Migne Reading Room

PG 39 · cols. 1248–1257 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1248Read from the page
φήτας σημαίνουσιν· ἀμπελῶνα γὰρ τὸν οἶκον Ἰσραὴλ εἰπὼν, ἐντέλλεται ταῖς νεφέλαις τοῦ μὴ βρέχειν ἐπ' αὐτόν· οὐκέτι γὰρ παρ' ἐκείνοις τὸ, « Τάδε λέγει Κύριος· » καὶ τὸ, « Ἐγένετο λόγος Κυρίου πρός με· » μέχρι τούτων τῶν νεφελῶν ἡ ἀλήθεια λάμπει· αὗται ταῖς ψυχαῖς ῥέουσαι λόγων πνευματικῶν, ὑετὸν οὐ γῆς ἀλλ' ἀέρος εἰσὶν τοῖς ἐπὶ γῆς ἀποσταξάμεναι, ὑπό τε τῆς σφῶν ἀρετῆς καὶ τοῦ ἐνεργοῦντος πνεύματος μετεωριζόμεναι· τὸ ἐν αὐταῖς οὖν ὕδωρ πρὸ τῆς διὰ τοῦ Σωτῆρος ἐκβάσεώς τε καὶ σαφηνείας εἶναι λέγεται σκοτεινόν· ὅταν δὲ λαλήσαντος τοῦ Θεοῦ ἐν τῷ Υἱῷ ἐπ' ἐσχάτων τῶν ἡμερῶν, πληρωθῶσιν ὁ νόμος καὶ οἱ προφῆται ἀπὸ τῆς τηλαυγήσεως καὶ τῆς ἐπιλάμψεως, ἐνώπιον αὐτοῦ συνελεύσονται νεφέλαι φανεραὶ γινόμεναι διὰ τὸ τὸν ὑπ' αὐτῶν προαναφωνηθέντα παρεῖναι.
phets. For having called the house of Israel a vineyard, He commands the clouds not to rain upon it (Isa. 5:6). For no longer is there among them, "Thus saith the Lord," and, "The word of the Lord came unto me"; as far as these clouds the truth shines. These, flowing into souls with spiritual words, are rain not of earth but of air, distilling drop by drop upon those on earth, lifted up by their own virtue and by the Spirit that works [in them]. The water in them, therefore, before the outcome and clearness through the Saviour, is said to be dark; but when, God having spoken in the Son in the last days, the law and the prophets are fulfilled by the brightness and the illumination, the clouds will gather before Him, becoming manifest because He Whom they foretold is present.
Στ. ιςʹ. « Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων. » Τῶν προειρημένων ἁπάντων συμβεβηκότων, ὀφθήσονται αἱ πηγαὶ τῶν ὑδάτων· καὶ εἰ μὲν πηγάς τις λέγοι ὑδάτων τὰς ἐξε... τῶν καλῶν ἐννοίας, ὀφθήσεσθαι ταῦτα ἐρεῖ, ἀναβαλλομένης τῆς ἐπικειμένης τῇ ψυχῇ ἀγνοίας καὶ κακίας· αὗται γὰρ περιαιρεθεῖσαι, οὐκέτι κρύψουσιν τὰς ἐν ἡμῖν πηγὰς τῶν ἀγαθῶν· εἰ δὲ καὶ πᾶσαν θεόπνευστον Γραφὴν πνευματικὴν ὑπὸ ἀσαφείας κεκαλυμμένην, πηγὰς ἐρεῖ ὀφθησομένας, ἐπίστησον· ὅτ' ἂν οὖν ἐπιστρεψάντων ἡμῶν πρὸς Κύριον περιαιρεθῇ τὸ τῆς ἀγνοίας καὶ ἀσαφείας κάλυμμα, ὀφθήσονται αἱ ἐγκείμεναι τῶν ὑδάτων πηγαὶ, ὡς εὐκόλως ἐφ' ἑκάστης ἀρύεσθαι· κατὰ τὸ, « Ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου· » τοῦτο γὰρ τὸ ὕδωρ εὐφρασίας ἐστὶν παρεκτικὸν οὐσῶν σωτηρίου πηγῶν, αἳ ἀπενεμήθησαν τῷ διορατικῷ, καὶ νῦν ὁρᾷν τὸν Θεὸν ἔχοντι γένει· κατὰ τὸ, « Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. »
V. 16. "And the springs of waters were seen." When all the aforesaid things have come to pass, the springs of waters will be seen; and if one should call springs of waters the ... thoughts of good things, he will say that these will be seen, when the ignorance and wickedness lying upon the soul are cast off; for when these are taken away, they will no longer hide the springs of good things within us. But consider whether he will also call every divinely inspired spiritual Scripture, covered by obscurity, springs that will be seen; whenever, therefore, upon our turning to the Lord, the veil of ignorance and obscurity is taken away, the hidden springs of waters will be seen, so that one may easily draw from each; according to, "Draw water with joy out of the wells of salvation" (Isa. 12:3); for this water is productive of gladness, since they are springs of salvation, which were assigned to the discerning race that now sees God; according to, "In the churches bless ye God, the Lord from the springs of Israel" (Ps. 67:27).
« Καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε. » Τῆς οἰκουμένης ἐποικοδομούσης δι' ὧν πράττει καὶ λέγει καὶ νοεῖ· θεμελίοις τισὶν προκαταβεβλημένοις, οὐκ ἂν ἁμάρτοις τὰς ἕξεις καὶ διαθέσεις... μένης· ὅτ' ἂν διασκορπίσῃ τοὺς φαύλους τοῖς βέλεσιν αὐτοῦ καὶ συνταράξῃ ἐκλάμψει τῶν ἀστραπῶν αὐτοῦ, τῶν κρυπτῶν τῶν ἀνθρώπων φανερῶν γινομένων, φωτίζοντος τοῦ Θεοῦ τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανεροῦντος τὰ θεμέλια τῆς οἰκουμένης, ἀνακαλύψει βαθέα ἐκ σκότους ἀπὸ τῆς ἐπιτιμήσεως τῆς οἰκουμένης ὑπ' αὐτοῦ κατὰ πάντων· εἰ δὲ καὶ θεμέλια οἰκουμένης λέγοι τις τοὺς θείους ἄνδρας, διὰ τὸ εὔτονον τοῦ βίου καὶ τὴν στεῤῥότητα τῆς ἀρετῆς, ἐφ' οἷς ἐποικοδομοῦνται οἱ κατὰ Χριστὸν πολιτευόμενοι, ἀνακαλύπτεσθαι καὶ τούτους τοὺς θεμελίους συμβήσεται, ἐπιτιμήσεως γινομένης κατὰ τῶν ἁμαρτανόντων· τῆς γὰρ κολάσεως τούτων μὴ ἁπτομένης τῶν θεμελίων, φανέρωσις καὶ ἀνακάλυψις αὐτῶν ἔσται, « ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. » Οὐ παραυτὰ τοῖς ἁμαρτάνουσιν Θεὸς ἐπαφῇ τὰς τιμωρίας· εἰ γὰρ τοῦτο ἐγίνετο, τὸ πᾶν ἄρδην
"And the foundations of the world were uncovered at Thy rebuke, O Lord." Since the world builds upon certain previously laid foundations through what it does and says and thinks, you would not miss the mark [if you take] the habits and dispositions ...; whenever He scatters the wicked with His arrows and confounds them with the flashing of His lightnings, the hidden things of men becoming manifest, as God brings to light the hidden things of darkness and makes manifest the foundations of the world, He will uncover deep things out of darkness by His rebuke of the world against all. And if one should also call the foundations of the world the divine men, on account of the vigour of their life and the firmness of their virtue, upon whom those who live according to Christ are built, these foundations too will come to be uncovered when rebuke is made against those who sin; for since the punishment of these does not touch the foundations, there will be a manifestation and uncovering of them, "at the blast of the breath of Thy wrath." God does not immediately let loose punishments upon those who sin; for if this were done, the whole [would] utterly
PG 39:1249Read from the page
ἀπώλλυτο· ἀλλ' ἀγαθότητι καὶ φιλανθρωπίᾳ πολλῇ, ἑκάστοτε πλήθους ἁμαρτημάτων γινομένου, οὐ καθ' ἑκάστην ἡμέραν ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς ἑαυτοῦ διὰ τὸ προαναφωνεῖν τῆς ὀργῆς τὰς κολάσεις· « Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς θλίψεως αὐτῶν. »
be destroyed; but in His great goodness and love for mankind, though a multitude of sins occurs on each occasion, He does not every day breathe out the spirit of His wrath because of foretelling the punishments of His wrath: "For I will chasten them in the wrath of their affliction."
Στ. ιζʹ. « Ἐξ ὑδάτων πολλῶν, » ἤτοι τῶν ταραχωδῶν καὶ ἁλμυρῶν πραγμάτων τοῦ βίου, τροπικῶς θαλάττης ὀνομαζομένων, ἢ ἀντικειμένων καὶ τεταραγμένων. Ἐπίστησον δὲ, εἰ καὶ δόγματα τῆς ἀθεότητος ὕδωρ ἐστὶν πολὺ οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην· δυνατοὺς δὲ ἐχθροὺς ἐξ ὧν ῥύεται ὁ Θεὸς, τοὺς ἀοράτους ῥητέον· τάχα δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς ἀνθρώπους, καὶ τοὺς ἀπατᾷν προτεθειμένους διὰ ψευδωνύμου γνώσεως, ὅτ' ἂν δεινοὶ περὶ σοφιστείαν ὦσιν. Οὐχ ἁμάρτοι δέ τις καὶ τοὺς ἰδίους λογισμοὺς, ὅτ' ἂν δυσαρεστῶνται τῇ προνοίᾳ ἢ καὶ περὶ ἄλλην ἀσέβειαν ἐπανέχωσιν, ἐχθροὺς δυνατοὺς λέγων, καὶ ῥυσθῆναι ἐκ τῶν μισούντων, ὅτ' ἂν ὑπὲρ αὐτὸν κραταιωθῶσιν ἀξιοῖ, μισούντων δὲ μάτην· οὐδὲ εἷς γὰρ διὰ τὸ φαῦλος εἶναι μισούμενος, παῤῥησιάσεται πρὸς Θεὸν ταύτην τὴν εὐχὴν εἰπεῖν· ἀλλ' ὅτ' ἂν διὰ Χριστὸν καὶ τὸν ὀρθὸν βίον μισῆται παρὰ τῶν ἁμαρτωλῶν τῶν τὴν θεοσέβειαν βδελυττομένων· ἔλεγχον γὰρ τῆς ἑαυτῶν πολιτείας ἡγοῦνται τὴν τοῦ δικαίου ἀναστροφήν. Οὗτοι δὲ οἱ μισητικῶς πρὸς τὸν δίκαιον ἔχοντες τότε μάλιστα ἐπιτίθενται, ὅτ' ἂν κακώσεως καιρὸς ἐνστῇ· τὸ γὰρ κρῖμα τῆς Προνοίας ἀγνοοῦντες, οὐ δι' ἄλλο τι, ἢ δι' ἁμαρτίας θλίβεσθαι τὸν δίκαιον ὑπολαμβάνουσιν· ὡς οἱ διαλεγόμενοι τῷ Ἰώβ. Τοῦ γὰρ Θεοῦ θλίψεσιν αὐτὸν ὑποβαλόντος ὅπως ἀναδειχθῇ δίκαιος, ἔφασκον ἐκεῖνοι ἀσεβείας καὶ ἁμαρτίας χάριν τούτοις περιπεπτωκέναι τὸν ἄνδρα· ἀλλὰ καὶ κατὰ τοῦ πταίοντος ἰσχυροὶ πάντες οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ διάβολος, ὡς νοεῖσθαι νῦν κάκωσιν τὴν ἁμαρτίαν.
