Migne Reading Room

PG 39 · cols. 1188–1197 · Read from the page

from the Catenae

from the Catenae

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1188Read from the page
διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. ›
has passed through it, and he shall not be, and he shall no longer know his place.›
Στ. ηʹ. Ὅρα τὴν ἀκολουθίαν· οὐ καθάπαξ πάντων θνητῶν ζώων ἄρχειν τέθειται, ἀλλὰ τῶν ἡμέρων· οὐ γὰρ κρατεῖ μονοκέρωτος, οὐδὲ τῶν ἄλλων ἰσχυρῶν τε καὶ ἀγρίων παρίσταται ὡς ἡμέρων ἄρχειν, ἐκ τοῦ· ‹ Πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, › καὶ τὰ ἑξῆς. Νομίζω τοῦτο καλῶς εἰρῆσθαι· πρὸ γὰρ τῆς παραβάσεως, καὶ τούτων ἦρχεν ὁ ἄνθρωπος· οἱ δίκαιοι δὲ καὶ τούτων μετὰ τὴν παράβασιν ἄρχουσιν· ὡς Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων βληθεὶς, καὶ μηδεμίαν ἐξ αὐτῶν ὑποστὰς βλάβην· καὶ ὁ Παῦλος τὴν ἔχιδναν τῆς ἑαυτοῦ χειρὸς ἐκτινάξας ἐπὶ τὴν πυράν· θῆρες γὰρ ἄγριοι, φησὶν, εἰρηνεύσουσίν σοι. Πρὸς δὲ τούτοις διὰ τῶν κτηνῶν τοῦ πεδίου περιείληπται καὶ τὰ θηρία, ὡς ἐν τῇ γενέσει μεμαθήκαμεν.
Verse 8. Observe the sequence: he is not appointed to rule over all mortal animals whatsoever, but over the tame ones; for he does not master the unicorn, nor is it set forth that he rules over the other strong and wild beasts as over tame ones, from the words: ‹Sheep and all oxen, yea, and the cattle of the field,› and so forth. I think this is well said; for before the transgression, man ruled over these also; and the righteous rule over these even after the transgression, as Daniel when cast into the den of lions and suffering no harm from them, and Paul when he shook off the viper from his hand into the fire; for wild beasts, it says, shall be at peace with thee. Moreover, under the cattle of the field the wild beasts are also included, as we have learned in Genesis.
Στ. ιʹ. ‹ Ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! › Ἔπρεπεν τὴν ἐπὶ ἀναστάσει τοῦ Σωτῆρος λεγομένην ᾠδὴν ὅμοιον ἔχειν τῇ ἀρχῇ τὸ τέλος· καὶ γὰρ ἀρχόμενος καὶ λήγων, τῇ αὐτῇ κέχρηται λέξει, διδάσκοντος τοῦ Πνεύματος, τὴν ἀρχὴν τῷ τέλει καθ' ὑποκείμενον εἶναι. Συνᾴδει τὸ, ‹ Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! › καὶ τὸ, ‹ Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. ›
Verse 10. ‹O Lord our Lord, how wonderful is Thy name in all the earth!› It was fitting that the song spoken upon the resurrection of the Saviour should have an end like its beginning; for both beginning and ending, he uses the same phrase, the Spirit teaching that the beginning is in substance one with the end. The saying, ‹How wonderful is Thy name in all the earth!› agrees with, ‹Let all the earth worship Thee and sing psalms unto Thee.›
Στ. αʹ. Ἐν πολλοῖς δὲ τῆς Γραφῆς ἀορίστως εἴρηται· μὴ προσκειμένου δὲ τοῦ, τίνος ὁ υἱὸς ὑπάρχει, φανερὸν ὅτι ὁ Σωτήρ ἐστιν, δηλούμενος πολλαχοῦ οὕτως ὀνομαζόμενος. Ἐν γοῦν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ ὁ Παῦλος, ‹ Χριστὸς, εἶπεν, ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. › Καὶ πάλιν· ‹ Ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. › Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ περὶ ἑαυτοῦ ἐν Εὐαγγελίῳ· ‹ Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε. › Εὖ δὲ καὶ τὸ εἰς τέλος, ἀναφορὰν ἔχει πρὸς τὴν προκειμένην ἐπινίκιον ᾠδήν· τοῦ γὰρ τέλους ἐκείνου χάριν ἐπεδήμησεν ὁ Σωτήρ· περὶ οὗ ὁ πρόκριτος τῶν ἀποστόλων γράφει· ‹ Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν· περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται. › Καὶ μετ' ὀλίγα· ‹ Προμαρτυράμενοι τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. › Ἴσως Ἰουδαῖοι περὶ τοῦ Ἀβεσσαλὼμ ὄντος υἱοῦ τοῦ Ψάλλοντος ἐροῦσιν τὴν ἐπιγραφὴν εἶναι, ἐλεγχόμενοι ὡς οὐ καλῶς αὐτὴν ἐξειλήφασιν, ἅτε διὰ πάντων ἐσφαλμένοι τῷ μὴ ἐρευνᾷν τὰς Γραφάς. Τί γὰρ καὶ πειθανὸν εἰπεῖν ἔχουσιν εἰς τὸ, ‹ περὶ τῶν κρυφίων; › εἰ μὴ ἄρα περὶ τῶν κρύβδην γενομένων σκέψεων τοῦ Ἀβεσσαλὼμ ἐροῦσιν τὰ ‹ ὑπὲρ τῶν κρυφίων › κεῖσθαι· ἔχει δὲ πολλὴν εὐήθειαν τὸ λεγόμενον ὑπ' αὐτῶν.
Verse 1. In many places of Scripture it is spoken indefinitely; and when it is not added whose son he is, it is plain that it is the Saviour, being signified as one who is in many places thus named. At any rate, in the Epistle to the Hebrews Paul said, ‹Christ as a Son over His own house, whose house are we.› And again: ‹In the last of these days He hath spoken unto us in a Son.› And the Saviour Himself concerning Himself in the Gospel: ‹If therefore the Son shall make you free, ye shall be free.› Well too does ‹unto the end› have reference to the present song of victory; for on account of that end the Saviour sojourned among us, concerning whom the foremost of the apostles writes: ‹Receiving the end of your faith, the salvation of your souls; concerning which salvation the prophets inquired and searched diligently.› And shortly after: ‹Testifying beforehand the sufferings unto Christ and the glories after these.› Perhaps the Jews will say that the inscription is concerning Absalom, who was the son of the Psalmist, being refuted as not having understood it rightly, inasmuch as they err in everything by not searching the Scriptures. For what plausible thing have they to say to ‹concerning the hidden things›? Unless indeed they will say that ‹for the hidden things› is set down concerning the secret counsels of Absalom; yet what is said by them has much foolishness.
Στ. βʹ, εʹ. (Θεοδωρήτου, ὁμοῦ Ὠριγένους, καὶ Διδύμου.) Τῶν τελείων ἴδιον τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν, καὶ πᾶσαν αὐτῷ καθιεροῦν τὴν
Verses 2, 5. (Of Theodoret, together with Origen, and of Didymus.) It is peculiar to the perfect to dedicate the whole heart to God, and to consecrate to Him the whole
Notes, col. 1188

