PG 39:1200Read from the pageλανθάνειν βουλόμενος, ὡς ἂν ἀθῶον ἀποκτείνῃ, τρώσας αὐτὸν τοῖς πεπυρωμένοις αὐτοῦ βέλεσι, θανατικὰ γάρ ἐστιν, ἀπὸ τῆς σὺν ἀρετῇ ζωῆς κατασπῶντα. Δύναται δὲ τὸ, « ἐν ἀποκρύφοις, » συνταχθῆναι καὶ τῷ προάγοντι ῥητῷ, καὶ τῷ μετ' αὐτό. Πλὴν οὐ δύναται τοῖς ἰδίοις ἀποκτεῖναι βέλεσι τὸν ἐνδεδυμένον τὴν τοῦ Θεοῦ πανοπλίαν. Διὸ τοὺς ὀφθαλμοὺς εἰς ὡς εὐάλωτον ἔχει τὸν πένητα, τὸν αὐτὸν ὄντα τῷ ἐμπυριζομένῳ πτωχῷ ἐπὶ τῇ τοῦ ἀσεβοῦς ὑπερηφανίᾳ· τὸν τοιοῦτον δὲ ἁρπάζει διὰ λόγων ἀπατηλῶν, ἢ καὶ πράξεων, πρὸς τὴν ἰδίαν παγίδα, καταφαγεῖν αὐτὸν ὡς λέων ἐθέλων. Ἐνεδρεύει δὲ, ἡνίκα περὶ οἰκονομίας τυχὸν ὁμιλῶν, τὸν περὶ τῆς φιλαργυρίας λόγον ἐγκρύψῃ, ἢ καὶ τῷ σωφρονεῖν βουλομένῳ ὑποβάλλει τρόπον ἀκολασίας· ὡς καὶ τῇ Εὔᾳ διὰ τῆς ἰσοθεΐας ἐνέβαλε τὴν παράβασιν. Τὸ δὲ, « κύψει, » δηλοῖ ὡς κάτω στρέψας τὸν ὀφθαλμὸν, ἔπεσε. Πῶς δὴ οὐ κάτω βλέπει λέγων, « Ἐπιλέλησται ὁ Θεὸς, » καὶ τὴν πρόνοιαν ἀθετῶν;
wishing to remain hidden, so that he may slay the innocent, having wounded him with his fiery darts, for they are deadly, dragging down from the life with virtue. And the phrase, "in secret places," can be construed both with the preceding saying and with that after it. Yet he cannot slay with his own darts the one who has put on the whole armour of God. Therefore he fixes his eyes upon the needy man as easy to catch, who is the same as the poor man set on fire by the pride of the impious one; and such a man he snatches through deceitful words, or even deeds, towards his own snare, wishing to devour him like a lion. And he lies in wait whenever, speaking perhaps about stewardship, he conceals the word about love of money, or even suggests a manner of licentiousness to him who wishes to be chaste; just as also to Eve through equality with God he injected the transgression. And the word, "he will bow down," shows that having turned his eye downward, he fell. How indeed does he not look downward when he says, "God has forgotten," and sets aside providence?
Ἐν τῇ ἐντολῇ τῇ δοθείσῃ ἐν τῷ παραδείσῳ ἥρπασε πτωχὸν, καὶ εἵλκυσεν ἐν τῇ παγίδι αὐτοῦ, ὥστε ἐν αὐτῇ ταπεινῶσαι τὸν ἁρπασθέντα· πάλιν ἐνεδρεύσας ἐν ἀποκρύφῳ, ἥρπασε πτωχὸν γενόμενον τὸν Ἰούδαν διὰ φιλαργυρίας, ὃν καὶ ἑλκύσας πρὸς ἑαυτὸν, ἐν ᾗ ἔκρυψε παγίδι ἐταπείνωσεν αὐτόν.
In the commandment given in paradise he snatched the poor man, and drew him into his snare, so as to humble in it the one snatched; again, having lain in wait in secret, he snatched Judas who had become poor through love of money, whom also having drawn to himself, he humbled in the snare which he hid.
Στίχος αʹ. « Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν; Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός. » Ὁ Προφήτης ὡς ἄνθρωπος ἐρωτᾷ, καὶ πυνθάνεται τοῦ Θεοῦ λέγων· « Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; » Εἶπεν δ' ἂν ὁ λόγος πρὸς αὐτὸν ἀποκρινόμενος, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν ἄγει τοὺς ἁμαρτάνοντας. Ἀφέστηκεν δὲ τῶν ἁμαρτωλῶν μακρὰν ὁ Θεὸς, τῆς ἁμαρτίας αὐτῆς διοριζούσης καὶ μακρὰν ἐλαυνούσης τοὺς ἁμαρτάνοντας, κατὰ τὸ εἰρημένον· « Αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν μεταξὺ ἐμοῦ καὶ ὑμῶν. » Ἄλλως γὰρ ὁ Θεὸς ἀεὶ τοῖς πᾶσι πάρεστιν, καὶ τὰ πάντα πληροῖ πανταχοῦ τυγχάνων. Διὸ λέλεκται ἐν προφητείαις· « Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν. » Θλιβομένων δὲ κατὰ τὸν ἐνεστῶτα βίον τῶν δικαίων καὶ ὑπὸ τῶν ἀσεβῶν καταπονουμένων, ὥσπερ μακρὰν ἀφεστὼς καταλείπεις αὐτοὺς, φησὶν, ὦ Κύριε, καὶ ὑπερορᾷς· διὸ αὔξει ἡ ὑπερηφανία τῶν ἀσεβῶν· τὸν δὲ σὸν πένητα καὶ πτωχὸν ἐμπυρίζεις, ζηλοῦντα τὸν θεοσεβῆ ζῆλον, καὶ ἔνδοθεν φλεγόμενον τὴν ψυχήν.
