born, whom the Lord has made." Some, taking "A generation goes and a generation comes" of the two peoples, have called those of the circumcision the going generation, because they departed from the Lord, on account of having become a crooked and wicked generation; and the coming generation, the calling from the Gentiles... hastening. This, therefore, shall be declared to the Lord by those who intercede for it, saying unto Thee: "Nations shall come from the extremity of the earth"; and, "All nations whom Thou hast made shall come and worship before Thee." For this generation coming to Him the Saviour does not cast out, saying: "Him that comes to Me I will in no wise cast out." And well also
PG 39:1289Read from the page
εἰπεῖν, τὸν ἐρχόμενον, καὶ οὐ, τὸν ἐλθόντα· τὸν γὰρ ἀεὶ ἐνεργοῦντα τὸ πρὸς αὐτὸν ἥκειν, τῷ πράττειν τὰ τῆς ἀρετῆς, οὐκ ἐκβάλλει ἔξω. Καὶ γενεὰ οὖν περὶ ἧς ὁ λόγος, οὐκ ἦλθεν, ἀλλ' ἔρχεται πρὸς αὐτὸν, τὰ τῆς πίστεως περιέπουσα. Αὐτοὶ δὲ οὗτοι οἱ ἀναγγέλλοντες τῷ Κυρίῳ τὴν ἐρχομένην γενεὰν, καὶ τὴν τοῦ Θεοῦ δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ εἰς πάντας τοὺς πιστεύοντας ἐνεργουμένην, ἀναγγελοῦσιν τῷ τεχθησομένῳ θείον τόκον λαῷ, « ᾧ ὁ Κύριος ἐποίησεν, » περιποιησάμενος αὐτὸν διὰ τοῦ ἰδίου αἵματος, καλέσας τὸν λαὸν ἑαυτοῦ.
...to say "him that comes," and not "him that has come"; for him who is always working at coming to Him, by doing the things of virtue, He does not cast out. And the generation, therefore, of which we speak has not come, but is coming to Him, cherishing the things of faith. And these very persons who declare to the Lord the coming generation, and the righteousness of God which operates through faith in Jesus unto all who believe, shall declare to the people that shall be born as a divine offspring, "whom the Lord has made," having purchased it through His own blood, having called it His own people.
PSALMUS XXII.
Psalm 22.
Στ. αʹ, βʹ. Ὁ διὰ τὸ κατορθῶσαι τὸ πρᾶον καὶ εὐσταθὲς Χριστοῦ πρόβατον χρηματίσας, περὶ τοῦ καλοῦ Ποιμένος ἐρεῖ, « Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· » ἀπάγει γὰρ με ἐπὶ τὴν σωτήριον νομὴν, ἔνθα θεῖαι βοτάναι· περὶ ἧς αὐτὸς ὁ Ποιμὴν περὶ τοῦ ἰδίου προβάτου φησίν· « Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. » Τάχα δὲ τόπος χλόης, ἡ θεία παίδευσις εἶναι δύναται, ἔνθα πνευματικὴ πόα εὑρίσκεται, ἠθικὴ οὖσα διδασκαλία. Ἐν τούτῳ οὖν τῷ τόπῳ κατεσκήνωσέν με, ἀλλ' οὐ κατῴκισεν. Βούλεται γάρ με ἐς ὅσον προκόπτω, χρᾶσθαί με τῇ τοιαύτῃ νομῇ τελείως. Παυσάμενος γὰρ προκοπῆς, οὐ ποιμένος, ἀλλὰ παιδευτοῦ καὶ διδασκάλου, ἐκ προβάτου ἄνθρωπος γεγονὼς, πειραθήσομαι. Οὐκέτι πρόβατον ὢν, ὅτε καὶ δι' ἁμαρτίαν πλανηθεὶς τῆς νομῆς, ἐπὶ ταύτην πάλιν ἐπέστρεψεν ὑπὸ τοῦ ποιμένος, τοῦτο ἀπολωλὸς ἐπιστρέφοντος, τῷ δεκτικὸς ἐπιστροφῆς εἶναι πρὸς τὸ ὅθεν ἐξέβη· ἐπισυνέβη γὰρ ἡ ἁμαρτία τοῖς ἀποστραφεῖσι Θεόν. « Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με. » Τὸ γὰρ ἠθικὸν μάθημα οὐ μόνον ἄκος ἐστὶν δίψης, ἀλλὰ καὶ λύσιν ἁμαρτημάτων παρέχει.