V. 17. "From many waters," that is, from the turbulent and bitter affairs of life, figuratively named a sea, or from opposing and troubled things. Consider also whether the doctrines of atheism are not much water unable to quench love; and the mighty enemies from whom God delivers must be said to be the invisible ones; perhaps also men in high stations, and those who purpose to deceive through falsely named knowledge, whenever they are skilled in sophistry. Nor would one miss the mark in calling one's own thoughts, whenever they are displeased with Providence or rise up in some other impiety, mighty enemies, and asking to be delivered from those who hate, whenever they grow strong above him, hating without cause; for no one who is hated because he is base will be bold to utter this prayer to God; but whenever for Christ's sake and an upright life he is hated by sinners who loathe godliness; for they consider the righteous man's conduct a reproof of their own way of life. And these who are hatefully disposed towards the righteous man attack especially then, when a time of affliction comes on; for, being ignorant of the judgement of Providence, they suppose that the righteous man is afflicted for no other reason than on account of sins; like those who conversed with Job. For when God subjected him to afflictions so that he might be shown to be righteous, they kept saying that the man had fallen into these things on account of impiety and sin; moreover, against the one who stumbles, all the wicked demons and the devil are strong, so that affliction is now understood as sin.
Στ. ιθʹ. « Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. » Ἐν ἡμέρᾳ γὰρ κακώσεως ὅτ' ἄν τις πρὸς τὸν Θεὸν καταφύγῃ, ἕξει αὐτὸν ἀντιστήριγμα αὑτοῦ γινόμενον, τοῦτ' ἔστιν ἀντιστηρίζοντα αὐτὸν, ἵνα μὴ κλονηθεὶς καταπέσῃ. Καὶ περὶ τῆς τελείας γοῦν ψυχῆς, ἀντιστήριγμα τὸν Θεὸν Λόγον ἐχούσης, θαυμαστικῶς οἱ ἀποδεχόμενοι τὴν ἀνάβασιν καὶ λάμπρυνσιν αὐτῆς, φάσκουσιν· « Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφὸν αὐτῆς; »
V. 19. "And the Lord became my stay." For in the day of affliction, whenever anyone flees to God, he will have Him becoming his stay, that is, supporting him, lest being shaken he fall. And concerning the perfect soul, at any rate, which has God the Word as its stay, those who welcome its ascent and brightening say in wonder: "Who is this that comes up whitened, leaning upon her brother?" (Song 8:5)
Στ. κʹ. « Καὶ ἐξήγαγέν με εἰς πλατυσμόν. » Ἀντιστήριγμα γὰρ ὁ Κύριος γινόμενός τινι ἐξάγει αὐτὸν ἐκ τῆς στενότητος τῶν θλιβερῶν, πλατυσμὸν αὐτῷ δωρούμενος· κατὰ τὸ, « Ἐν θλίψει ἐπλάτυνάς μοι. » Ἐν θλίψει δὲ πλατύνεταί τις, οὐκ ἔξω τῆς θλίψεως πάντως γινόμενος, ἀλλὰ γενναίως καὶ εὐλαβῶς πρὸς αὐτὴν τεταμένος. « Ῥύσεταί με, ὅτι ἠθέλησέν με. » Κἂν ὅτι μάλιστα πλείστην ἔχωσι δύναμιν· ἠθέλησεν γάρ με, πάντα τὰ θελήματα αὐτοῦ ποιοῦντα.
V. 20. "And He brought me out into a broad place." For the Lord, becoming a stay to someone, brings him out from the narrowness of afflictions, granting him enlargement; according to, "In affliction Thou hast enlarged me" (Ps. 4:2). And one is enlarged in affliction, not by being altogether outside affliction, but by being nobly and reverently braced against it. "He will deliver me, because He willed me." Even if they have the greatest possible power; for He willed me, as one doing all His wills.
Στ. καʹ. « Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν
V. 21. "And the Lord will recompense me according to
PG 39:1252Read from the page
δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαρειότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. » Πάνυ γε καθαροῦ καὶ τελείου ἡ παῤῥησία, μηδὲν κἂν τὸ βραχύτατον καταγινώσκοντος ἑαυτοῦ. Ὅθεν οἱ τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαι θέλοντες, καὶ ταύτην τὴν λέξιν προσάπτουσιν αὐτῷ πεπειραμένῳ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Δικαιοσύνην δὲ τὴν καθόλου πρακτικὴν ἀρετὴν λέγει· καθαρειότητα δὲ χειρῶν, τὰς πρακτικὰς ἐνεργείας καθαρὰς καὶ ἀμολύντους γινομένας τῷ ἀπὸ βελτίστης λέξεως ἐπιτελεῖσθαι· πολλαχοῦ γὰρ τὰς χεῖρας ἐπὶ τῶν πρακτικῶν δυνάμεων λεγομένας ἔστιν εὑρεῖν.
my righteousness, and according to the cleanness of my hands He will recompense me." Altogether the boldness of one pure and perfect, condemning himself in nothing, not even the slightest. Whence those who hold that this psalm was spoken in the person of the Saviour attach this saying also to Him, Who was tempted in all things according to likeness without sin. He calls righteousness practical virtue in general; and cleanness of hands, the practical activities becoming pure and undefiled by being accomplished from the best word [habit]; for in many places one may find hands spoken of for practical powers.
Στ. κβʹ. Θέλει Θεὸς τὸν ποιοῦντα αὐτοῦ τὰ θελήματα. « Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. » Ταῦτα δὲ οὐχ ἀλαζονικῶς φησιν, ὥς τινες οἴονται, ἀλλ' ἀνατιθεὶς τῷ Θεῷ τὴν αἰτίαν τῶν κατορθωμάτων. Φυλάσσει δὲ τὰς ὁδοὺς Κυρίου, ὁ ταῖς ἐντολαῖς αὐτοῦ πορευόμενος, καὶ οὐκ ἀσεβεῖ ἀπὸ τοῦ Θεοῦ ἑαυτοῦ, ὁ ὀρθῶς περὶ τῶν τῆς ἀληθείας δογμάτων διειληφὼς, ἀμέμπτως περὶ Θεοῦ ἐννοῶν, καὶ ἁγίως περὶ Χριστοῦ διαλαμβάνων, καὶ εὐσεβῶς περὶ τοῦ ἁγίου Πνεύματος ἐνθυμούμενος, καὶ περὶ τῶν ἄλλων δογμάτων ὃν δεῖ τρόπον δοξάζων.