Verse 1. "Why, O Lord, hast Thou stood afar off, and overlookest in seasons of need, in tribulations? While the impious one prides himself, the poor man is set on fire." The Prophet as a man asks and inquires of God, saying: "Why, O Lord, hast Thou stood afar off?" And the word would say in answer to him that the goodness of God leads sinners to repentance. And God stands far off from sinners, since sin itself separates and drives sinners far away, according to what has been said: "Your sins make a separation between Me and you." For otherwise God is always present to all, and fills all things, being everywhere. Therefore it has been said in the prophecies: "I am a God drawing near, says the Lord, and not a God afar off." But when the righteous are afflicted in the present life and oppressed by the impious, as though standing afar off Thou leavest them, he says, O Lord, and overlookest them; wherefore the pride of the impious increases; and Thy needy and poor one Thou settest on fire, being zealous with godly zeal, and burning inwardly in his soul.
Στιχ. γʹ. Καὶ μάλιστα οἱ θείου πλούτου καὶ σοφίας στερούμενοι, καὶ μὴ ἀκριβεῖς ὄντες περὶ τὰ δόγματα τῆς εὐσεβείας. Οὗτοι γὰρ τοῖς τῆς σοφῆς προνοίας προσκόπτουσιν κρίμασιν, ἐπαινοῦντες τὸν ἁμαρτωλὸν ἐφ' οἷς ἐπιθυμεῖ· φανεροῦ ὄντος ὡς οὐ τῶν αἱρετῶν, ἀλλὰ τῶν ἡδέων καὶ ἐμπαθῶν ὀρέγεται ὁ ἁμαρτωλός. Πρὸς τούτοις, ἐκ τοῦ αὐτοῦ σφάλματος εὐλογίαν ἡγοῦνται τοὺς πλοῦτον καὶ δόξαν ἀνθρωπίνην καὶ πρόσκαιρον ἔχοντας, φάσκοντες τοὺς ἀδι-
Verse 3. And especially those who are deprived of divine wealth and wisdom, and are not accurate concerning the doctrines of piety. For these stumble at the judgements of wise providence, praising the sinner for the things he desires; since it is manifest that the sinner reaches out not for things worthy of choice, but for things pleasant and impassioned. In addition, from the same error they consider those who have wealth and human and temporary glory to be in blessing, asserting that the un-
PG 39:1201Read from the pageκοῦντας πρὸς Θεοῦ εὐλογεῖσθαι· ἔδει δὲ τοπάσαι ὡς ἡ τοῦ Θεοῦ εὐλογία δίδοται δικαίοις.
righteous are blessed by God; whereas they ought to have surmised that the blessing of God is given to the righteous.
Στιχ. δʹ. Εἰ καὶ ἔδοξεν μακρὰν ἀφεστάναι καὶ ὑπερορᾷν Θεὸς τοὺς θλιβομένους διὰ τὸ ταράττεσθαι ὑπὸ τῆς τοῦ ἀσεβοῦς ὑπερηφανίας, ἀλλ' οὖν πάνυ ἀγανακτεῖ κατὰ τοῦ ὑπερηφάνου σκανδαλίσαντος, καὶ ἵνα κατὰ τὴν Γραφὴν εἴπω, ἐμπυρίσαντος τὸν πτωχὸν, καὶ διὰ τὸ κακῶς κεχρῆσθαι τοῖς ὑπάρξασιν αὐτῷ τῇ Θεοῦ προνοίᾳ. Τοῦτο γὰρ ἐκ τῶν ἑξῆς λέξεων παρίσταται· εἴρηται γὰρ, « Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· » οὗτος δ' ἐστὶν ὁ ὑπερηφανευόμενος ἀσεβὴς, καὶ ἐπὶ ταῖς ἐπιθυμίαις ἑαυτοῦ ἐπαινούμενος. Εἰς τοσοῦτον δὲ παρώξυνεν τὸν Κύριον, ὡς ἐπιτεταμένην ὀργὴν γενέσθαι, ἣν αὐτὸς ἑαυτῷ ἐθησαύρισεν, κατὰ τὸ λεχθὲν, « Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. » Πλὴν εἰ καὶ πολλὴ ἡ θησαυρισθεῖσα ὑπ' αὐτοῦ ὀργὴ, ἀλλά γε οὐκ ἔσται κατὰ τὸ πλῆθος καὶ μέγεθος αὐτῆς ἐκζήτησις ἐν ἡμέρᾳ κρίσεως, δι' ἀγαθότητα τοῦ κρίνοντος Θεοῦ. Εἰ γὰρ ἐκζήτησις κατὰ τὸ πλῆθος τῆς ὀργῆς ἐγίνετο, ἄρδην ἀπώλλυντο καὶ παραυτὰ οἱ κακοί. Τοῦτ' αὐτὸ θεωρήσαντες τῷ ἀγαθότητα ἐνδεικνυμένῳ φασίν· « Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται ; »
Verse 4. Even if God seemed to stand afar off and overlook the afflicted because they are troubled by the pride of the impious one, yet He is exceedingly indignant against the proud man who has caused scandal, and, to speak according to Scripture, set the poor man on fire, and because he has ill used the things that belonged to him by the providence of God. For this is established from the words that follow; for it is said, "The sinner has provoked the Lord;" and this is the impious one who prides himself, and is praised for his desires. And to such a degree did he provoke the Lord that an intense wrath came to be, which he himself treasured up for himself, according to what was said, "According to thy hardness and impenitent heart thou treasurest up for thyself wrath in the day of wrath." Yet even if the wrath treasured up by him is great, nevertheless there will not be an inquisition according to its multitude and magnitude in the day of judgement, because of the goodness of God Who judges. For if inquisition were made according to the multitude of wrath, the wicked would perish utterly and forthwith. Contemplating this very thing, they say to Him Who displays goodness: "If Thou shouldest mark iniquities, O Lord, O Lord, who shall stand?"