On the reading

Printed πειθανὸν, for πιθανὸν.

PG 39:1189Read from the page
διάνοιαν· ‹ Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεως σου. › Ὁ δὲ μὴ οὕτω διακείμενος, οὐ δύναται εἰπεῖν ἀληθεύων, ‹ Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. › Ὁ δὲ προφήτης, πνευματικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προειδὼς, οὐκ ἐξομολογεῖται μόνον ‹ ἐν ὅλῃ καρδίᾳ, › ἀλλὰ καὶ διηγεῖται αὐτοῦ ‹ πάντα τὰ θαυμάσια, › κοινωνοὺς τοὺς ἀκούοντας τῆς ὑμνῳδίας ποιούμενος. Ἀνατραπέντων γὰρ τῶν ἐχθρῶν μου ὀπίσω μου καὶ ἀπολομένων ἐκ προσώπου σου, τὰς σὰς ᾄδων εὐεργεσίας διατελῶ· καὶ ‹ εὐφραινόμενος ἐν σοὶ › τῷ Θεῷ μου, ἔχων χαρὰν τὸν καρπὸν τοῦ πνεύματος· ‹ καὶ ψαλῶ τῷ ὀνόματί σου › ὑψηλῶς καὶ ἐπηρμένως θεωρήσας ἃ διηγοῦμαι θαυμάσιά σου. Ταῦτα δὲ ὁ προφήτης ὑπὲρ τῆς ἀνθρωπείας διεξέρχεται φύσεως, ἅτε δὴ τοῦ ἀλάστορος ἀπαλλαγείσης, καὶ τὴν ἐλευθερίαν διὰ τῆς θείας φύσεως δεξαμένης. Οὐ γὰρ ὡς τινες ὑπέλαβον ἐξ αὐτοῦ τοῦ Σωτῆρος οὗτος εἴρηται ὁ ψαλμὸς, ἀλλὰ μᾶλλον πρὸς αὐτὸν ὡς πρὸς εὐεργέτην ὑπὸ τῶν εὖ πεπονθότων, ὡς αὐτὰ διδάξει τὰ ῥήματα, ‹ Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. › Τίνα τρόπον; ‹ Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. › Καὶ ψῆφον ὁποίαν ἐξήνεγκεν; ‹ Ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. › Οὐ γὰρ ἠνέσχου, φησὶν, ἐπὶ πλεῖστον περιϊδεῖν τῶν ἀνθρώπων τὴν φύσιν ὑπὸ τοῦ πικροῦ τυράννου δουλουμένην κακῶς· ἀλλ' οἷόν τις δικαστὴς ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ φοβεροῦ βήματος προκαθίσας, τοιαύτην αὐτῷ τιμωρίαν ἐπήνεγκας· ὥστε λήθῃ παντελεῖ τούτου παραδοθῆναι τὴν μνήμην. Τὸ δὲ, ‹ Ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβὴς, › ταύτην ἔχει τὴν διάνοιαν· Διὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν μετ' ἐκείνους τῶν τῆς ἀληθείας κηρύκων, προσήνεγκεν τοῖς ἔθνεσιν τὰ θεῖα διδάγματα· ἐκείνων δὲ δεξαμένων, καὶ τῆς πλάνης ἀπαλλαγέντων, ἀπώλετο ἀσεβὴς, τοὺς ἀπατωμένους καὶ προσκυνοῦντας οὐκ ἔχων. Οὕτω Βαρνάβας καὶ Παῦλος θῦσαι πειραθεῖσι Λυκάοσιν ἐπετίμησαν βοῶντες· ‹ Τί ποιεῖτε, ἄνδρες; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων πρὸς τὸν Θεὸν ὑμᾶς ἐπιστρέφοντες. › Οὕτω Γαλάταις ὁ μακάριος ἐπετίμησεν Παῦλος βοῶν· ‹ Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος; › Οὕτω Κορινθίοις· ‹ Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται; › — ‹ Ἐπετίμησας › τοίνυν ‹ ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβὴς, τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. › παντελεῖ παρεδόθησαν ὡς μηδένα τῶν νῦν ἀνθρώπων
mind: ‹For thou shalt love,› it says, ‹the Lord thy God with all thy heart, and with all thy soul, and with all thy strength.› He who is not thus disposed cannot say truthfully, ‹I will confess unto Thee, O Lord, with my whole heart.› But the prophet, foreseeing with spiritual eyes the things to come, not only confesses ‹with his whole heart,› but also declares ‹all His wondrous works,› making his hearers partakers in the hymnody. For when my enemies are turned back behind me and perish from Thy face, I continue singing of Thy benefactions; and ‹rejoicing in Thee› my God, having joy as the fruit of the spirit; ‹and I will sing psalms to Thy name› having contemplated on high and loftily Thy wondrous works which I declare. And the prophet goes through these things on behalf of human nature, inasmuch as it has been delivered from the avenging demon and has received freedom through the divine nature. For this psalm is not spoken by the Saviour Himself, as some supposed, but rather to Him as to a benefactor by those who have received good, as the very words will teach: ‹Because Thou hast executed my judgement and my cause.› In what manner? ‹Thou hast sat upon a throne, Thou Who judgest righteousness.› And what sentence did He pronounce? ‹Thou hast rebuked the nations, and the ungodly has perished; his name Thou hast blotted out for ever, and unto ages of ages.› For Thou didst not endure, he says, to overlook for very long the nature of men being evilly enslaved by the bitter tyrant; but like some judge presiding upon a lofty throne and fearful judgement-seat, Thou didst inflict such a punishment upon him that his memory was given over to utter oblivion. And the saying, ‹Thou hast rebuked the nations, and the ungodly has perished,› has this sense: Through the sacred apostles, and the heralds of the truth after them, He brought the divine teachings to the nations; and when they received them and were delivered from error, the ungodly one perished, having none deceived and worshipping him. Thus Barnabas and Paul rebuked the Lycaonians who attempted to sacrifice, crying: ‹Why do ye these things, sirs? We also are men of like passions with you, turning you from these vain things unto God.› Thus blessed Paul rebuked the Galatians, crying: ‹O foolish Galatians, who hath bewitched you, before whose eyes Jesus Christ was openly set forth crucified?› Thus to the Corinthians: ‹Is fornication at all heard of among you, such as is not even named among the nations?› — ‹Thou hast rebuked,› therefore, ‹the nations, and the ungodly has perished; his name Thou hast blotted out for ever, and unto ages of ages.› [Full-width continuation line:] they were given over to utter [oblivion] so that none of the men of today
Στ. ςʹ. Ἡ τοιαύτη κάθισις κριτὴν αὐτὸν σημαίνει, ἀλλ' οὐ τὸ ἐπί τινος καθέδρας ἱδρῦσθαι. Ἐπίστησον, εἰ χώραν ἔχει ἔτι εἰπεῖν, ἐπιτιμηθέντων τῶν ἐθνῶν, ἀπόλλυσθαι ἀσεβῆ τὸν ἄθεον τρόπον αὐτῶν, ὥστε μηκέτι χρηματίζειν αὐτούς. Συμβήσεται δὲ τοῦτο, πλη-
Verse 6. Such sitting signifies Him to be a judge, and not to be seated upon some chair. Consider whether it has place further to say that, when the nations are rebuked, their ungodly, godless way perishes, so that they no longer bear that name. And this will come to pass, when
Notes, col. 1189