V. 22. God wills the one who does His wills. "Because I have kept the ways of the Lord, and have not acted impiously away from my God." He says these things not boastfully, as some suppose, but attributing to God the cause of his right deeds. He keeps the ways of the Lord who walks in His commandments, and he does not act impiously away from his God who has rightly understood the doctrines of truth, thinking blamelessly concerning God, discoursing holily concerning Christ, reflecting piously concerning the Holy Spirit, and glorifying as is fitting concerning the other doctrines.
Στ. κγʹ. « Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου. » Εἰ γὰρ καὶ ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ' οὖν γε δυνατὸν ἐνώπιον αὐτὰ ἔχοντα, μὴ δυσαρεστεῖσθαι τῇ Προνοίᾳ, μηδὲ ἀσεβεῖν εἰς τὸν προνοούμενον. Εἰ γὰρ καὶ μὴ καταλαμβάνωμεν, ἀλλὰ γε διατεθέντες, ὅτι Θεοῦ κρίσει ταῦτα ἐπιτελεῖται, εὐαρεστούμεθα αὐτοῖς. Καὶ αὐτὸ δὲ τὸ ὄνομα τὸ « κρίματα, » τὴν ὀρθότητα τῆς διοικήσεως σημαίνει· ἐμπεριέχεται γὰρ καὶ συνεξακούεται τῷ κατὰ δικαιοσύνην γεγονέναι, τῶν παρὰ τὸ ὀρθὸν ἐπιτελουμένων κριμάτων αὐτὸ τοῦτο ἀδίκων καὶ διεστραμμένων. Ἕνεκεν γὰρ τούτου φησίν· « Ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ' ἐμοῦ. » Τῶν τοῦ Θεοῦ, φησὶ, δικαιωμάτων ἀντέχομαι. Ἀναχωροῦσι γὰρ ἐκείνων μὴ περιεχομένων αὐτῶν· δικαιώματα δὲ ῥητέον τὰ κατ' ἰσότητα καὶ δικαιοσύνην νενομοθετημένα· ὡς τὸ, « Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, » καὶ τὰ ἑξῆς. Τούτων γὰρ ἁπάντων προτέτακται, « Καὶ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσεις, » καὶ τὰ ἑξῆς. Δύναται δὲ τὰ ἅμα τοῖς δικαιώμασιν ὠνομασμένα σημαίνειν τοὺς δεδοκιμασμένους καὶ ἐξητασμένους τοῦ Θεοῦ λόγους. Οὗτοι γὰρ διὰ τὸ μὴ ἐλέγχεσθαι ἢ ἀνατρέπεσθαι κεκριμένοι ὄντες, κρίματα εἴρηται. Ταύτῃ γὰρ καὶ οἱ λογισμοὶ τῶν δικαίων κρίματα, τοῦτ' ἔστιν ἠκριβωμένοι· καὶ αὐτὸ τοῦτο κανόσιν ἐοικότες.
V. 23. "Because all His judgements are before me." For even though His judgements are unsearchable and like an abyss because of their incomprehensibility, yet it is possible for one who keeps them before him not to be displeased with Providence, nor to act impiously towards the One exercising providence. For even if we do not comprehend, yet being disposed [to believe] that these things are accomplished by God's judgement, we are well pleased with them. And the very name "judgements" signifies uprightness of administration; for it is included and understood along with having been done according to righteousness, since judgements accomplished contrary to what is right are by that very fact unjust and perverted. For this reason he says: "Perverted judgement shall go forth, and His ordinances I did not put away from me." I hold fast, he says, to God's ordinances. For they depart when those men do not cleave to them; and ordinances must be said to be the things enacted according to equity and righteousness, as, "If thou buy a Hebrew servant" (Exod. 21:2), and what follows. For before all these is set, "And these are the ordinances which thou shalt set before them," and what follows. And the things named together with the ordinances can signify the tested and examined words of God. For these, having been judged so as not to be refuted or overturned, are called judgements. In this way too the thoughts of the righteous are judgements, that is, made exact, and by that very fact resembling rules.
Στ. κδʹ. Τάχα οἱ μὴ διὰ Θεὸν, ἀλλὰ διὰ δόξαν ἢ ἕτερόν τι τὸ ἄμωμον ἔχοντες καὶ ἀναμάρτητον, ἄμωμοι μὲν εἶναι δύνανται, οὐ μὴν μετὰ Θεοῦ· οἱ δὲ διὰ Θεὸν τὸ ἀγαθὸν καὶ μὴ ἄλλου του χάριν ἀσπασάμενοι, μετὰ Θεοῦ εἰσιν ἄμωμοι· αὕτη γὰρ ἡ πρὸς Θεὸν ἕνωσις, ἀμώμους καὶ ἀγαθοὺς φυλάττει. Οἱ δὲ
V. 24. Perhaps those who have blamelessness and sinlessness not for God's sake, but for glory or something else, can be blameless, yet not with God; but those who have embraced the good for God's sake and not for the sake of anything else are blameless with God; for this union with God keeps them blameless and good. But those who
Notes, col. 1252

On the reading

Printed λέξεως, for ἕξεως.

Printed οὐχ, for οὐκ.

Printed ἀλλὰ γε, for ἀλλά γε.