Στιχ. εʹ. Πρόφασις δὲ τοῦ παροξῦναι τὸν ἁμαρτωλὸν τὸν Κύριον, τῷ μὴ πρὸ ὀφθαλμῶν καὶ ἐνώπιον αὐτὸν ἔχειν, ἐπείπερ ἀπεστράφη Θεόν· πᾶς γὰρ ἁμαρτάνων τοῦτο πράττει· διὸ φησὶν ὁ Θεὸς περὶ παντὸς τοιούτου, « Ἔστρεψαν ἐπ' ἐμὲ νῶτα αὐτῶν, καὶ οὐχὶ πρόσωπα. » Ταύτης τῆς ἀσεβείας ὁ Κάϊν πατὴρ γεγονὼς « ἐξῆλθεν ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, » ἀποστραφεὶς αὐτὸν δηλονότι. Εἰ περὶ ἀνθρώπων ἁμαρτωλῶν λέγεται ταῦτα, πολλῷ μᾶλλον καὶ περὶ διαβόλου παροξύναντος τὸν Θεὸν, καὶ οὐκ ἔχοντος αὐτὸν ἐνώπιον αὐτοῦ· μάλιστα γὰρ αἱ ἑπόμεναι λέξεις περὶ αὐτοῦ λέγονται· « Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. » Τίνος γὰρ ἀνθρώπου βεβηλοῦνται αἱ ὁδοὶ ἐν παντὶ καιρῷ, τῶν ἀσεβῶν καθηκόντως πολλὰ πολλάκις ἐπιτελούντων; Βαδίζει δὲ βεβήλως οὐκ εἰς μόνας πράξεις ἐπιλήπτους ἄγων τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπρονοησίαν ὁρίζων. Πολλοὺς γοῦν ἔπεισεν ἀπροστασίαστον τὸν κόσμον δογματίσαι, πρότερος αὐτὸς ἐκπεσὼν τῆς ὀρθῆς περὶ διοικήσεως Θεοῦ καὶ κρίσεως γνώμης. Παρίσταται τοῦτο ἐκ τοῦ λεγομένου τῷ Θεῷ περὶ αὐτοῦ· « Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει· » οὐχ ὡς πάντως τοῦτο σχήσοντος, ἀλλὰ διὰ τὸ αὐτὸν τοῦτο προτεθεῖσθαι· ψεῦδος γὰρ, τὸ κύριον αὐτὸν πάντων τῶν ἐχθρῶν αὐτοῦ εἶναι ἢ γενήσεσθαι· μάλιστα γὰρ ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἐν ἁγιότητι τέλειοι· ὧν οὐδενὸς βασιλεύει, μόνων δὲ τῶν ποιούντων τὴν ἁμαρτίαν κατακυριεύει· εἴρηται γάρ· « Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας. » Κατακυριεύεται ὑπὸ τοῦ διαβόλου τοῦ ἐνεργήσαντος ἐν αὐτῷ τὴν ἁμαρτίαν.
Verse 5. And the occasion of the sinner's provoking the Lord is by his not having Him before his eyes and in his sight, inasmuch as he has turned away from God; for everyone who sins does this; wherefore God says concerning everyone of such a sort, "They have turned their backs to Me, and not their faces." Cain, having become the father of this impiety, "went out from the face of the Lord God," having clearly turned away from Him. If these things are said concerning sinful men, much more also concerning the devil who provoked God and does not have Him before his sight; for especially the following words are said concerning him: "His ways are profaned at every season." For what man's ways are profaned at every season, since even the impious often accomplish many things fittingly? And he walks profanely not only by leading men into blameworthy deeds, but also by defining a lack of providence. At any rate, he has persuaded many to dogmatize that the world is without a guardian, having himself first fallen away from the right judgement concerning God's governance and judgement. This is established from what is said to God concerning him: "Thy judgements are taken away from his face, he shall have dominion over all his enemies;" not as though he will altogether obtain this, but because he himself has purposed this; for it is a falsehood that he is or will become lord of all his enemies; for especially his enemies are those who are perfect in holiness, over none of whom he reigns, but he has dominion only over those who commit sin; for it is said: "Everyone who commits sin is a slave of sin." He is dominated by the devil who energized the sin in him.
Στιχ. ςʹ. Κατὰ δὲ τὸ ἀκόρεστον τῆς κακίας αὐτοῦ.
Verse 6. And according to the insatiableness of his wickedness.
PG 39:1204Read from the pageἐστιν τὸ ἑξῆς ἐπιφερόμενον. « Εἶπεν γὰρ, φησὶν, Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. » Δηλοῖ τὸ ῥῆμα τῆς ἀλαζονείας αὐτοῦ θράσος ὁμοῦ καὶ ἀναισχυντίαν. Ταύτῃ τῇ φωνῇ ἐπιστήσας τις, ἑρμηνεύσει περὶ μόνων τῶν ἀνθρώπων, ἐχθρῶν αὐτοῦ κατακυριεύσειν· εἰ γὰρ ἀπὸ γενεᾶς εἰς γενεὰν εἶπεν ἐν τῇ καρδίᾳ ἄνευ κακοῦ μηδὲ πώποτε κεκλονῆσθαι, φανερὸν ὡς περὶ τῶν κατὰ διαδοχὴν ἐχόντων τὸ εἶναι μόνων ἀνθρώπων εἴρηται. Πλὴν οὐδὲ τοῦτο πάντως ἀληθές· τῶν γὰρ ἁγίων πατριαρχῶν καὶ προφητῶν καὶ ἀποστόλων οὐκ ἐκυρίευσεν· μᾶλλον γὰρ αὐτοὶ αὐτὸν ὑπὸ πόδας ἔσχον, τοῦ Ἰησοῦ τὴν ἐξουσίαν ταύτην ὀρέξαντος.
... is what is next brought forward. "For he said," he says, "I shall not be shaken from generation to generation without evil." The utterance manifests at once the boldness and the shamelessness of his arrogance. Someone attending to this saying will interpret that he will have dominion over men alone of his enemies; for if he said in his heart that from generation to generation he has never at any time been shaken without evil, it is manifest that it was spoken concerning men alone, who have their being by succession. Yet not even this is altogether true; for over the holy patriarchs and prophets and apostles he did not have dominion; rather, they held him under their feet, Jesus having granted this authority.