On the reading

Printed δυνάμεως σου, for δυνάμεώς σου.

PG 39:1192Read from the page
ρουμένου τοῦ πρότερον εἰρημένου, ἔχοντος οὕτως· ‹ Ὁδὸς ἀσεβῶν ἀπωλεῖται. ›
what was said before is fulfilled, which runs thus: ‹The way of the ungodly shall perish.›
Ὠριγένους καὶ Διδύμου. Τὸ ἐπετίμησας διόρθωσιν σημαίνει· ὅπερ δῆλον ἐκ τοῦ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· δηλοῦται γὰρ ὅτι ἐπ' ὠφελείᾳ ἐστὶν ἡ ἐπιτιμία.
Of Origen and Didymus. ‹Thou hast rebuked› signifies correction; which is plain from ‹reprove, rebuke, exhort›; for it is shown that the rebuke is for benefit.
Στ. ζʹ. Ῥομφαῖαι δὲ τοῦ ἐχθροῦ εἶεν ἂν ἴσως αἱ αἱρετικαὶ διδασκαλίαι, καὶ αἱ κατ' εἶδος κακίαι, αἵ τινες ἐξέλιπον, ὡς μηκέτι δύνασθαι ὑπεραγωνίζεσθαι ὧν εἶχον πόλεων, καὶ αὗται καθαιρεθήσονται· ἀθροίσματα δὲ αἱ πόλεις παρανόμως συστᾶσαι καὶ διοικούμεναι· γέγραπται γὰρ περὶ τοῦ ἱδρυσαμένου αὐτὰς ὡς ‹ εἴη οἰκοδομῶν πόλεις ἐν αἵμασιν, καὶ ἑτοιμάζων πόλεις ἐν ἀδικίαις· › ἡ γὰρ ὕλη αὐτῶν ἀδικήματα, καὶ ἔκχυσις αἱμάτων τῶν σκανδαλιζομένων ἐστίν. Ταύτας καθαιρεῖ ἐπιδημήσας ὁ Σωτὴρ, καθελὼν τὸν ἐχθρὸν τυραννικῶς κρατεῖν θέλοντα, ὧν ᾤετο ἐσχηκέναι πόλεων. Οἱ ταύτην τὴν ἀνδραγαθίαν ὄμματι θείῳ θεασάμενοι εὐφημοῦντες τὸν ἀριστέα φασὶν, ὡς ἐκ μιᾶς φωνῆς τὴν χαριστήριον προφέροντες φωνὴν, ἀρχόμενοι ὧδε· ‹ Κύριε, ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου· ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Γένοιτο, Κύριε, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλις τῶν ἀσεβῶν εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. › Ἐπίστησον εἰ σημαίνει τὸ ἀνέγερτον πτῶμα τῆς Ἱερουσαλὴμ, τοῦ Σωτῆρος ἐν αὐτῇ σταυρωθέντος, τῶν πολιτῶν αὐτῆς ὄντων λοιπὸν ἀσεβῶν διὰ τὴν Κυριοκτονίαν. Τὸ ‹ μετ' ἤχους, › ἀντὶ τοῦ, οὐ σὺν ἐρημίᾳ ἀλαλαγμοῦ νικησάντων τὸ κατόρθωμα ὑπῆρκται.
Verse 7. The swords of the enemy may perhaps be the heretical teachings and the particular forms of wickedness, which have failed so as no longer to be able to fight for the cities which they held, and these too shall be pulled down; and the cities are gatherings unlawfully constituted and governed; for it is written concerning him who founded them that he was ‹building cities in blood, and preparing cities in unrighteousness;› for their material is unrighteous deeds and the shedding of the blood of those who are scandalized. These the Saviour pulls down by His coming, having overthrown the enemy who wished to rule tyrannically over the cities which he supposed he possessed. Those who behold this valiant deed with a divine eye, praising the champion, speak as with one voice, uttering the thanksgiving cry, beginning thus: ‹O Lord, my God, I will glorify Thee, I will sing unto Thy name; for Thou hast done wondrous things, an ancient true counsel. So be it, O Lord, because Thou hast made cities into a mound, the city of the ungodly shall never be built again.› Consider whether it signifies the irreparable fall of Jerusalem, after the Saviour was crucified in it, its citizens being henceforth ungodly on account of the slaying of the Lord. The phrase ‹with a sound› stands for, the achievement has been begun not in the absence of a shout of victory.
Στ. ηʹ. ‹ Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· κρινεῖ λαοὺς ἐν εὐθύτητι. › Προτρέπει τὰ προκείμενα ἀναχωρῆσαι μὲν κακίας καὶ δυσσεβείας, προσελθεῖν δὲ ἀρετῇ καὶ εὐσεβείᾳ. Τίς γὰρ νοῦν ἔχων, πιστεύσας τοῖς οὕτως εἰρημένοις, οὐ φοβηθήσεται μὴ ὑποπέσῃ τῷ κρίνοντι ἐν δικαιοσύνῃ καὶ εὐθύτητι, διὰ πράξεις ψεκτὰς καὶ φρόνημα ἀσεβές; Οὕτω γὰρ κρίνοντος αὐτοῦ, ἀναπόδραστον τὸ κρῖμα ἔσται.
Verse 8. ‹He hath prepared His throne in judgement, and He Himself shall judge the world in righteousness; He shall judge the peoples in uprightness.› The passage before us exhorts us to depart from wickedness and ungodliness, and to approach virtue and godliness. For who that has understanding, believing what is thus spoken, will not fear lest he fall under Him Who judges in righteousness and uprightness, on account of blameworthy deeds and an ungodly mind? For when He judges thus, the judgement will be inescapable.