PG 39:1253Read from the page
ἀποζευγνύμενοι καὶ χωριζόμενοι Θεοῦ, μωμητοὶ εὐθὺς γίνονται, τέκνα μωμητὰ διὰ τὸ ἁμαρτεῖν γινόμενα. « Καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. » Ὁ τὰ προειρημένα πάντα κατορθώσας, πῶς ἰδίαν αὑτοῦ ἀνομίαν λέγει; Ἐπιστήσεις μή ποτ' οὖν ὃ βούλεται λέγειν ἐστὶν τοῦτο· Ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἔγκειται ἐπιμελῶς ἐκ νεότητος, ὡς ἐπιῤῥεπῶς ἔχειν πρὸς τὸ ἁμαρτάνειν ἡδονῇ θελγόμενος. Ὁ οὖν τῷ νόμῳ τοῦ Θεοῦ ἑαυτὸν ἐπιδεδωκὼς, φυλάττεται ἀπὸ τῆς ἐνσκιρτωσάσης τῶν ἀνθρώπων ἀνομίας· τάχα δὲ καὶ τὸ λεγόμενον ἐν ἡμῖν τῆς σαρκὸς φρόνημα, ἔχθρα ὂν πρὸς Θεὸν, καὶ τῷ νόμῳ αὐτοῦ μὴ ὑποταττόμενον, ἀνομία τοῦ ἀνθρώπου ἐστὶν, ἀφ' ἧς φυλάττεταί τις, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν, καὶ ἀπεχόμενος τῶν τῆς σαρκὸς ἔργων.
are unyoked and separated from God straightway become blameworthy, becoming blameworthy children through sinning. "And I will keep myself from mine iniquity." How does he who has accomplished all the aforesaid things speak of his own iniquity? Consider whether what he means to say is not this: the mind of man is intently bent on evil things from youth, so as to be prone to sinning, charmed by pleasure. He, therefore, who has given himself over to the law of God keeps himself from the lawlessness that leaps up in men; perhaps also what is called in us the mind of the flesh, being enmity against God and not subject to His law, is the iniquity of man, from which one keeps oneself by putting to death by the Spirit the deeds of the body and abstaining from the works of the flesh.
Στ. κεʹ. « Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου. » Δικαιοσύνην ἐνταῦθα καλεῖ τὴν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ συνισταμένην· δικαιοσύνη γὰρ Θεοῦ πεφανέρωται ἐπὶ πάντας τοὺς πιστεύοντας· τῷ γὰρ ὀρθῶς πιστεύοντι ἡ πίστις εἰς δικαιοσύνην λογίζεται. Συζύγως δὲ καθαρειότητα χειρῶν ἐρεῖς τὰ λαμπρῶς καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως ἔργα, ὧν χωρὶς ἡ πίστις νεκρά ἐστιν.
V. 25. "And the Lord will recompense me according to my righteousness." Here he calls righteousness that which consists of faith in Jesus Christ; for the righteousness of God has been manifested upon all who believe; for to him who believes rightly, faith is reckoned for righteousness. Correspondingly, you will call cleanness of hands the works of faith performed brightly and undefiledly, without which faith is dead.
Στ. κςʹ-κηʹ. Ἀθρόως μεταβολῆς προσώπου γεγενημένης, ἐρεῖ τις πρὸς τὸν Θεὸν τοὺς προκειμένους στίχους λέγεσθαι διὰ τὰ ἑπόμενα· οὐκ ἄλλῳ γὰρ ἐρεῖ τὸ, « Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις, » ἢ τῷ Θεῷ. Ἄλλος δὲ λέξει μὴ πρὸς τὸν Θεὸν, ἀλλὰ πρὸς ἄνθρωπον ταῦτα λέγεσθαι, τῷ τὸν ὁσίοις συνδιατρίβοντα μιμεῖσθαι ἐκείνων τὴν ἀρετήν· τὸν δὲ σὺν φαύλοις ὄντα, διαστροφὴν ὑφίστασθαι, ᾗ φησιν ἡ θεία τῶν Παροιμιῶν Γραφή· « Ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται· ὁ δὲ συμπορευόμενος ἄφροσιν γνωσθήσεται. » Ἑρμηνεύσεις οὕτως· Μετὰ τοῦ ὁσίου, ὦ Δέσποτα, ὁσιωθήσῃ, παρέχων αὐτῷ τὴν ἐκ σοῦ χορηγουμένην ὁσιότητα, ἵνα τελειωθέντα κατ' αὐτὴν εἰς τὴν ἁρμόζουσαν ἐπαγγελίαν εἰσάξῃς, καὶ τὰ ἄλλα ἀκολούθως τῷ πρὸ αὐτοῦ. Εὖ δέ φησι καὶ τὸ εἰπεῖν, « διαστρέψεις· » δυναμένου γὰρ εἰπεῖν, μετὰ στρεβλοῦ διαστρέφῃ, τοῦτο μὲν οὐκ εἴρηκεν, ἀλλὰ, « διαστρέψεις. » Τὴν γὰρ πρὸς τὰ φαῦλα πορείαν κωλύων ὁ Θεὸς, διαστρέφει τὸν ἔπειτα κατατρέχοντα, φράσσων τὴν ὁδὸν αὐτοῦ ἐν σκόλοψιν, καὶ τὰς τρίβους αὐτοῦ ἀνοικοδομῶν. Ἀρχὴ γὰρ εὐεργεσίας, τὸ κωλύεσθαι τῶν κακῶν. Ὁ δὲ δὴ ἐπ' ἀνθρώπου ἐξειλῆφθαι βουλόμενος ἐρεῖ τὸν συνόντα ὁσίῳ ἄνδρα, ἐκ τῶν πραττομένων ὁσίων ὁσιοῦσθαι, ὡς Ἐλισσαῖε μετὰ τοῦ Ἠλία, καὶ Τιμόθεος μετὰ τοῦ Παύλου· καὶ ὁ σὺν τῷ ἀθῴῳ σπεύδων εἶναι, τὴν ἐκείνου ἀρετὴν σπασάμενος, ἀθῷος ἔσται. Ὁμοίως δὲ καὶ ὁ ἀνδρὶ ἐκλεκτῷ συνδιατρίβων, καὶ ὁ στρεβλῷ δὲ συνὼν κατὰ τὸ ἐθέλειν αὐτῷ ἐξομοιοῦσθαι, διαστρέψει ἑαυτοῦ τὸν βίον. Ὁ δὲ οὕτως τοὺς στίχους σαφηνίσας, μεταβαλεῖ πρὸς τὸν Θεὸν τὸ πρόσωπον ἀπὸ τοῦ, « Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις. »
Vv. 26-28. Since a sudden change of person has taken place, one will say that the present verses are spoken to God on account of what follows; for to none other than God will he say, "Because Thou shalt save an humble people, and bring down the eyes of the proud." Another will say that these things are spoken not to God, but to man, because he who associates with the holy imitates their virtue, while he who is with the base undergoes perversion, as the divine Scripture of Proverbs says: "He that walketh with wise men shall be wise; but he that walketh with fools shall be known" (Prov. 13:20). You will interpret thus: With the holy, O Master, Thou shalt be hallowed, granting him the holiness supplied from Thee, so that when he has been perfected according to it Thou mayest bring him into the fitting promise, and the rest in accordance with what precedes it. Well too does he say, "Thou shalt pervert"; for though he could have said, with the perverse Thou art perverted, he did not say this, but, "Thou shalt pervert." For God, hindering the course towards evil things, turns aside him who rushes down after it, hedging his way with thorns and building up his paths. For the beginning of benefaction is to be hindered from evils. But he who wishes it to be understood of man will say that the man who associates with a holy person is sanctified by the holy deeds practised, as Elisha with Elijah, and Timothy with Paul; and he who hastens to be with the innocent, having drawn in his virtue, will be innocent. Likewise also he who associates with an elect man; and he who is with a perverse person so as to wish to be likened to him will pervert his own life. And he who has thus explained the verses will shift the person to God from, "Because Thou shalt save an humble people."