Στιχ. ζʹ. « Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας καὶ δόλου· ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. » Ὁ τῆς ἁγιότητος αὐτοῦ ἐκπεσὼν, τῆς ἀληθείας καὶ εὐλογίας πόῤῥω ἑαυτὸν ἀπαγαγὼν, τὸ στόμα πλῆρες ἔχει ἀρᾶς, δι' ὧν λέγει πειρώμενος ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους. Ἔχει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν δεινότητα. Διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ λόγος αὐτοῦ πλήρης ἐστὶν, στόμα αὐτοῦ καλούμενος· καὶ ἐπὶ τούτων ἐπὶ τὸ βλάψαι καὶ ἀπολέσαι προφέρει ὑπὸ τὴν γλῶσσαν αὐτοῦ· αὕτη δὲ ὁ λόγος ὁ δολερός ἐστιν, πόνος καὶ κόπος ὑπάρχει· οὐδὲν γὰρ προσηνὲς ἢ χρηστὸν, ἀλλ', εἴ τι κόπον καὶ πόνον ἐμποιοῦν, προφέρει.
Verse 7. "Whose mouth is full of cursing, and bitterness and deceit; under his tongue is toil and pain." He who has fallen from his holiness, having led himself far away from truth and blessing, has his mouth full of cursing, through the things he says attempting to bring those who are deceived under punishment and a curse. And his speech has, together with what is deceitful, great cleverness. Therefore together with cursing his speech is also full of bitterness and deceit, being called his mouth; and in addition to these, for harming and destroying, he brings forth under his tongue; and this is his deceitful speech, which is pain and toil; for he brings forth nothing gentle or good, but whatever produces toil and pain.
Στιχ. ηʹ. Διὰ πάντων βλαπτικὸς καὶ ἀπωλείας προθέμενος εἶναι αἴτιος, ἐπιλέγεται δοκοῦντας εἶναι πλουσίους ἐν λόγῳ, ψευδώνυμον λόγον ἔχοντας ἀνθρώπους· καὶ σὺν αὐτοῖς καθεζόμενος κεκρυμμένως ἐπὶ τὸ λανθάνειν τίς ἐστιν, ἐνεδρεύειν πειρᾶται ἵνα ἀθῶον ἀποκτείνῃ, τρώσας αὐτὸν τοῖς πεπυρωμένοις αὐτοῦ βέλεσιν, θανάτου γὰρ ποιητικὰ ταῦτα, κατασπῶντα ἀπὸ τῆς σὺν ἀρετῇ ζωῆς, τὸν ὑπὸ τῶν βελῶν βαλλόμενον. Στίξαι δυνατὸν καὶ οὕτως· « Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων· » μεθ' ὃ στίξαντες ἐπιφέρομεν, « ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῶον· » τὸ γὰρ ἐν ἀποκρύφοις ἀμφιβολίαν ποιοῦν, ἑκατέρως διαστέλλεται· ὅπερ ἤδη πεποιήκαμεν πρότερον, στίξαντες· « Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις· » ὕστερον οὕτως ἀναγνόντες· « Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων, ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῶον. » Πλὴν εἰ καὶ ἐνεδρεύει, πλουσίοις τοῖς προειρημένοις συγκαθήμενος ἐπὶ τῷ ἑλεῖν καὶ ἀποκτεῖναι ἀθῶον, ἀλλά γε ἐπιστατέον ὡς οὐδένα τῶν κατὰ Θεὸν σοφῶν τρῶσαι δύναται ἐνδεδυμένων τὴν πανοπλίαν Θεοῦ. Ὅθεν τοὺς ὀφθαλμοὺς εἰς τὸν πένητα ἔχει, πειθόμενος αὐτὸν ἔχειν ἁλωτὸν, τὸν αὐτὸν ὄντα τῷ ἐμπυριζομένῳ πτωχῷ ἐπὶ τῇ τοῦ ἀσεβοῦς ὑπερηφανίᾳ. Ἐνεδρεύει ἐν ἀποκρύφῳ οἷα ἄγριος λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, τοῦ ἁρπάσαι πτωχὸν διὰ λόγων ἀπατηλῶν, ἔστιν δ' ὅτε καὶ διὰ πράξεων· ὃν καὶ ἑλκύσει μετὰ τὸ ἁρπάσαι ἐν τῇ παγίδι αὐτοῦ, ἐπὶ τῷ καταφυγεῖν· θὴρ γὰρ ἄγριός ἐστι, μᾶλλον δὲ αὐτὸ τοῦτο λέων. Πολλάκις γοῦν ἐνεδρεύων, περὶ οἰκονομίας δῆθεν ὁμιλῶν, ἐγκρύπτει τὸν περὶ φιλαργυρίας λόγον· ὡς περὶ σωφροσύνης φθεγγόμενος, τρόπον ἀκολασίας ὑποβάλλει· οὕτως τὴν Εὔαν ἠπάτησεν ἐν τῷ παρα-
Verse 8. Having purposed through all things to be harmful and a cause of destruction, he chooses those who seem to be rich in speech, men having falsely named speech; and sitting with them secretly in order to remain hidden as to who he is, he tries to lie in wait so as to slay an innocent person, having wounded him with his fiery darts, for these are productive of death, dragging down from the life with virtue the one struck by the darts. It is possible to punctuate thus also: "He sits in ambush with the rich;" after which punctuation we add, "in secret places to slay the innocent;" for "in secret places," creating an ambiguity, is distinguished either way; which we have already done before, punctuating: "He sits in ambush with the rich in secret places;" and afterwards reading thus: "He sits in ambush with the rich, in secret places to slay the innocent." Yet even if he lies in wait, sitting together with the aforesaid rich in order to seize and slay the innocent, nevertheless one must understand that he cannot wound any of those who are wise according to God, who have put on the whole armour of God. Whence he fixes his eyes upon the needy man, persuading himself that he has him easy to capture, being the same as the poor man set on fire by the pride of the impious one. He lies in wait in secret like a wild lion in his den, to snatch the poor man through deceitful words, and sometimes also through deeds; whom also he will draw after snatching into his snare, to devour [lit. to flee]; for he is a wild beast, or rather this very thing, a lion. Often, therefore, lying in wait, discoursing forsooth about stewardship, he conceals the speech about love of money; as though speaking about chastity, he suggests a manner of licentiousness; thus he deceived Eve in Para-
Notes, col. 1204
On the reading
Printed καταφυγεῖν, for καταφαγεῖν.