Verses 1, 2. He who, through having achieved meekness and steadfastness, has been styled Christ's sheep, will say concerning the Good Shepherd: "The Lord shepherds me, and I shall lack nothing"; for He leads me away to the saving pasture, where divine herbs are; concerning which the Shepherd Himself says of His own sheep: "He shall go in and go out and find pasture." And perhaps a place of greenness can be divine instruction, where spiritual grass is found, which is ethical teaching. In this place, therefore, He pitched a tent for me, but did not settle me permanently. For He wishes me, insofar as I advance, to make full use of such pasture. For when I cease from advancing, having become a man instead of a sheep, I shall have experience not of a shepherd, but of an instructor and teacher. No longer being a sheep, when even having wandered from the pasture through sin, it turned back to it again by the shepherd who turns back what was lost, because it is capable of turning back toward that from which it departed; for sin befell those who turned away from God. "Upon water of rest He nourished me." For ethical learning is not only a remedy for thirst, but also furnishes release from sins.
Στ. γʹ. « Τὴν ψυχήν μου ἐπέστρεψεν. » Εἰ γὰρ καὶ πρόβατον ὂν πεπλάνημαι, ἐκτὸς τῆς νομῆς διὰ τοῦ ἁμαρτάνειν γεγονὸς, ἀλλ' ὁ ἐπιστρέφων τὸ πεπλανημένον ποιμὴν, τὴν ψυχήν μου ἐπέστρεψεν. Σημειωτέον, ὅτι οὐδεὶς κακὸς φύσει, τῷ δεκτικὸς εἶναι ἐπιστροφῆς· ἐπιστρέφεται δέ τις ἐκεῖ, ἔνθα τὴν ἀρχὴν διῆγεν· συμβεβηκυῖα ἄρα ἡ ἁμαρτία τοῖς ἀποστραφεῖσι Θεόν· διὸ καὶ ἀναιρεθείη. « Ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. » Περὶ τοῦ ποιμένος φησὶ τὸ, « Ὡδήγησέν με, » προάγοντος καὶ ὁδοποιοῦντος, ἵν' ἐπιβαίνωμεν αἷς αὐτὸς ἔτριψε τρίβοις, ἐπακολουθοῦντες τοῖς ἴχνεσιν αὐτοῦ· ὅτ' ἂν γὰρ τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ ἴδια πρόβατα αὐτῷ ἀκολουθεῖ. Δικαιοσύνην δὲ λέγει τὴν ἕξιν, καθ' ἣν πρακτικοὶ τῶν δικαίων ἐσμέν. Τρίβους δὲ αὐτῆς τὰ κατ' αὐτὴν ἐπιτελούμενα· ἢ τάχα δικαιοσύνη ἐστὶν ἡ καθόλου καὶ γενικὴ ἀρετή· τρίβοι δὲ αὐτῆς αἱ κατ' εἶδος ἀρεταί. Ἕνεκεν οὖν τῆς ἐπικληθείσης αὐτοῦ ἐπ' ἐμὲ προσηγορίας, ὡδήγησέν με ἐπὶ τὰς προειρημένας τρίβους τῆς δικαιοσύνης.
Verse 3. "He converted my soul." For even if, being a sheep, I wandered, having come outside the pasture through sinning, yet the shepherd who turns back what has wandered converted my soul. It must be noted that no one is evil by nature, because he is capable of conversion; and one turns back thither where he dwelt at the beginning; sin, therefore, is accidental to those who have turned away from God, wherefore it may also be done away. "He led me upon paths of righteousness for His name's sake." Concerning the shepherd he says, "He led me," going before and making a way, so that we may tread the paths which He Himself trod, following closely in His footsteps; for whenever He brings out His own sheep, He goes before them, and His own sheep follow Him. And he calls righteousness the habit according to which we are doers of righteous deeds; and its paths, the things accomplished according to it; or perhaps righteousness is universal and general virtue, and its paths are the virtues in their several kinds. For the sake, therefore, of His appellation invoked upon me, He led me upon the aforementioned paths of righteousness.