Notes, col. 1253

On the reading

Printed Ἐλισσαῖε, for Ἐλισσαῖος.

PG 39:1256Read from the page
Στ. κθʹ. « Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. » Τὸ δεκτικὸν φωτὸς τῆς ψυχῆς μόριον, ἤτοι δύναμις, τοῦτ' ἔστιν ὁ νοῦς ὃ καὶ λογιστικόν τινες καλοῦσιν, λύχνος αὐτῆς εἶναι λέγεται· οὐκ ὢν αὐτὸς κατ' οὐσίαν φῶς, ἀλλὰ φωτὸς δεκτικός· τὸ δὲ σκότος αὐτῆς τὸ θυμοειδὲς καὶ ἐπιθυμητικόν ἐστιν. Ὅτ' ἂν οὖν ὁ νοῦς φωτισθῇ ὑπὸ τοῦ Κυρίου, μεταδόντος αὐτῷ τῶν ἰδίων αὐγῶν, τὸ τηνικάδε καὶ τὰ τῆς ψυχῆς ἄλογα κινήματα, φωτίζεται ἐπιστημονικῶς ἐπιτελούμενα· οὐχ ὅτι ἐξ αὑτῶν τὰ ἄλογα μετέχει φωτὸς (ἐπιστήμης γὰρ ἀνεπίδεκτα), ἀλλ' ὅτι ὑπὸ τοῦ πεφωτισμένου, ὑπὸ ἐπιστήμης καὶ ἀρετῆς, ὃν δεῖ τρόπον ἄγονται. Ὅτ' ἂν οὖν ὑπὸ τοῦ Κυρίου φωτισθῇ ὁ νοῦς, ὃς εἴρηται λύχνος, ἀναγκαίως ἀκολουθήσει καὶ τὸ φωτισθῆναι τὸ εἰρημένον ἡμῶν σκότος. Εἰ δὲ τὸ ἐν ἡμῖν πεφυκὸς φωτίζεσθαι, τοῦτ' ἔστιν ὁ νοῦς, δι' ἄνοιαν καὶ ἀνεπιστημοσύνην σκότος εἴη, πολλῷ πλέον αἱ ἄλογοι τῆς ψυχῆς δυνάμεις, οὐκ ἔχουσαι πεφωτισμένον ἡγεμόνα, ἐπιτεταμένον εἶεν σκότος. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Σωτήρ· « Εἰ οὖν τὸ ἐν σοὶ φῶς σκότος ἐστὶν, τὸ σκότος πόσον; » Εἰ γὰρ ὁ ὀφθαλμὸς τοῦ σώματος, τοῦτ' ἔστιν, ὁ νοῦς ὀφείλων εἶναι λύχνος ἐστέρηται φωτὸς, πολλῷ πλέον τὸ ἄλλο, ἵν' οὕτως εἴπω, σῶμα τῆς ψυχῆς σκότος ὑπάρχει· σῶμα δὲ οὐχ ὃ περίκειται ἀνθρώπινον, ἀλλὰ τὸ κατὰ τὴν ἄλογον σύστασιν αὐτῆς τυγχάνον. Τάχα δὲ καὶ οἱ τὴν γνῶσιν τῆς ἀληθείας πεφωτισμένοι, ἐξημμένον ἔχουσι τὸν λύχνον, τοῦ Κυρίου αὐτοῖς τοῦτο δεδωκότος· τὰς δὲ πράξεις κατ' ὀρθὸν ἄγοντες ἐκ τοῦ πεφωτίσθαι τὸν νοῦν, καὶ τὸ σκότος αὐτῶν ἔχουσι φωτιζόμενον. Οὐχ ἥκιστα δὲ καὶ τοῦτο ῥηθείη· Οἱ θεωρίαν ἐπιστημονικὴν περὶ τῶν νοητῶν καὶ ἀοράτων πραγμάτων ἐσχηκότες, πεφωτισμένον ὑπὸ Κυρίου ἔχουσι λύχνον· ἀλλὰ καὶ περὶ τῶν αἰσθητῶν εὖ μάλα κατὰ τὴν γνώμην διακείμενοι, τὴν αἴσθησιν φωτεινῶς ἀντιλαμβανομένην τῶν πραγμάτων ἔχουσιν, ἥτις σκότος ἐστὶν τῷ μὴ πεφυκέναι καθ' ἑαυτὴν φωτίζεσθαι, τοῦτ' ἔστιν ἐπιστήμην δέχεσθαι· ἦ γὰρ ἂν καὶ τὰ ἄλογα ἐπιστήμην ἐδέχοντο, αἴσθησιν ἔχοντα.