PG 39:1205Read from the pageδείσῳ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς, ἰσοθεΐαν ὑποβάλλων· καὶ τὸν Ἰούδαν διὰ φιλαργυρίας.
dise through the transgression of the commandment, suggesting equality with God; and Judas through love of money.
Στιχ. ιʹ. Τὸ κύψαι κείμενον δηλοῖ, ὡς κάτω στρέψας τὸν ὀφθαλμὸν ἔπεσεν· πῶς γὰρ οὐ κάτω τὴν βλέψιν ἔχει ὁ ἀθετῶν πρόνοιαν διὰ τοῦ λέγειν, « Ἐπιλέλησται ὁ Θεὸς, » καὶ τὰ ἑξῆς;
Verse 10. The phrase "to bow down" as it stands shows that, having turned his eye downward, he fell; for how does he not have his gaze downward who sets aside providence by saying, "God has forgotten," and the rest?
Στιχ. ιβʹ-ιεʹ. Δυνάμενος παραχρῆμα ταπεινῶσαι τὸν ὑπερήφανον καταδυναστεύοντα τοὺς ταραττομένους ἐπὶ τῇ θρασύτητι αὐτοῦ, διὰ τί χρήσιμον βοηθῆσαι αὐτοῖς δυνάμενος, εἴασας αὐτοὺς χρόνον τινὰ θλιβῆναι; ἐφ' ᾧ γινομένῳ ἐγνώσθης οὐ μόνον καὶ τὸν ἐπ' αὐτῷ καὶ δι' αὐτοῦ πόνον κατανοῶν· γέγονε δὲ τοῦτο, ἵν' οἱ ὠφεληθέντες διὰ τῆς προσκαίρου κακώσεως, ἑκουσίως ἑαυτοὺς παραδῶσιν εἰς τὰς χεῖράς σου, πόθον λοιπὸν ἔχοντες παιδεύεσθαι καὶ ἄρχεσθαι ὑπὸ σοῦ. Σοὶ οὖν ἐγκαταλέλειπται ὁ πτωχός· σὺ τὰ περὶ τῆς σωτηρίας αὐτοῦ οἰκονομήσεις, ἵνα πλούσιον αὐτὸν ποιήσῃς ἀγαθὰ οὐρανόθεν παρασχών. Οὕτω καὶ ὀρφανῷ αὐτὸς βοηθεῖ, προϊστάμενος καὶ ἀνατρέφων αὐτὸν εἰς υἱοῦ τάξιν. Ὀρφανὸν ἐν τούτοις ἐκλαβεῖν δεῖ τὸν ποτὲ ἔχοντα τὸν πατέρα τὸν διάβολον διὰ κακίαν· νῦν δὲ αὐτὸν ἀποβαλόντα μετανοίας τρόπῳ. Ἁμαρτωλὸς δὲ τίς, καὶ πονηρὸς, μετὰ τοῦ ἄρθρου εἰρημένος, ἢ ὁ διάβολος; Τούτου ὁ βραχίων ὑπὸ Κυρίου συντρίβεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκεται ἔχουσα, ἐν τῷ ἐπιτελεῖσθαι τὸ τέλος λαβοῦσα· οὐ γὰρ οὐσία τίς ἐστιν τὸ κακὸν, ἀλλὰ ποιότης· καὶ οὕτως ἐνστήσεται τὸ ἐπὶ πᾶσι τέλος, οὗ χάριν τὰ ἄλλα πάντα γέγονεν· αὐτὸς δὲ οὐδενὸς ἕνεκα ἔστιν.
Verses 12-15. Being able immediately to humble the proud one who oppresses those who are troubled at his boldness, for what beneficial purpose, when Thou art able to help them, hast Thou suffered them to be afflicted for a time? Whereby, when it came to pass, Thou wast known not only as also observing the pain upon him and through him; and this happened in order that those who were benefited through temporary ill-treatment might willingly deliver themselves into Thy hands, having henceforth a longing to be instructed and ruled by Thee. To Thee therefore is the poor man left; Thou shalt administer the things concerning his salvation, so as to make him rich by furnishing good things from heaven. Thus He Himself also helps the orphan, standing as protector and rearing him to the rank of a son. By "orphan" in these words one must understand him who once had the devil as his father through wickedness, but now has cast him off by way of repentance. And who is "the sinner and wicked one," spoken with the article, except the devil? His arm is crushed by the Lord, and his sin when sought is not found, having received its end in being accomplished; for evil is not a certain substance, but a quality; and thus the end over all things will be established, for the sake of which all other things came to be, while it itself exists for the sake of nothing.