Στ. ιʹ. Τούτου δηλωτικὸν τὸ ἐκ προσώπου λεχθὲν τοῦ Θεοῦ· ‹ Καιρῷ δεκτῷ ἐπήκουσά σου· › καὶ τὸ ἐν ἑκατοστῷ πρώτῳ ψαλμῷ οὕτως ἔχον· ‹ Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. ›
Verse 10. Indicative of this is what was spoken in the person of God: ‹In an acceptable time I have heard thee;› and that in the hundred and first psalm which runs thus: ‹Thou arising shalt have mercy upon Sion, for it is time to have mercy upon her, for the time is come.›
Στ. ιαʹ. ‹ Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου· ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε· › πάσης ἀνθρωπίνης πεποιθήσεως ἀνωτέρω χωρήσαντες. Γνῶσιν γὰρ τοῦ ὀνόματός σου ἔχοντες ἀσφαλῆ καὶ τελείαν, ἐπ' οὐδενὶ ἐκείνων ἐλπίσουσιν· ζητοῦσι δὲ Θεὸν οἱ πάντα παρ' αὐτοῦ θέλοντες ὑπαρχθῆναι ἃ ἐξ ἑαυτῶν ἔχειν οὐχ οἷοί τέ εἰσιν· ὅθεν οὐκ ἐγκαταλείπονται ὑπ' αὐτοῦ. Ὁσίως καὶ φρονίμως καὶ ταύτης τῆς λέξεως ἀκοῦσαι προσήκει. Εἰ γὰρ νομίσοι τις μὴ ἐγκαταλείπεσθαι ὑπὸ Θεοῦ τὸν ἐν τοῖς βιωτικοῖς εὐοδούμενον, σφάλλεται· πολλοὶ γὰρ ἀσεβεῖς διάγουσιν οὕτως· ἐπεὶ ὥρα λέγειν τὸν
Verse 11. ‹And let them hope in Thee who know Thy name; for Thou hast not forsaken them that seek Thee, O Lord;› having advanced higher than all human confidence. For having a sure and perfect knowledge of Thy name, they will hope in none of those things; and they seek God who wish all things to be supplied by Him which they are not able to have of themselves; whence they are not forsaken by Him. It is fitting to hear this saying also piously and prudently. For if someone should suppose that the one who prospers in worldly affairs is not forsaken by God, he errs; for many ungodly men live thus; since it is time to say that
PG 39:1193Read from the page
Ἀδελἐγκαταλεῖφθαι, ἀνηρέθη γάρ· ἀλλὰ καὶ τοὺς προφήτας καὶ ἀποστόλους· ἐθλίβησαν γὰρ διηνεκῶς, καὶ τέλος ἀνηρέθησαν ὑπὸ ἀνθρώπων οἱ πλεῖστοι αὐτῶν. Οὕτω διαστολῆς γεγενημένης, φαμὲν μὴ ἐγκαταλεῖφθαι τὸν μέχρις ἐσχάτης ἀναπνοῆς περιεχόμενον ὑπὸ Θεοῦ, κἂν μυριάκις ὑπ' ἐχθρῶν πάθῃ· τοῦτο γὰρ ἀληθῶς τὸ μὴ ἐγκαταλειφθῆναι ὑπὸ Κυρίου ἐστίν. Παρίσταται ὁ τρόπος ὡς δεῖ ζητεῖν τὸν Θεὸν, ἐκ τῶν ἐν τῇ Σοφίᾳ οὕτως ἐχόντων· « Φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτὸν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. »
... [that he was] abandoned, for he was slain; and furthermore the prophets and apostles, for they were afflicted continually, and in the end most of them were slain by men. Once this distinction has been made, we say that he who is sustained by God until his last breath is not abandoned, even though he suffer ten thousand times at the hands of enemies; for this is truly what it is not to be abandoned by the Lord. The manner in which one ought to seek God is shown from the words in Wisdom which stand thus: "Think of the Lord in goodness, and in simplicity of heart seek Him; because He is found by those who do not tempt Him, and He manifests Himself to those who do not distrust Him."
Στ. ιβʹ. Ὕμνον εἰπεῖν προστάττονται οἱ πνεύματι καὶ νοῒ τὸ ψάλλειν ἐσχηκότες· ψάλλουσι δὲ οὗτοι, εὐσεβεῖ νοήσει καὶ ἐπιπνοίᾳ τοῦ Πνεύματος· προστάττονται γὰρ ᾄδειν καὶ ψάλλειν τῇ καρδίᾳ, οἱ οὕτω ψάλλοντες τῷ κατοικοῦντι ἐν τῇ Σιὼν Κυρίῳ καθ' ὑφήγησιν τοῦ ἁγίου Πνεύματος. Καὶ ἑτέραν πρόσταξιν δέχονται πρὸς αὐτοῦ, ἐν τῷ ἀναγγεῖλαι ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ· ταῦτα δέ ἐστιν, ὅσα θαυμασίως ἐποίησεν ἐπιδημήσας, νοητά τε καὶ αἰσθητά. Ῥηθείη δ' ἂν ἡ δευτέρα πρόσταξις μάλιστα τοῖς ἀποστόλοις πεμφθεῖσιν μαθητεῦσαι πάντα τὰ ἔθνη.