V. 29. "Because Thou wilt light my lamp, O Lord my God, Thou wilt enlighten my darkness." The part or faculty of the soul capable of receiving light, that is, the mind, which some also call the rational part, is said to be its lamp; not being light itself in essence, but receptive of light; and its darkness is the irascible and concupiscible part. Whenever, therefore, the mind is enlightened by the Lord, imparting to it of His own rays, then the irrational movements of the soul also are enlightened, being accomplished with knowledge; not that the irrational parts of themselves partake of light (for they are incapable of knowledge), but because they are led in the way they ought by that which has been enlightened, by knowledge and virtue. Whenever, therefore, the mind, which has been called a lamp, is enlightened by the Lord, it will necessarily follow that our aforesaid darkness is also enlightened. But if that in us which is by nature fitted to be enlightened, that is, the mind, should be darkness through folly and ignorance, much more would the irrational faculties of the soul, not having an enlightened ruler, be intensified darkness. And this is what the Saviour says: "If therefore the light that is in thee be darkness, how great is the darkness!" (Matt. 6:23) For if the eye of the body, that is, the mind, which ought to be a lamp, is deprived of light, much more is the rest, so to speak, of the body of the soul darkness; and by body is meant not the human body that surrounds it, but that which accords with its irrational constitution. Perhaps also those who have been enlightened in the knowledge of the truth have their lamp kindled, the Lord having given them this; and directing their actions rightly from the mind having been enlightened, they have their darkness also enlightened. And not least might this too be said: those who have acquired scientific contemplation concerning intelligible and invisible things have a lamp enlightened by the Lord; and being also very well disposed in judgement concerning sensible things, they have sense perception apprehending things luminously, which is darkness in that it is not by nature fitted to be enlightened by itself, that is, to receive knowledge; for otherwise even the irrational animals would receive knowledge, since they have sense perception.
Στ. λʹ. « Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. » Οὐκ ἄλλως ῥυσθῆναι δυνατὸν ἀπὸ τῶν περιεστηκότων πραγμάτων πικρῶν, ἢ ἐν Θεῷ γινόμενον· ἐν Θεῷ δέ τις γίνεται, μετέχων αὐτοῦ. Ὡς γὰρ ἐκ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γεγενημένος, οὕτως ἐν Θεῷ τις σπεύδων εἶναι, ῥυσθήσεται ἀπὸ πειρατηρίου, εἰς πειρασμὸν μὴ εἰσερχόμενος· οὐ τῷ ἐκτὸς πειρασμοῦ γενέσθαι, ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσιν αὐτοῦ. Διὰ τοῦτο γὰρ καὶ ὁμολογῶν Ἰησοῦν ἔμπροσθεν τῶν ἀνθρώπων, ἐν αὐτῷ ἐστιν· « Πᾶς γὰρ ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου ἐν τοῖς οὐρανοῖς. » Ὁμολογεῖ τις γὰρ Ἰησοῦν μετέχων αὐτοῦ, καὶ ὁμολογεῖται ὑπὸ τοῦ Θεοῦ ἐν αὐτῷ τυγχάνων. Διατειχίζει δὲ ἡμᾶς ἀπὸ τοῦ Θεοῦ τὸ πλῆθος τῶν πρὸς ἡμῶν παραλόγως πραττομένων,
V. 30. "Because in Thee I shall be delivered from temptation, and in my God I shall leap over a wall." It is not otherwise possible to be delivered from bitter surrounding affairs than by coming to be in God; and one comes to be in God by partaking of Him. For just as one who has come to be in knowledge is delivered from acts of ignorance, so one who hastens to be in God will be delivered from temptation, not entering into temptation; not by being outside temptation, but by not being caught in its snares. For this reason also he who confesses Jesus before men is in Him: "For everyone who shall confess in Me before men, I also will confess in him before My Father Who is in heaven" (Matt. 10:32). For one confesses Jesus by partaking of Him, and is confessed by God when he happens to be in Him. And the multitude of things done unreasonably by us walls us off from God,
PG 39:1257Read from the page
καὶ διΐστησιν ᾗ φησιν ὁ προφήτης· « Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου ῥύσασθαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀναμέσον ὑμῶν καὶ τοῦ Θεοῦ. » Καὶ ὅτ' ἂν οὖν ἐν Θεῷ τις γένηται κολλώμενος αὐτῷ πρὸς αὐτὸν γινόμενος, ὑπερβαίνει τὸ τῶν ἁμαρτημάτων τεῖχος, εἰς νῶτον καὶ ὀπίσω αὐτὰ ῥίπτων, ἵνα μὴ ὑπὸ μηδενὸς διϊργόμενος τοῦ Θεοῦ, προσβάλῃ αὐτῷ πρόσωπον πρὸς πρόσωπον. Τάχα δὲ καὶ ὁ τῶν σωματικῶν καὶ αἰσθητῶν ὄγκος, χωρῶν μεταξὺ τῆς νοήσεως ἡμῶν καὶ Θεοῦ, διαζεύγνυσιν ἡμᾶς αὐτοῦ. Ὅτ' ἂν οὖν ἐπιστημονικῶς κατὰ τὸ δυνατὸν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἀνωτέρω πάντων σωμάτων καὶ αἰσθήσεως αὐτὸν καταλάβωμεν ἑνωθῆναι αὐτῷ γλιχόμενοι, ἀναχωροῦμεν τῶν αἰσθητῶν καὶ σωμάτων, ὡς ὑπερπηδῆσαι τὸν κόσμον καὶ τὰ ὁρατὰ πάντα, ἵν' οὕτω τῷ Θεῷ παραστῆναι δυνηθῶμεν.
and separates [us], as the prophet says: "Is not the hand of the Lord able to deliver? or has He made heavy His ear so as not to hear? But your sins separate between you and God" (Isa. 59:1-2). Whenever, therefore, someone comes to be in God, cleaving to Him and drawing near to Him, he leaps over the wall of sins, casting them behind his back and backwards, so that being shut off by nothing from God, he may meet Him face to face. Perhaps also the bulk of bodily and sensible things, passing between our intellection and God, separates us from Him. Whenever, therefore, with knowledge, as far as is possible in the conception of God, we apprehend Him above all bodies and sense perception, yearning to be united to Him, we withdraw from sensible things and bodies, so as to leap over the world and all visible things, that thus we may be able to stand before God.