Στ. δʹ. Ὅτ' ἂν συνῇ Θεὸς, οὐδὲν τῶν ἐπιβλαβῶν βλάψαι ἢ ζημιῶσαι δύναται, ὡς φησιν ὁ προφήτης·
Verse 4. Whenever God is with one, none of harmful things can harm or injure him, as the prophet says:
Notes, col. 1289

On the reading

Printed θείον, for θεῖον.

PG 39:1292Read from the page
ἐπικειμένους καθ' ἕκαστον ἀγώνισμα, οὕτως καθ' ἑκάστην θλῖψιν, ἡνίκα ἂν τὸ θλῖβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις αἱ ἀντικείμεναι· νόει μοι ἀντικειμένην τράπεζαν πνευματικὴν καὶ νοητὴν διὰ ταύτην τὴν θλῖψιν. κατὰ τό· ‹ Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; › τὴν βακτηρίαν ὑποστηρίζειν διὰ συμβουλῆς, προτροπῆς τε καὶ παραινέσεως. ‹ Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. › Τί βούλεται τὸ ‹ ἐξεναντίας τῶν θλιβόντων με; › Ἔχει τι μυστήριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους ‹ Ἰδοὺ Κύριος βοηθήσει μοι, τίς κακώσει με; › Εἴ ποτ' οὖν καὶ πορευθείην ἐν θλιβεροῖς καὶ ἐπιπόνοις, ἃ λέγεται σκιὰ θανάτου, οὐ φοβηθήσομαι τὰ κακωτικά, Θεὸν ἔχων μετ' ἐμαυτοῦ. Κακὰ δὲ ἐνταῦθα οὐ τὰ κυρίως λέγει, ἀλλὰ τὰ ἐπίπονα, πενίαν, νόσον, δυσφορίαν καὶ τὰ παραπλήσια, περὶ ὧν ὁ Ἰώβ· ‹ Τὰ κακὰ οὐχ ὑποίσομεν; › Οὐ γὰρ Θεόν τις ἔχων μεθ' ἑαυτοῦ, γίνεται ἔνθα κακὰ τὰ ἀντικείμενα τοῖς κυρίως ἀγαθοῖς. Ἄλλοι τὴν μὲν ῥάβδον ἐπιτιμᾷν φασι καὶ παιδεύειν, Ὁσάκις γοῦν ἐὰν θλιβῇς, τοσαυτάκις καὶ τράπεζά σοι παρατίθεται πνευματική. Μόνον ἔχε ὀφθαλμοὺς τοὺς βλέποντας τραπέζας μου, ἵν' εὐχαριστῶν λέγοις μετὰ τοῦ Ἀποστόλου· ‹ Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν. ›
‹ Behold, the Lord will help me, who shall harm me? › If ever, therefore, I should even walk in afflictive and toilsome things, which are called the shadow of death, I shall not fear the things that do harm, having God with myself. Here He calls evils not what are properly so, but the toilsome things, poverty, sickness, distress, and the like, concerning which Job [says]: ‹ Shall we not endure the evils? › For one who has God with himself does not come to be where evils are the things opposed to what are properly good. Others say that the rod rebukes and disciplines, according to the [saying]: ‹ What do you wish? Shall I come to you with a rod? › and that the staff supports through counsel, exhortation, and admonition. ‹ Thou hast prepared a table before me over against those who afflict me. › What does ‹ over against those who afflict me › mean? It holds a certain ineffable mystery, that one should pray to be afflicted. Conceive for me, just as in the great contests prizes are set for each athletic struggle, so for each affliction, whenever what afflicts is present, and the afflicting opposing powers: conceive for me an opposing spiritual and intelligible table on account of this affliction. As often, then, as you are afflicted, so often also is a spiritual table set before you. Only have eyes that see my tables, so that giving thanks you may say with the Apostle: ‹ And not only so, but we also boast in afflictions. ›