Verse 12. Those who possess the singing of psalms in spirit and in mind are commanded to utter a hymn; and these sing psalms with pious understanding and inspiration of the Spirit; for those who thus sing psalms to the Lord who dwells in Sion according to the guidance of the Holy Spirit are commanded to sing and make melody in their heart. And they receive another command from Him, to declare among the nations His practices; and these are all that He wondrously wrought when He sojourned [among us], both intelligible and sensible. And the second command would be spoken especially to the apostles who were sent to make disciples of all the nations.
Στ. ιγʹ, ιδʹ. Καὶ ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη τῶν ἀναιρεθέντων ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ· τούτοις, φησὶν, ἐπιφέρεται τὸ, « Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. » Περὶ οὗ ἐπαπορήσει τις λέγων· Πῶς ἔκραζον πρὸς Θεὸν, οἱ ἀπὸ ἐθνῶν πένητες ὄντες, καί τοι ἀναιρεθέντες ὑπὸ τῆς κατεχούσης πολυθέου ἀπάτης καὶ τῶν ἐνεργούντων αὐτὴν ἀοράτων ἐχθρῶν; Πρὸς ὃ λεκτέον, πραγματικῶς αὐτοὺς τὴν κραυγὴν ἀναφέρειν, ὡς τοῦ Ἄβελ τὸ αἷμα βοᾷ πρὸς τὸν Θεόν· καὶ ὁ μισθὸς ὁ ἀποστερηθεὶς τῶν ἐργατῶν· « Ἰδοὺ » γάρ, φησιν, « ὁ μισθὸς τῶν ἀμησάντων τὰς χώρας ὑμῶν κράζει, ὁ ἀποστερηθεὶς ἀφ' ὑμῶν. » Κραυγὴ γὰρ ἡ τοῦ ἀποστερηθέντος μισθοῦ, τῷ μὴ εἶναι παρὰ τῷ ἐργασαμένῳ, ἀλλὰ τῷ κτήτορι τῆς χώρας τῆς ἀμηθείσης. Ῥηθείη δὲ καὶ ἑτέρα διάνοια. Οὐ πάντως οἱ αὐτοὶ τῶν ἀπὸ ἐθνῶν ὧν ἐμνήσθη τὰ αἵματα, οἱ πένητές εἰσιν, ὧν τῆς φωνῆς οὐκ ἐπελάθετο ὁ εὐεργέτης· δύνανται γὰρ οὗτοι εἶναι οἱ περὶ ἐθνῶν προρητικῶς προαναφωνήσαντες· ὧν ὁ μὲν εἶπεν· « Πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς· » ὁ δὲ, « Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. » Πένητες δὲ καὶ ἐν τούτοις εἴρηνται, οἱ πολὺ τοῦ πλούτου τῆς θεότητος ἀπολειπόμενοι, ἢ καὶ τῆς θείας γνώσεως· τέως γὰρ ἐκ μέρους προεφήτευον.
Verses 13, 14. And because, in making inquisition for their blood, He remembered those slain by the fiery darts of the evil one, to these, he says, is added: "He has not forgotten the cry of the poor." Concerning which someone will raise a difficulty, saying: How did those from the nations cry out to God, being poor, even though they were slain by the prevailing polytheistic deceit and the invisible enemies who energize it? To which it must be said that they send up the cry in deed, just as the blood of Abel cries out to God, and the withheld wages of the labourers: "Behold," for it says, "the hire of those who reaped your fields cries out, which was kept back by you." For the cry is that of the withheld hire, in that it is not with the one who worked, but with the owner of the reaped field. And another sense might also be stated. Not altogether the same persons from the nations whose blood He remembered are the poor whose voice the Benefactor has not forgotten; for these can be those who prophetically proclaimed beforehand concerning the nations, one of whom said: "To Thee nations shall come from the end of the earth;" and the other: "All the nations whom Thou hast made shall come and worship before Thee." And in these too, "poor" are called those who fall far short of the wealth of the Godhead, or also of divine knowledge; for at that time they prophesied in part.
Στ. ιεʹ. Κάτω που τυγχάνοντος τοῦ θανάτου ἐκείνου, περὶ οὗ γέγραπται, « Κατέπιεν ὁ θάνατος ἰσχύσας » οἱ ἐχθροὶ ποιοῦσιν ἐν αὐτῷ γενέσθαι τοὺς ὑπ' αὐτῶν ταπεινουμένους, ἤτοι διὰ κακώσεως ἢ τοῦ ἁμαρτάνειν. Τούτου τοῦ θανάτου καὶ τῆς ἐπ' αὐτῷ ταπεινώσεως, δυνατὸν ἐκτὸς γενέσθαι ἐλέῳ Θεοῦ. Ὁ
Verse 15. Since that death, concerning which it is written, "Death, having prevailed, swallowed up," is somewhere below, the enemies cause those humbled by them to come to be in it, whether through affliction or through sinning. From this death and the humiliation upon it, it is possible to come to be outside through the mercy of God. He
Notes, col. 1193