Στιχ. ιςʹ. « Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· » ὡς τῆς βασιλείας αὐτοῦ μὴ εἶναι τέλος. Οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ὑπὸ δύο κυρίους καὶ βασιλεῖς εἶναι. Ὅτε ἐκύριευεν καὶ ἐβασίλευεν ἡ ἁμαρτία τοῦ αὐτὴν ποιοῦντος, ὁ Θεὸς οὐ κύριος, οὐ βασιλεὺς τοῦ ἁμαρτάνοντος ἦν. Ἐπειδὴ δὲ ζητηθεῖσα ἡ ἁμαρτία ἡ βασιλεύουσα τοῦ ἐνεργοῦντος αὐτὴν οὐχ εὑρέθη, « Κύριος εἰς τὸν αἰῶνα βασιλεύει καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. » Γῆ τοῦ Θεοῦ ἡ ἀγαθὴ καρδία εἴρηται· ἐκ ταύτης τῆς γῆς ἔθνη ἀπόλλυνται, ὅτ' ἂν ἐκβληθῇ πᾶν ἐνθύμημα φαῦλον καὶ λογισμὸς πονηρός· ἔθνη γὰρ τὰ φαῦλα ἐνθυμήματα καὶ λογισμοὶ, εὐεργεσίᾳ Θεοῦ ἀπολλύμενα. Εἰ δὲ καὶ τὴν τῶν πραέων γῆν δηλοῦσθαί τις βούλεται (Κυρίου γὰρ καὶ αὐτὴ), ἀπόλλυνται ἐκ τῆς γῆς ταύτης ἔθνη· πᾶς γὰρ ὁ ἁμαρτάνων οὐκ ἐπιτρεπόμενος εἰς αὐτὴν ἀναβῆναι· μόνοι γὰρ ἅγιοι κληρονομήσουσιν αὐτήν. Εἴρηται γὰρ πρός τινος ἁγίου, « Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων· » καὶ πρὸς ἄλλον ὁ Θεὸς εἶπεν· « Ἀναβιβάσω σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς. »
Verse 16. "The Lord shall reign for ever, and for ever and ever;" so that there is no end of His kingdom. For it is not possible for the same person to be under two lords and kings. When sin reigned as lord and king over the one who commits it, God was not lord, not king of the one who sins. But since the sin that reigned as king over the one who energizes it, when sought, was not found, "The Lord reigns for ever and for ever and ever; ye shall perish, O nations, out of His land." A good heart is called God's land; out of this land nations perish, whenever every base thought and wicked reasoning is cast out; for base thoughts and reasonings are nations, perishing by the beneficence of God. And if someone also wishes the land of the meek to be signified (for this too is the Lord's), nations perish out of this land; for everyone who sins is not permitted to go up into it; for only the saints shall inherit it. For it was said by a certain saint, "I believe to see the good things of the Lord in the land of the living;" and to another God said: "I will bring thee up upon the good things of the land."
Στιχ. ιζʹ. « Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. » Ἐπιθυμία τῶν πενήτων ὑπῆρχεν τὸ πεσεῖν τὸν τυραννικῶς κατακυριεύσαντα αὐτῶν. Ἐπεὶ οὖν ὑπῆρκται αὕτη, συντριβέντος τοῦ βραχίο-
Verse 17. "The desire of the needy Thou hast heard, O Lord; Thine ear has attended to the preparation of their heart." The desire of the needy was that he who tyrannically domineered over them should fall. Since therefore this has begun, the arm being crushed
PG 39:1208Read from the pageνος τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, εἰκότως Θεῷ τῷ τὰς καρδίας ἐπισταμένῳ καὶ τὸ κρυπτὸν εἰδότι, ἡ ἐπιθυμία αὐτῶν πεφανέρωται, ἐνεργὴς οὖσα προσευχή. Εἰσήκουσεν δὲ αὐτῶν ὁ Κύριος, προσχόντος τοῦ ὠτὸς αὐτοῦ τῇ ἑτοιμασίᾳ τοῦ ἡγεμονικοῦ αὐτῶν. Πῶς γὰρ οὐχ ἕτοιμον τὴν καρδίαν εἶχον πρὸς τὸ σωθῆναι οἱ τῶν προλεχθέντων ἔχοντες ἐπιθυμίαν, καὶ ἕτοιμον ἑαυτῶν ποιοῦντες τὴν ψυχὴν εἰς τὴν ἐπηγγελμένην αὐτοῖς βασιλείαν τοῦ Θεοῦ;
of the sinner and wicked one, reasonably to God Who knows hearts and sees what is hidden, their desire has been made manifest, being an effective prayer. And the Lord heard them, His ear attending to the preparation of their governing part. For how did they not have their heart prepared for being saved, who had the desire of the things said before, and made their soul ready for the kingdom of God promised to them?
Στιχ. ιηʹ. Διχῶς καὶ ἐνταῦθα τὸν ἄνθρωπον ἐκληπτέον, εἴς τε τὸ θνητὸν λογικὸν ζῶον ἀλαζονευόμενον, καὶ εἰς τὸν λέγοντα διάβολον· « Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. » Οὐ γὰρ ἔτι μεγαλαυχήσει συντριβόμενος ὑπὸ τοὺς πόδας τῶν ἁγίων πατούντων αὐτοῦ τὴν δύναμιν, Ἰησοῦ τοῦτο χαρισαμένου.
Verse 18. In two ways here also "man" must be understood, both of the mortal rational animal that boasts, and of the devil who says: "I will take the whole inhabited world in my hand, and there is none who shall escape me, or gainsay me." For he shall no longer boast, being crushed under the feet of the saints who tread upon his power, Jesus having granted this.
Στίχος αʹ. « Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου, » κ. τ. λ. « Ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, » καὶ τὰ ἑξῆς. Ἐφ' οἷς εἰρημένοις παρορμᾷ τὴν ψυχὴν ἑαυτοῦ μετεωρισθῆναι δίκην στρουθίου πτεροῖς ἀρετῆς, ἵνα περάσας ἐπὶ τὰ ὕψος ἔχοντα ὄρη πνευματικὰ, ἀβλαβὴς διαμείνῃ. Ὅπως δ' ἂν ἔχῃ τὰ τῆς διαστολῆς τοῦ ἀναγνώσματος, πεποιθέναι ἐπὶ Κύριον προσήκει.
Verse 1. "In the Lord I have trusted; how will ye say to my soul," etc. "Behold, the sinners have bent the bow, they have prepared arrows in the quiver," and the rest. Upon which things spoken, he urges his own soul to soar aloft like a sparrow on the wings of virtue, so that having passed over to the spiritual mountains that have height, he may remain unharmed. However the punctuation of the reading may stand, it is fitting to trust in the Lord.
