Στ. ναʹ. « Καὶ ποιῶν ἔλεος τῷ Χριστῷ αὑτοῦ. » Ἔλεος ποιεῖ τῷ Χριστῷ, ἐλεῶν τοὺς ὑπὸ Χριστὸν, ὑπὲρ ὧν ἱερᾶται, καὶ ὧν βασιλεύει· ἱερέα γὰρ καὶ βασιλέα σημαίνει ἡ, « Χριστὸς, » φωνή. « Τῷ Δαυῒδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. » Εἰ μὲν περὶ τοῦ Δαβὶδ, τουτέστι παντὸς ἱκανοῦ τῇ χειρὶ, εἴη ἡ λέξις, δηλοῖ ἐλεοῦντα τὸν Θεὸν τοὺς πρακτικοὺς ἄνδρας, ἱκανοὺς ὄντας ἐν ταῖς ἐνεργείαις, καὶ εἴ τινες σπέρμα αὐτῶν τυγχάνουσιν, ἐκ διδασκαλίας καὶ μιμήσεως τοῦ σφῶν βίου. Ὃν δὲ ποιεῖ τούτοις ἔλεον, οὐ πρόσκαιρος καὶ πρὸς ὀλίγον ἐστὶν, ἀλλ' ἕως αἰῶνος. Εἰ δὲ περὶ Θεοῦ τοῦ ἀληθῶς Δαυῒδ ὁ λόγος, « Ἀναστήσω » γὰρ « ὑμῖν ποιμένα ἕνα τὸν δοῦλόν μου Δαυῒδ, » αἰώνιον ἔλεος αὑτῷ ποιεῖ καὶ τῷ σπέρματι αὐτοῦ, τῷ τὸ χρίσμα καὶ τὴν ἱερωσύνην αὐτοῦ ἀκατάλυτον εἶναι· τῆς γὰρ παλαιᾶς ἱερωσύνης μετατιθεμένης, ἀπαράβατος ἡ Χριστοῦ ἱερωσύνη.
Verse 51. “And showing mercy to His Christ.” He shows mercy to Christ by having mercy on those who are under Christ, for whom He serves as priest and over whom He reigns; for the word “Christ” signifies priest and king. “To David and to his seed for ever.” If the expression be about David, that is, anyone who is capable of hand, it signifies God showing mercy to active men who are capable in their deeds, and to any who happen to be their seed through the teaching and imitation of their life. And the mercy He shows to these is not temporary and for a little while, but for ever. But if the discourse is about God, the true David—for “I will raise up unto you one shepherd, My servant David”—He shows eternal mercy to Him and to His seed, in that His unction and priesthood are indissoluble; for when the old priesthood is transferred, the priesthood of Christ is unchangeable.
Στ. βʹ. Οἱ οὐρανοὶ οὖν τὴν Θεοῦ διηγοῦνται δόξαν· δόξα δὲ Θεοῦ ἤτοι ὁ Μονογενὴς κατὰ τὸ τῆς δόξης ἀπαύγασμα, κατὰ τὸ, « Καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, » ἢ ἡ διάταξις καὶ ἡ ὑπεροχὴ τῆς βασιλείας αὐτοῦ. Ταύτην οὖν διηγοῦνται ὑμνοῦσαι καὶ θεολογοῦσαι αἱ οἰκεῖαι τοῖς οὐρανοῖς δυνάμεις, ὁμωνύμως οἷς οἰκοῦσιν οὐρανοῖς ὀνομαζόμεναι, κατὰ τὸν τῆς μετωνυμίας τρόπον. Τὴν δὲ ποίησιν τῶν δραστηρίων Θεοῦ δυνάμεων, χειρῶν αὐτοῦ ὀνομαζομένων, ἀναγγέλλει τὸ στερέωμα, οὐ τοσοῦτον λόγοις, ἀλλ' ἔργοις αὐτοῖς. Ἀλλὰ καὶ οἱ τὸν θεωρητικὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες, οὐρανοί εἰσιν διηγούμενοι τὴν προειρημένην θεοδόξαν διὰ θεωρίας τῆς περὶ τῶν νοητῶν πραγμάτων. Οἱ πρακτικοὶ δὲ στερέωμά εἰσιν, ἑδραῖοι τυγχάνοντες, καὶ ἀπαγγέλλουσι τὴν ποίησιν τῶν τοῦ Χριστοῦ χειρῶν, ἐργαζόμενοι τὰ Θεοῦ, καὶ τούτου τυγχάνοντες ἔργα. Καὶ ἡ φωτεινὴ δὲ νόησις ἡμέρα οὖσα (ἐκάλεσε γὰρ ὁ Θεὸς τὸ φῶς ἡμέραν), ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος οὖσα, ἐρεύγεται ῥῆμα, ὡς ἡ Παλαιὰ Γραφὴ, τῶν πνευματικῶν πληρωθεῖσα τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη προφέρεται ῥήματα τῇ Καινῇ Διαθήκῃ. Ἡ δὲ νὺξ, ἡ βαθυτάτη τῶν μυστηρίων πραγμάτων διάληψις, πρὸς ἑτέραν ἡμᾶς ἀσάφειαν ὁδηγεῖ, ἥνπερ διάληψιν δίδωσι τὸ τοῦ Θεοῦ Πνεῦμα τοῖς ἔχουσιν αὐτὸ, τὸ καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ. Ἡ λαλιὰ δὲ προποιοῦ τοῖς λόγοις· οἱ δὲ λόγοι τὴν ἐπιστήμην ἐπάγουσιν, τὰς ἀποδείξεις παρέχοντες. Ἀμφότερα δὲ διὰ τοῦτο παρὰ Θεοῦ λέλεκται, ὅπως ἂν ἀκουσθῶσιν. Διὸ τοῖς ἀπειθοῦσιν οὐκ ἔστιν ἀπολογία· χωροῦσι δὲ τὸν φθόγγον ὅσοι τυγχάνουσι γῇ πρὸς σπόρον ἐπιτηδείᾳ, τὴν λέξιν τὴν κατὰ τὸ αἰσθητὸν τῆς Γραφῆς. Οἱ δὲ τούτοις ὑπερβεβηκότες καὶ πέρατα χρηματίζοντες, δέχονται τὰ ῥήματα σαφῶς παιδευόμενοι. Οὗ φθόγγου γὰρ ὁ Πέτρος ἀκούων ἔλεγε· « Ῥήματα ζωῆς αἰωνίου
Verse 2. The heavens, therefore, declare the glory of God; and the glory of God is either the Only-begotten as the effulgence of glory, according to “And the glory of the Lord shall be seen,” or the ordering and pre-eminence of His kingdom. This, then, the powers belonging to the heavens declare as they sing hymns and speak of God, being named by the same name as the heavens they inhabit, after the figure of metonymy. And the firmament proclaims the work of the active powers of God, called His hands, not so much by words as by the works themselves. Moreover, those who embrace the contemplative life lay up treasure in heaven, and having their heart there, they are heavens declaring the aforesaid divine glory through contemplation of intelligible realities. And the active are a firmament, being steadfast, and they announce the work of the hands of Christ, working the things of God and being His works. And luminous understanding, being day (for God called the light day), being in accord with another luminous understanding, utters speech, just as the Old Scripture, filled with spiritual nourishment, uttering from its fullness brings forth words to the New Testament. And night, the deepest apprehension of mysterious realities, guides us towards another obscurity, which apprehension the Spirit of God gives to those who possess Him, who searches even the deep things of God. Now speech prepares the way for words; and words bring on knowledge, furnishing demonstrations. Both have therefore been spoken by God so that they may be heard. Wherefore the disobedient have no excuse; and those receive the sound who are earth suited for seed, namely the letter according to the sensible sense of Scripture. But those who have surpassed these and are styled ends [of the earth] receive the words, being clearly instructed. For hearing this sound, Peter said: “Words of eternal life