On the reading

Printed Ἀδελἐγκαταλεῖφθαι, for Ἀβὲλ ἐγκαταλεῖφθαι.

Printed φησιν, for φησὶν.

Printed προρητικῶς, for προρρητικῶς.

PG 39:1196Read from the page
γὰρ ἔτι περὶ τὰ τῇδε ἔχων, καὶ προσπάσχων τῷ κόσμῳ, ἐν ταπεινώσει τυγχάνων, εἰ λάβοι αἴσθησιν τῶν οἰκείων κακῶν, καὶ γνῶσιν τῆς τοῦ Θεοῦ ἀγαθότητος, εὐχῆς τρόπῳ ἐρεῖ· Ἐλέησόν με, καὶ ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου γεγενημένην· αὐτοὶ γὰρ ἐταπείνωσαν καθελκύσαντές με· σὺ δὲ μόνος δύνασαι δι' ἀγαθότητα οὐσιωδῶς προσοῦσαν ὑψῶσαί με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
for [he] who is still occupied with things here below and passionately attached to the world, being in humiliation, if he should receive perception of his own evils and knowledge of the goodness of God, will say by way of prayer: Have mercy upon me, and behold my humiliation brought about by my enemies; for they humbled me, dragging me down; but Thou alone art able, through the goodness essentially belonging to Thee, to exalt me from the gates of death.
Ὠριγένους καὶ Διδύμου. Πύλαι δὲ τοῦ θανάτου αἱ πρὸς θάνατον ἁμαρτίαι, ἀφ' ὧν ὑψοῦται ὁ μηδὲ λογισάμενος αὐτὰς ἁμαρτεῖν· ὃς καὶ μόνος δύναται ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις τοῦ Κυρίου.
Of Origen and Didymus. And the gates of death are the sins unto death, from which he is exalted who has not even thought of committing them; who also alone is able to declare all the praises of the Lord.
Θυγατέρας τῆς Σιὼν ἀκούδει τοὺς μετέχοντας ταύτης καταλλήλως τῷ λέγεσθαί τινας υἱοὺς φωτὸς καὶ εἰρήνης καὶ σοφίας. Πύλαι τῆς θυγατρὸς τῆς Σιὼν ἀπεναντίως ταῖς πύλαις τοῦ θανάτου ἔχουσαι, πράξεις εἰσὶν ἐπαινεταὶ, ἐπιτελεσθεῖσαι κατ' ἀρετὴν καὶ σοφίαν θεοῦ θεωρίαι.
By "daughters of Sion" one must understand those who partake of her, analogously to certain persons being called sons of light and of peace and of wisdom. The gates of the daughter of Sion, standing in opposition to the gates of death, are praiseworthy deeds, contemplations accomplished according to virtue and the wisdom of God.
Στιχ. ιςʹ. Τῆς ἀρετῆς ἀφθαρσίας λεγομένης ἐν τῷ, « Ἡ χάρις μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ, » ἡ ἀπεναντίως ἔχουσα κακία, διαφθορὰ καὶ φθορὰ ἀκολούθως κληθήσεται. Παρίσταται τὸ φθορὰν τὴν κακίαν λέγεσθαι, ἐκ τοῦ· « Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει· » καὶ ἐκ τοῦ ἐν τῷ προφήτῃ λεγομένου πρὸς τοὺς φαύλους « Ἕνεκεν ἀφθαρσίας διεφθείρητε φθορᾷ. » Σύμφωνον τούτοις καὶ τὸ, « Τῇ διαφθορᾷ σου, Ἰσραὴλ, τίς βοηθήσει ; » Ἡ οὕτω λεγομένη διαφθορὰ, ἐν τῷ πράττεσθαι τὸ εἶναι ἔχουσα, πεποιῆσθαι ὑπὸ τῶν ἐχόντων αὐτὴν ἐπαγγέλλεται. Φησὶν ὁ λόγος ἐμπεπῆχθαι τὰ ἔθνη ἐν ᾗ ἐποίησαν διαφθορᾷ· οὐ γὰρ ἄλλος τῇ ἄλλου ἀσεβείᾳ καὶ ἁμαρτίᾳ ἐνέχεται· ἕκαστος γὰρ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. Εἶτ' ἐπεὶ οἱ κακοὶ πρότερον ἑαυτοὺς βλάψαντες, καὶ ἑτέρους εἰς τὴν αὐτὴν βλάβην δι' ἀπάτης ἄγειν πειρῶνται, σκευάζουσιν κεκρυμμένως παγίδας ἐν τοῖς δολεροῖς φρονήμασιν καὶ λόγοις αὐτῶν, ἐπὶ τῷ ἀγρεῦσαι τὸν ἀπροοράτως ἔχοντα· αὐτῇ δὲ τῇ παγίδι ᾗ ἔκρυψαν τιμωροῦνται· δίκας γὰρ διδόασιν καὶ δι' οὓς ἠπάτησαν. Γίνεται δὲ τὸ παθεῖν οὕτως διακρίσει τοῦ προνοουμένου Θεοῦ. Πῶς γὰρ οὐ κρῖμα αὐτοῦ, τὸ ἐν τοῖς ἔργοις αὐτοῦ συλλαμβάνεσθαι τὸν ἁμαρτωλὸν, ἔχοντα τὴν πρόφασιν τοῦ καταδικάζεσθαι ἐξ ὧν ἔδρασεν πονηρῶς; Τούτῳ συνᾴδει τὸ ὀλίγῳ πρότερον λεχθὲν, ἔχον ὧδε· « Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται εἰς αὐτόν. »