Στ. λαʹ. Ὁ ἡμέτερος Θεὸς ἄμωμον ἔχει τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδόν· αὕτη δέ ἐστιν ἡ ἀρετὴ, ἣν ὁδεύοντες διὰ μελέτης καὶ ἀσκήσεως, ἄμωμοι ἀποδειχθησόμεθα πρὸς αὐτὸν ἐρχόμενοι· μάλιστα δὲ ἄμωμος εἴη ὁδὸς Θεοῦ ὁ εἰπών· « Ἐγώ εἰμι ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. » Διὰ ταύτης γὰρ τῆς ὁδοῦ πρὸς τὸν Πατέρα ἐλθεῖν ἐστιν. « Τὸ λόγιον Κυρίου πεπυρωμένον, » τῷ ἄδολον καὶ καθαρὸν εἶναι, ἢ τῷ πῦρ εἶναι θερμαῖνον τοὺς μετέχοντας ἀναλίσκειν τὴν τῆς ὕλης ἀχυρμίαν. « Ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. » Οἱ ἐπιγνώμονες τῆς προσούσης αὐτοῖς ἀσθενείας, ὅτ' ἂν ἰσχυροτέρους φωράσωσι τοὺς προσπολεμοῦντας, ἐπὶ Θεὸν τὴν ἐλπίδα ῥίψαντες, ὑπέρμαχον ἔχειν αὐτὸν ἀξιοῦσιν, « Πολέμησον, » λέγοντες, « τοὺς πολεμοῦντάς με· » καὶ οὕτως Θεὸς, τῇ ἑαυτοῦ ἀσπίδι ὑπερμαχεῖ αὐτῶν· κατὰ τὸ, « Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. »
V. 31. Our God has a blameless way leading to Him; this is virtue, walking in which through study and asceticism we shall be shown to be blameless as we come to Him; and most of all would the blameless way of God be He Who said: "I am the way, and the truth, and the life" (John 14:6). For through this way it is possible to come to the Father. "The oracle of the Lord is tried by fire," in that it is guileless and pure, or in that it is fire warming those who partake [of it] to consume the chaff of matter. "He is a protector of all who hope in Him." Those who are conscious of the weakness attaching to them, whenever they detect stronger adversaries warring against them, casting their hope upon God, ask to have Him as champion, saying, "Fight against them that fight against me" (Ps. 34:1); and thus God champions them with His own shield, according to, "His truth shall compass thee with a shield."
Στ. λβʹ. « Ὅτι τίς Θεὸς πάρεξ τοῦ Κυρίου; » Οὐδεὶς γὰρ ἀληθῶς Κύριος Θεὸς, πλὴν τοῦ Θεοῦ Λόγου, ὡς καὶ Μονογενὴς Θεὸς εἴρηται, διὰ τὸ μόνος εἶναι, ὡς ὁ Πατὴρ Θεός. Πάντες οἱ ἄλλοι παρουσίᾳ Θεοῦ Λόγου θεοὶ κατασκευάζονται· ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Ὁ δέ γε Σωτὴρ, οὐ μετέχων θεότητος, Θεός ἐστιν, ποιητικὸς ὢν θεῶν. « Καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; » Εἰπὼν μηδένα Θεὸν κυρίως εἶναι πλὴν τοῦ Κυρίου, λέγει μηδὲ θεὸν εἶναί τινα ὡς τὸν Θεὸν ἡμῶν. Οὐδεὶς γὰρ τῶν κατὰ μετοχὴν θεῶν ὡς ὁ Κύριος Ἰησοῦς Χριστὸς εἶναι δύναται· ἢ ὁ Θεὸς ἡμῶν, ὡς ὁ τοῦ Μονογενοῦς Πατήρ· ἡμῖν γὰρ εἷς Θεὸς ὁ Πατήρ· καὶ εἷς Κύριος Ἰησοῦς ὁ Χριστός. Εἰ δὲ καὶ ἐκ παραλλήλου οἱ δύο στίχοι εἰρῆσθαι δύνανται, καὶ αὐτὸς ἐπιστήσεις.
V. 32. "For who is God besides the Lord?" For no one is truly Lord God, except God the Word, as He is also called Only-begotten God, because He is alone, as God the Father. All the others are constituted gods by the presence of God the Word; for He called those gods to whom the word of God came. But the Saviour, not partaking of Godhead, is God, being the maker of gods. "And who is God except our God?" Having said that no one is properly God except the Lord, he says that there is not even any god like our God. For none of those who are gods by participation can be like the Lord Jesus Christ; or our God, like the Father of the Only-begotten; for to us there is one God the Father, and one Lord Jesus Christ. And whether the two verses can also be spoken in parallel, you yourself will consider.
Στ. λγʹ. Ἐνταῦθα « περιζωννύων με δύναμιν » λέγεται· παρὰ δὲ Παύλῳ τὴν ἀλήθειαν περιζώννυνται οἱ τὴν πανοπλίαν τοῦ Θεοῦ ἐνδυσάμενοι· ἐξ οὗ συνάγεται, τὴν ἀλήθειαν εἶναι τὸν Χριστὸν τὴν Θεοῦ δύναμιν· φησὶ γὰρ ὁ Σωτήρ· « Ἐγώ εἰμι ἡ ἀλήθεια· » ὁ δὲ Παῦλος· « Χριστὸς Θεοῦ δύναμις. » « Καὶ ἔθετο ἄμω-
V. 33. Here it is said, "girding me with power"; while in Paul, those who have put on the whole armour of God gird on truth; from which it is inferred that Christ, the power of God, is the truth; for the Saviour says: "I am the truth" (John 14:6), and Paul: "Christ the power of God" (1 Cor. 1:24). "And He made blame-
Notes, col. 1257

On the reading

Printed διϊργόμενος, for διειργόμενος.