Στ. εʹ. Ἐν ἀρχαῖς ἐφάσκομεν, τὸν ἐν ταῖς προκοπαῖς ὄντα κατασκηνοῦν εἰς τόπον χλόης· ἐπεὶ οὖν ὁ προκόπτων καὶ ἐπὶ τὸ τέλος φθάσειεν, οὐκέτι μείνας πρόβατον, ἀλλὰ λογικὸς ἀναδειχθεὶς, τράπεζαν ἔχει λογικῶν τροφῶν ηὐτρεπισμένην ὑπὸ Κυρίου. Τῷ γὰρ Κυρίῳ τυγχάνοντι καὶ σοφίᾳ ἡτοιμασμένῃ τὴν ἑαυτῆς τράπεζαν, ἐφ' ᾗ τὰ ἴδια θύματα παρέθηκεν, εὐχαριστῶν φησιν· ‹ Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, › οὐκέτι ἐπαγωγικὴν καὶ ἠθικὴν διδασκαλίαν καθὰ πρότερον, ἀλλὰ μυστικὴν καὶ τὴν τῆς ἀληθείας θεωρίαν. Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τίς ἐστιν ἐν τῷ βίῳ τούτῳ, δι' ἐσόπτρου καὶ δι' αἰνίγματος τὴν ἀλήθειαν βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον πρὸς πρόσωπον προσβάλλων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ, κατὰ τό· ‹ Κἀγὼ διαθήσομαι ὑμῖν διαθήκην, ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ Πνεύματος ἐν τῇ ἀληθείᾳ· › ὅθεν καὶ τὸ ‹ ἡτοίμασας › εἴρηται· ἀπεντεῦθεν γὰρ ἡτοίμασεν ὁ Θεὸς ‹ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐ κατέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. › Καὶ τὸ ‹ ἐνώπιον › δέ ‹ μου › δηλοῖ, πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι ‹ τὴν τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με, › πολλῶν ἐχθρεύειν μοι βουλομένων, καὶ διὰ τοῦτο θλιβόντων με. Ἐνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ Κύριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα ταύτης ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γενναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ. Καὶ γὰρ ὅτε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας ἔχομεν τοὺς ἀντικειμένους. ᾟ φησιν ὁ
Verse 5. At the beginning we were saying that the one in stages of progress camps in a place of greenness; when, therefore, the one progressing has also arrived at the end, no longer remaining a sheep, but having been shown to be rational, he has a table of rational foods made ready by the Lord. For to the Lord, Who is also Wisdom that has prepared her own table upon which she has set forth her own sacrifices, giving thanks he says: ‹ Thou hast prepared a table before me, › no longer introductory and moral teaching as before, but mystical [teaching] and the contemplation of truth. Observe also, even if so long as one is in this life, seeing the truth through a mirror and in a riddle, he is a sheep led by a shepherd; yet having passed over to the age to come, encountering the truth face to face, he encounters a spiritual table, according to the [saying]: ‹ And I will covenant to you a covenant, to eat and drink at the table of the Spirit in the truth; › whence also ‹ Thou hast prepared › has been said; for from thence God prepared ‹ what eye has not seen, and ear has not heard, and has not come up into the heart of man, what God has prepared for those who love Him. › And ‹ before me › signifies that ‹ the table over against those who afflict me › has been manifested to me and made known to me, while many wish to be hostile to me, and on this account afflict me. The Lord, wishing me to stand firm strongly against them, prepared before me a table, upon which solid food lies, so that, having been filled with it like an athlete, I may be able to withstand nobly against those who afflict [me]. For when we attain perfect goods, we have strong and more numerous adversaries. As the