Verse 16. Since virtue is called incorruption in the saying, "Grace be with those who love our Lord Jesus Christ in incorruption," the vice which stands in opposition to it will consequently be called corruption and destruction. That vice is called destruction is established from the saying: "If any one destroy the temple of God;" and from what is spoken in the prophet to the wicked: "For the sake of incorruption you were corrupted with corruption." Consonant with these is also the saying: "Who will help thy destruction, O Israel?" The destruction thus spoken of, having its being in being practised, is declared to have been made by those who have it. The word says that the nations are stuck fast in the destruction which they made; for one man is not held liable for another's impiety and sin; for each shall die in his own sin. Then, since the wicked, having first harmed themselves, attempt to lead others also into the same harm through deceit, they secretly contrive snares in their crafty thoughts and words, so as to catch the one who is off his guard; and they are punished by the very snare which they hid; for they pay the penalty also on account of those whom they deceived. And it comes to pass that they suffer thus by the judgement of God who exercises providence. For how is it not His judgement, that the sinner is caught in his own works, having the ground of his condemnation from the things which he wickedly wrought? With this agrees what was said a little before, standing thus: "He who digs a pit for his neighbour shall fall into it."
Περὶ τοῦ διαψάλματος εἰρηκότες ἤδη, περὶ τῆς τοῦ διαψάλματος ᾠδῆς νυνὶ λεκτέον. Ἀρξαμένου τοῦ προκειμένου ψαλμοῦ ἀπὸ τοῦ, « Ἐξομολογήσομαί σοι, Κύριε, » παρέτεινεν ἡ ἀπαγγελία, ἕως τοῦ, « συνελήφθη ὁ ἁμαρτωλός. » Μεθ' ἣν λέξιν ᾠδῆς ἀρχομένης ἀπὸ τοῦ, « ἀποστραφήτωσαν, » ἀκόλουθον τῷ διαψάλματι συμπλέξαι τῆς ᾠδῆς τὸ ὄνομα. Εἰ γὰρ ὅλος ὁ ψαλμὸς ᾠδὴ εἴρηται τρόπῳ καὶ δυνάμει, κἂν πρὸ αὐτοῦ πάντως ἐτάττετο ἡ ᾠδῆς προσηγορία, ὡς ἐπὶ πλειόνων ψαλμῶν ἀποδείκνυται. Τῷ δὲ μὴ οὕτως
Having already spoken concerning the diapsalma, we must now speak concerning the ode of the diapsalma. Since the psalm before us began from, "I will confess to Thee, O Lord," the recital extended as far as, "the sinner was caught." After which word, an ode beginning from "let them be turned back," it was consequent to join the name of "ode" to the diapsalma. For if the whole psalm were called an ode in manner and power, the appellation of "ode" would certainly have been placed before it, as is shown in the case of more psalms. But since it is not thus
Notes, col. 1196