Στ. γʹ. Κατὰ θεωρίαν δὲ, πολλῶν σοφιστικῶς παρεσκευασμένων ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, ὡς ἤδη τὸ ἡγεμονικὸν ἔχειν τεταμένον, δι' ἑτοιμασίαν τόξῳ ἐντεταμένῳ ἐοικός. Ἀλλὰ καὶ βέλη ἕτοιμα, λόγοι δὴ πιθανοί· ταῦτα πρὸς τὸ κατατοξεῦσαί σε. Ἔχεις διατριβὴν ἐν ὑψηλοῖς ὄρεσιν· ἐνταῦθα γενομένη οὐ τρωθήσῃ. Εἴρηται δὲ ὡς τὰ θειότερα τῶν Γραφῶν νοήματα τῇ τῶν ὀρῶν προσηγορίᾳ σημαίνεται. Πρὸς τούτοις καὶ οἱ σοφοὶ διδάσκαλοι ἀπόστολοι καὶ προφῆται, δυνατὸν ὑπὸ τοῦ Πνεύματος εἰρημένον ἐκλαβεῖν τὸ, « Μετανάστευε ἐπὶ τὰ ὄρη ὡς στρουθίον, » προτρεπομένου ἀναχωρεῖν, τὴν διαδρᾶναι θέλοντα τὴν ἰοβόλον τρῶσιν τῶν τοξοτῶν. Εἰ δὲ καὶ ἀόρατοι δυνάμεις αἱ αὐταὶ οὖσαι, ἢ συγγενεῖς τοῖς τοξόταις, λέγοιεν τὸ, « Μετανάστευε ἐπὶ τὰ ὄρη ὡς στρουθίον, » χλευαστικῶς αὐτὸ εἰρημένον ἐκληψόμεθα, ὑποδηλῶσαι θελόντων τοὺς ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεὸν πεποιθότας. Εἶτ' ἐπεὶ σκότους υἱοὶ καὶ νυκτός εἰσιν οἱ πρὸς τὸ οὕτως σοφιστεύειν παρεσκευασμένοι, τοξόται ἐν ἀφεγγεῖ νυκτὶ κατατοξεύειν προτέθεινται τοὺς εὐθεῖαν καρδίαν ἔχοντας.
Verse 3. And according to contemplation, many visible and invisible enemies being sophistically prepared, so as already to have their governing part strained, through readiness resembling a bent bow. Moreover, arrows too are ready, namely persuasive words; these are for shooting you down. You have your dwelling on high mountains; having come there you shall not be wounded. And it has been said that the more divine meanings of the Scriptures are signified by the appellation of "mountains." In addition, also the wise teachers, apostles and prophets—it is possible to understand the saying, "Flee to the mountains like a sparrow," as spoken by the Spirit, exhorting him who wishes to escape the venomous wound of the archers to withdraw. But if also invisible powers, being the same or akin to the archers, should say, "Flee to the mountains like a sparrow," we shall understand it as spoken mockingly, wishing to indicate those who with all their heart trust in God. Then, since those who are prepared to play the sophist thus are sons of darkness and of night, archers in a moonless night purpose to shoot down those who have an upright heart.
Στιχ. εʹ. Εἰ ἢ περὶ τοῦ Πατρὸς, ἢ καὶ αὐτοῦ τοῦ Σωτῆρος πρὸ τῆς ἐνανθρωπήσεως, ναὸν ἅγιον αὐτοῦ ἐκληπτέον τὴν περὶ αὐτοῦ ἁγίαν καὶ οὐράνιον νόησιν, ᾧ ἐν ναῷ ἁγίῳ καὶ τὸν θρόνον ἔχει ἐν οὐρανῷ θεϊκῶς καὶ ἐπουρανίως βασιλεύων. Ἐσημειωσάμεθα καὶ ἐν τοῖς πρότερον ἀντὶ βασιλείας τὸν θρόνον λαμβάνεσθαι. Αἱ δὲ ἐποπτικαὶ καὶ ἔφοροι τοῦ Θεοῦ δυνάμεις, ὀφθαλμοὶ αὐτοῦ καλούμεναι, πρὸς τὸν πένητα γινόμεναι, φρουροῦσιν αὐτὸν ἀβλαβῆ. Τούτων περὶ αὐτὸν οἰκονομηθέντων, τὰ βλέφαρα τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐξετάζει τὰς πράξεις καὶ τοὺς λογισμοὺς τῶν
Verse 5. If [spoken] either concerning the Father, or also of the Saviour Himself before the incarnation, one must understand as His holy temple the holy and heavenly thought concerning Him, in which holy temple He also has His throne in heaven, reigning divinely and heavenly. We also noted in what went before that "throne" is taken instead of "kingdom." And the overseeing and guardian powers of God, called His eyes, coming to the needy man, guard him unharmed. When these things have been ordered about him, the eyelids of the eyes of God examine the deeds and the thoughts of
Notes, col. 1208
PG 39:1209Read from the pageἀνθρώπων. Ἐκ τούτου παρίσταται τοῦ κριτοῦ τὸ φιλάνθρωπον. Εἰ γὰρ ὀφθαλμοῖς ἐξήταζεν καὶ βλεφάροις, ἀνύποιστος ἦν ἀνθρώποις ἡ κρίσις· τῷ δὲ τοῖς βλεφάροις ἑαυτοῦ ἐξετάζειν τὰ κατ' αὐτοὺς, οὐ παρατηρεῖται πάντα τὰ ἁμαρτήματα τῶν κρινομένων, οὐδὲ οἵου μεγέθους ὑπάρχει ταῦτα. Εὖ δὲ καὶ τὸ εἰπεῖν, τοὺς μὲν ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὴν εὐεργετούμενον εἶναι, κἂν εἷς πένης ὑπάρχῃ· τὰ δὲ βλέφαρα ἐπὶ τοὺς πολλοὺς ἀνθρώπων υἱοὺς, ἵν' αἱ μὲν εὐεργεσίαι δαψιλῶς παῤῥησίᾳ ἐπιτελῶνται· αἱ δὲ κολάσεις πολὺ τὸ κεκρυμμένον ἔχουσι περὶ Θεοῦ. Καὶ ταῦτα λέξει διανοούμενα, οὐδὲν αἰσθητὸν βλέφαρον ἢ ἕτερόν τι τοιοῦτον ἐμφαίνουσιν· ὅθεν καὶ ταῦτα θεοπρεπῶς νοητέον.
men. From this is shown the philanthropy of the Judge. For if He were to examine with eyes and eyelids, the judgement would be unbearable for men; but by examining their affairs with His eyelids, not all the sins of those being judged are closely watched, nor of what magnitude they are. And well also was it said that His eyes are upon the one who is benefited, even though he be one poor man; while His eyelids are upon the many sons of men, in order that His benefits may be accomplished bountifully with openness, whereas punishments have much that is hidden concerning God. And these things, understood in speech, indicate no sensible eyelid or anything else of the sort; whence these things also must be understood in a manner befitting God.