PG 39:1293Read from the page
Ἀπόστολος· ‹ Θύρα γάρ μοι ἀνεῳγμένη, καὶ οἱ ἀντικείμενοι πολλοί. › Τοῦτ' ἔστι, τὸν νοῦν δαψιλῶς ἐπιχέων αὐτῷ· τοῦτο δὲ τὸ χρίσμα ἱερατικόν ἐστι μύρον, οὗ σύμβολον ἔφερεν Ἀαρών· ‹ Ὡς μύρον › γὰρ, φησὶν, ‹ ἐπὶ κεφαλὴν, τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν Ἀαρών. › Καὶ ‹ Τὸ ποτήριόν μου μεθύσκον ὡς κράτιστον. › Ἐπεὶ μὴ μόνον τράπεζαν ἡτοίμασεν ἡ Σοφία, ἀλλὰ καὶ εἰς κρατῆρα ἐκέρασε τὸν ἑαυτῆς οἶνον ἐξ αὐτῆς γεγενημένον, οὔσης ἀμπέλου ἀληθινῆς· ἐκέρασε δὲ τοῦτον τὸν οἶνον καταμίξασα τὰ θεῖα θεωρήματα λέξεσιν ἀνθρωπίναις· ἐκ τούτου τοῦ κρατῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον· ὅπερ ποτήριον κράτιστον, τουτέστι τίμιον καὶ ἐξαίρετον τοῦ λαβόντος λέγεται, ὡς καὶ τὸ Πνεῦμα τὸ ἅγιον χρηματίζει· Τοῦ εἰληφότος αὐτὸ, φησὶν, καὶ τὸ ποτήριόν μου· εἰ δὲ φέροιτο, ‹ Τὸ ποτήριόν σου, › τοιαύτην ἔχον διάνοιαν· Σοῦ τοῦ Κυρίου τὸ ποτήριόν ἐστιν, ὅπερ ἵνα πίω δέδωκας· οὐ γὰρ ἀνθρώπινον τὸ προειρημένον κρᾶμα τὸ πρὸς τῆς Σοφίας προτεινόμενον.
Apostle says: ‹ For a door is opened to me, and the adversaries are many. › That is, pouring out the mind abundantly upon it; and this anointing is priestly ointment, the symbol of which Aaron bore; for ‹ Like ointment, › he says, ‹ upon the head, that comes down upon the beard of Aaron. › And ‹ My cup intoxicating as the best. › Since Wisdom not only prepared a table, but also mixed in a mixing-bowl her own wine begotten from herself, being the true vine; and she mixed this wine by mingling the divine contemplations with human words; distributing from this mixing-bowl she gives a cup to each; which cup is called the best, that is, precious and choice of the one who receives it, as also the Holy Spirit gives the title: Of him who has received it, he says, is also my cup; but if it be transmitted as ‹ Thy cup, › it has such a meaning: Of Thee, the Lord, is the cup, which Thou hast given that I may drink; for not human is the aforementioned mixture that is held forth by Wisdom.
Στ. ϛʹ. ‹ Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. › Οὐ τοσοῦτόν τις ἐξ ἔργων καρποῦται σωτηρίαν, ὅσον ἐκ χάριτος Θεοῦ ἐλεήμονος ὄντος· ὁ γὰρ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ πολλὴν προσοῦσαν αὐτῷ πρὸς ἀνθρώπους ἀγάπην, Χριστῷ συνεζωοποίησε τοὺς νεκροὺς δι' ἁμαρτήματα καὶ τὰ παραπτώματα γεγενημένους. Ὅθεν καὶ ὁ ἅγιός φησιν· ‹ Καὶ τὸ ἔλεός σου καταδιώξεται › ἀεὶ ἐπερχόμενον καὶ ἐπιχεόμενόν μοι. Οὐ γὰρ ποτὲ μὲν, ποτὲ δὲ οὔ, ἀλλὰ ‹ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καταδιώκει με. › Πᾶσαι δὲ αἱ ἡμέραι τῆς ζωῆς, ἤτοι οἱ διάφοροι φωτισμοὶ τῆς ἀληθείας, καὶ οὓς ζωοποιούμεθα, τυγχάνουσιν, ἢ ὁ διὰ βίου παρὼν ἡμῖν Χριστός. ‹ Καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου, εἰς μακρότητα ἡμερῶν. › Εἰς τόπον μὲν χλόης κατασκηνοῖ, ἐν οἴκῳ δὲ Κυρίου κατοικεῖ, οὐκ ἐπί τινα καιρὸν, ἀλλὰ πάσας τὰς ἡμέρας τῆς ζωῆς τῆς ἀθανάτου, ἀδιαστάτως καὶ ἐπαλλήλως φωτιζόμενος. Πεποιθὼς τῷ σῷ ἐλέει καὶ τῇ σῇ χάριτι, οἶδ' ὅτι οὐκ ἐκπεσοῦμαι τῆς παρὰ σοῦ ἐλπίδος, παιδαγωγούμενος πάσας τὰς ἡμέρας τῆς ζωῆς μου ὑπὸ τοῦ σοῦ ἐλέους. Τοῦτο γοῦν τὸ σὸν ἔλεος καὶ αὐτή σου ἡ χάρις κατηξίωσέν με οἰκητήριον κτήσασθαι τὸν σὸν οἶκον καὶ τὴν σὴν Ἐκκλησίαν, ἔνθα τὰς διατριβὰς ποιούμενος ὡς ἐν οἴκῳ Θεοῦ ἱερῷ καὶ ἁγίῳ ναῷ, μακρότητος τῶν παρὰ σοὶ ἡμερῶν καὶ ζωῆς αἰωνίου τεύξομαι. Τὸ γὰρ κατοικεῖν με ἐν τῷ σῷ οἴκῳ καὶ μηδέποτε αὐτοῦ ἐξίστασθαι μηδὲ ἀπονεύειν, ἀεὶ δὲ εἴσω περιβόλων ἱερῶν τὰς διατριβὰς ποιεῖσθαι, ταῦτά μοι αἴτια γενήσεσθαι πιστεύω μακρότητος ἡμερῶν τῶν ἐκ τοῦ σοῦ φωτὸς ὑφισταμένων. Ἀντὶ δὲ τοῦ ‹ εἰς μακρότητα ἡμερῶν, › εἰς μῆκος χρόνου ὁ Σύμμαχος ἡρμήνευσεν, τῆς κατὰ Θεὸν ζωῆς τὸ ἄπειρον καὶ ἀθάνατον σημήνας.
Verse 6. ‹ And Thy mercy shall pursue me all the days of my life. › Not so much from works does one reap salvation, as from the grace of God Who is merciful; for God, being rich in mercy, on account of the great love present in Him towards men, made alive together with Christ those who had become dead through sins and trespasses. Whence also the saint says: ‹ And Thy mercy shall pursue › ever coming upon and being poured out upon me. For not at one time indeed, and at another time not, but ‹ all the days of my life it pursues me. › And all the days of life are either the various illuminations of the truth, by which we are also made alive, or Christ present with us throughout life. ‹ And that I may dwell in the house of the Lord, unto length of days. › In a place of greenness he camps, but in the house of the Lord he dwells, not for a certain season, but all the days of immortal life, unceasingly and continually illuminated. Trusting in Thy mercy and Thy grace, I know that I shall not fall away from the hope that is from Thee, being guided like a child all the days of my life by Thy mercy. This Thy mercy, then, and this very grace of Thine deemed me worthy to acquire as a dwelling-place Thy house and Thy Church, where, spending my time as in a sacred house of God and holy temple, I shall obtain length of the days with Thee and eternal life. For that I dwell in Thy house and never depart from it nor turn aside, but ever spend my time within sacred precincts, these things I believe will become for me causes of length of days, those subsisting from Thy light. Instead of ‹ unto length of days, › Symmachus translated ‹ unto length of time, › signifying the boundless and immortal character of the life according to God.
Στ. αʹ. Ἐν ἐνίοις ἀντιγράφοις εὗρον, ‹ τῆς μιᾶς τῶν Σαββάτων, › ἐν δέ γε τῷ Ἑξαπλῷ τοῦτο οὐ πρόσκειται· πλὴν ἵνα μηδὲ τοῦτο καταλίπωμεν ἀνερμή-
Verse 1. In some copies I found ‹ of the first [day] of the week, › yet in the Hexapla this is not added; nevertheless, lest we leave even this unex-