On the reading

Printed ἀκούδει, for ἀκούειν δεῖ.

PG 39:1197Read from the page
ἔχειν, ἀρχὴν δὲ λαμβάνειν μετὰ τὸ διάψαλμα τὸ ᾆσμα, εἰκότως ᾠδὴ διαψάλματος μεταξὺ τέθειται. Δειχθήσεται ὡς ᾠδῆς διάνοιαν ἔχει τὰ ἑξῆς, τῶν λέξεων αὐτῶν ἐκτεθεισῶν· « Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ· ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. »
... [to have it] so, and the song takes its beginning after the diapsalma, reasonably "an ode of a diapsalma" has been placed between them. It will be shown that what follows has the sense of an ode, when the words themselves are set forth: "Let the sinners be turned back into Hades, all the nations that forget God; because the poor man shall not be forgotten unto the end; the endurance of the needy shall not perish unto the end."
Στιχ. ιηʹ. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ, οἱ πολεμίων δίκην ἐπιτηθέμενοι, εἰς τὸν ᾅδην. Ἑρμηνεύων δὲ τίνες οἱ ἁμαρτωλοὶ, ἐπήγαγεν· ὡς τὰ ἐπιλανθανόμενα ἔθνη οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ ἀσάρκους δυνάμεις ἐκλαβεῖν δεῖ. Εἰ γὰρ μὴ σημαίνει οὐσίαν, ἀλλὰ ποιὸν, ἡ ἁμαρτωλὸς φωνὴ, παρωνυμία οὖσα ἀπὸ τῆς ἁμαρτίας, οὕτως ὀνομαστέον, καταλλήλως τούτοις καὶ τὰ ἔθνη ἐκλήψῃ. Ὥσπερ δὲ οὐκ ὤν τις ἐν οὐρανῷ τοπικῶς, ἔτι ἐπὶ γῆς περιπατῶν, δύναται ἐκεῖ πολιτείᾳ καὶ νοήσει τυγχάνειν· οὕτω μὴ διατρίβων τις ἐν ᾅδῃ τοπικῶς δύναται σημεῖα φέρειν νεκρότητος, καὶ αὐτοῦ τοῦ ἁμαρτάνειν, ὡς οἰκεῖν αὐτὸν τὸν ᾅδην ἤδη, καίτοι ὄντα ἐν τῇ μετὰ σώματος ζωῇ. Πτωχὸς δὲ λέγεται καὶ ὁ πτωχεύων δι' ἁμαρτίαν, καὶ ὁ μέτριος καὶ ἄτυφος, καὶ ὁ χρῄζων δέξασθαι παρὰ Θεοῦ. Ἕκαστος δὲ γενητός ἐστι τοιοῦτος. Κατὰ πάντας τούτους τοὺς τρόπους ὁ λεγόμενος πτωχὸς, μνημονεύεται Θεῷ, κἄν διά τι συμφέρον δόξῃ λήθη τις αὐτοῦ γίνεσθαι· οὐκ εἰς τὸ παντελὲς δὲ παραμένει αὕτη· καὶ διὰ τοῦτο οὐκ εἰς τέλος ἐπιλησθήσεται. Τίνος δὲ διοίσει πτωχὸς πένητος, προϊόντες ἐροῦμεν, ὅτε ἂν καιρὸς καλέσῃ εἰπεῖν περὶ τούτων.
Verse 18. Let the sinners, who attack like enemies, be turned back into Hades. And explaining who the sinners are, he added: as "the nations that forget" one must understand not only men, but also bodiless powers. For if the word "sinner" does not signify substance, but quality, being a derivative name from sin, one must name [them] thus, and correspondingly to these you will understand the nations also. And just as someone, not being in heaven locally, while still walking upon the earth, is able to be there in way of life and in thought; so someone not dwelling in Hades locally can bear the marks of deadness and of sinning itself, so that he already inhabits Hades, even though he is in the life with the body. And he is called "poor" who is impoverished through sin, and he who is moderate and free from pride, and he who needs to receive from God. And every created being is such. In all these ways he who is called poor is remembered by God, even if for some beneficial end a certain forgetfulness of him seems to take place; yet this does not remain completely; and on this account he shall not be forgotten unto the end. And in what a poor man differs from a needy man we shall say as we proceed, whenever occasion calls to speak concerning these things.
Στιχ. κʹ. Σὺ, Κύριε, ὁ τοὺς ὀγκυλλομένους καὶ ἀπαυθαδιζομένους πίπτειν ποιῶν ἀπὸ τοῦ ψεκτοῦ ὕψους, ἀντιταττόμενος τοῖς ὑπερηφάνοις· μὴ τοίνυν κραταιούσθωσαν, ἀλλὰ κριθήτωσαν ἐνώπιόν σου· ἕψεται γὰρ αὐτοῖς ὑπερβάλλουσα ὠφέλεια. Ἑρμηνευθείη δὲ τὸ, « Μὴ κραταιούσθω ἄνθρωπος, » ὡς λεχθὲν περὶ διαβόλου· περὶ οὗ εἴρηται ἐν τῇ παραβολῇ τῶν ζιζανίων, ὡς ὄντος ἀνθρώπου ἐχθροῦ. Ἀλλὰ καὶ ἐν τῇ προφητείᾳ· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν. Καὶ ἐπεὶ ὁ ἄνθρωπος οὗτος ἐκραταιοῦτο πρὸ τῆς τοῦ Σωτῆρος καθόδου, λέγων· « Τὴν οἰκουμένην ὅλην ἀπολήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς ᾠὰ καταλελειμμένα ἀρῶ· οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι· » οὐκ ἐνεγκὼν τὸ γένος τῶν ἀνθρώπων τοὺς μεθ' ὑπερηφανίας αὐτοῦ λόγους, πρεσβείαν προσάγει τῷ Σωτῆρι λέγων· Ἀνάστηθι, ὦ Δέσποτα, κατάβηθι πρὸς ἡμᾶς, ἵνα μὴ ἐπὶ πολὺ ὁ καθ' ἡμῶν ὑπερηφανευόμενος ἄνθρωπος κραταιωθῇ. Ἄνθρωπος δὲ εἴρηται ὁ διάβολος, οὐ τῷ θνητὸν λογικὸν ζῶον εἶναι, ἀλλὰ τῷ θεότητος ἀποπεπτωκέναι ὡσαύτως ἐκείνοις· πρὸς οὓς ὁ Θεός· « Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε. »
Verse 20. Thou, O Lord, Who makest those who are puffed up and self-willed to fall from their blameworthy height, resisting the proud: let them not then prevail, but let them be judged before Thee; for exceeding benefit will follow for them. And the saying, "Let not man prevail," might be interpreted as spoken concerning the devil; concerning whom it is said in the parable of the tares, as being an enemy man. But also in the prophecy: This is the man who provokes the earth. And since this man was prevailing before the descent of the Saviour, saying: "I will take the whole inhabited world in my hand like a nest, and like abandoned eggs I will take them up; there is none who shall escape me or gainsay me;" the race of men, not enduring his words spoken with pride, brings an embassy to the Saviour, saying: Arise, O Master, come down to us, lest the man who prides himself against us prevail for long. And the devil is called "man," not by being a mortal rational animal, but by having fallen away from divinity in like manner with those to whom God [said]: "I said, Ye are gods, and all sons of the Most High; but ye die like men."
Ἤγουν ὁ διάβολος ἐπιλέγεται δοκοῦντας εἶναι πλουσίους ἐν λόγῳ ψευδεῖ, μεθ' ὧν καθέζεται κρύφα,
Or the devil chooses those who seem to be rich in false speech, with whom he sits in secret,
Notes, col. 1197

On the reading

Printed ἐπιτηθέμενοι, for ἐπιτιθέμενοι.