Στιχ. ςʹ. « Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. » Ὁ Χριστός ἐστιν οὗ τῷ βήματι φανερωθῆναι πάντας δεῖ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. Εἰπὼν δὲ ὑπὸ Κυρίου ἐξέτασιν γινομένην τοῦ δικαίου καὶ τοῦ ἀσεβοῦς, ἐπιφέρει, ὡς μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ τὴν κακίαν, οὖσαν ἀδικίαν, ἀγαπῶν, ποιῶν αὐτὴν κολαστέαν, διὰ τοῦ ἁμαρτάνειν· ᾧ ἐναντίον ποιεῖ ὁ δικαίως ἐνεργῶν, ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ, καὶ τὸν πλησίον ὡς ἑαυτὸν, ὁ εἰς ἀρετὴν αὐτὸν ἄγων. Οὐ μάχεται τὸ, « Δίκαιος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, » τῷ μὴ ἀνίστασθαι ἀσεβεῖς ἐν κρίσει· τὸ μὲν γὰρ τοὺς πάντῃ ἀθέους σημαίνει· τὸ δὲ, τοὺς διὰ τὸ ἁμαρτάνειν καταφρονοῦντας Θεοῦ. Πλέονες γὰρ Γραφαὶ δηλοῦσι τοῦτο, μάλιστα ἡ λέγουσα, « Ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής ; » ἐν Γενέσει.
Verse 6. "The Lord examines the righteous and the impious." It is Christ before Whose judgement-seat all must be made manifest, that each may receive the things [done] through the body according to what he has done, whether good or bad. And having said that an examination of the righteous and the impious is made by the Lord, he adds that he hates his own soul who loves wickedness, which is unrighteousness, making it liable to punishment through sinning; the opposite of which he does who acts righteously, loving his own soul and his neighbour as himself, who leads himself to virtue. The saying, "The Righteous One examines the righteous and the impious," does not conflict with the impious not rising up in the judgement; for the one signifies those who are altogether godless, while the other signifies those who despise God through sinning. For more Scriptures show this, especially that which says, "Shall the righteous be as the impious?" in Genesis.
Στιχ. ζʹ. « Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· » τοῦτ' ἔστι κολάσεις παγιδευούσας, καὶ ἐντὸς ἀρκύων ποιούσας τοὺς ἀγρευομένους· εἰ μὴ ἄρα τὸ παραδίδοσθαι αὐτοὺς ὑπ' αὐτοῦ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν τοῦτο δηλοῖ, καὶ πάθεσιν ἀτιμίας, καὶ ἀδοκίμῳ νῷ. Καὶ ὅρα εἰ μὴ διὰ τοῦτο ἐπιβρέξει, ἀλλ' οὐ βρέξει παγίδας, εἴρηται· ἤδη γὰρ παγιδευθεῖσιν ὑφ' ἑαυτῶν ἐπιβρέχονται παγίδες. Τοῦτο δηλοῦται καὶ ἐκ τοῦ· « Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. » Ἐφαρμόσεις πρὸς ἑκατέρας τὰς ἀποδόσεις τὸ οὕτω γεγραμμένον ἐν Παροιμίαις πρὸς τοὺς σκολιούς· « Σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ Θεός. » Πρὸς μὲν γὰρ τὴν προτέραν ἀπόδοσιν, κολάσεις εἶεν αἱ σκολιαὶ ὁδοὶ τοῖς διὰ κακίαν σκολιοῖς γεγενημένοις ἐκπεμπόμεναι· πρὸς δὲ τὴν ἑτέραν, αἱ παραδόσεις εἰσὶν αἷς παραδίδονται οἱ ἑκουσίως ἁμαρτάνοντες· αἳ δηλοῦνται διὰ τῶν παθῶν τῆς ἀτιμίας, καὶ τῶν κατηριθμημένων.
Verse 7. "He shall rain snares upon sinners:" that is, punishments that ensnare and bring those who are hunted within nets; unless indeed this signifies their being given over by Him to the desires of their hearts, and to passions of dishonour, and to a reprobate mind. And see whether on this account it is said "He shall rain upon" [epibrexei], and not "He shall rain" [brexei] snares; for upon those already ensnared by themselves snares are rained down upon them. This is also shown from the saying: "And those who turn aside into crooked ways the Lord shall lead away with the workers of iniquity." You will apply to both interpretations what is thus written in Proverbs concerning the crooked: "Crooked ways God will send forth." For according to the former interpretation, the crooked ways would be punishments sent forth upon those who have become crooked through wickedness; while according to the other, they are the handings-over to which those who willingly sin are handed over; which are signified through the passions of dishonour, and the things enumerated.
Στιχ. ηʹ. « Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. » Αἱ ἐπίπονοι ἀνταποδόσεις δηλοῦνται πολλάκις ἐν τῇ Γραφῇ ὀνόματι τοῦ ποτηρίου· ὡς ἐν Ἠσαΐᾳ· « Ἐξεγείρου, ἐξεγείρου, Ἰερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον τῆς πτώσεως, τὸ
Verse 8. "Fire and brimstone and a spirit of tempest is the portion of their cup." Painful requitals are often signified in Scripture by the name of the cup; as in Isaiah: "Awake, awake, Jerusalem, who hast drunk the cup of falling, the
Notes, col. 1209