Migne Reading Room

PG 39 · cols. 1097–1108 · Read from the page

Book against the Manichaeans

Book against the Manichaeans

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:1097Read from the page
κόν ἐστι, καθ’ ἑαυτὸ ὂν τοιοῦτο. Εἴ ποτε γοῦν ὡς πρὸς ἀγαθὸν λέγοιτό τι κακόν, καὶ αὐτὸ ἀγαθὸν εἴη, ὑποδεέστερον τοῦ προκρινομένου αὐτοῦ ἀγαθοῦ. Οἱ τοίνυν τῷ Εὐαγγελίῳ προσερχόμενοι, προηγουμένως προσέρχονται αὐτῷ ἐπὶ τῷ θεοσεβεῖν, καὶ κατὰ Θεὸν γενέσθαι σοφοί. Οὗτοι ἑπομένως ἔχουσι τὸ πολεμεῖσθαι ὑπό τινων· καὶ γὰρ δεῖ τούτους βεβαίως ἀναλαβεῖν τὸν Χριστιανισμόν. Προσγίνεται δὲ ἡ βεβαιότης ἐκ τῆς κατὰ τοὺς πειρασμοὺς γυμνασίας. Ὅθεν ἀνάγκη ἀγῶνας αὐτοὺς ὑπομένειν. Καὶ ὥσπερ οἱ ἀγωνοθετοῦντες, εἰ τοῦ εὐλόγου φροντίζοιεν, οὐχ ὡς ἔτυχεν τόνδε μετὰ τοῦδε συμβάλλουσιν ἀθλητήν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ, εἰς τὴν ἀναλογίαν τῆς ἑκάστου δυνάμεως σκοποῦντες· οὕτως καὶ ὁ ἡμέτερος ἀθλοθέτης Χριστὸς οὐ πάντας τοῖς αὐτοῖς ἀνταγωνισταῖς συζεύγνυσιν, ἀλλὰ κατὰ τὴν ἡλικίαν καὶ τὴν δύναμιν ἑκάστου τὸν ἀντίπαλον δίδωσιν. Κορινθίοις γοῦν, νηπίοις οὖσιν ἔτι, τῶν παθημάτων τῆς σαρκὸς περιέχεσθαι Παῦλος γράφει· Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Οἱ γὰρ πειρασμοὶ τούτων, καὶ οἱ ἀγῶνες, πρὸς τὰ ἀνθρώπινα πράγματα τὴν ἀναφορὰν ἔχουσι. Περὶ ἑαυτοῦ δὲ καὶ τῶν παραπλησίων, ἰσοῤῥόπων τε καὶ ἰσοσθενῶν, γράφων φησίν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· μονονουχὶ τοῦτο λέγων· Ἡμῖν τοῖς ὑπεραναβεβηκόσιν οὐκέτι πρὸς αἷμα καὶ σάρκα, τοῦτ’ ἔστιν ἀνθρώπινα, ἡ πάλη, ἀλλὰ πρὸς τὰ ὑπεραναβεβηκότα τάγματα τῶν ἀντιπάλων· εἰσὶν δὲ ταῦτα εἴδη λογικῶν, πονηρῶν γενομένων προαιρετικῶς.
, being such in itself. If ever, therefore, something is called evil in comparison with a good, it too would be a good, inferior to the good preferred before it. Those, then, who approach the Gospel approach it primarily in order to be pious and to become wise according to God. Consequently, they are subject to being warred against by some; for indeed they must take up Christianity steadfastly. Now steadfastness comes from exercise in temptations. Whence it is necessary for them to endure contests. And just as those who preside over games, if they care for what is reasonable, do not match this athlete with that one at random, but with great precision, looking to the proportion of each one’s strength; so too our President of the games, Christ, does not yoke all with the same antagonists, but gives each his adversary according to his age and strength. To the Corinthians indeed, while they were still babes, held fast by the passions of the flesh, Paul writes: No temptation has overtaken you except what is human. For their temptations and contests have reference to human affairs. But writing concerning himself and those like him, equally balanced and equally strong, he says: Our wrestling is not against blood and flesh, but against the principalities, and the powers, and the world-rulers of the darkness of this age; all but saying this: For us who have ascended higher, the wrestling is no longer against blood and flesh, that is, human things, but against the higher-placed ranks of adversaries; and these are species of rational beings that have become wicked by deliberate choice.
Μηδεὶς δὲ ὑπολάβῃ, ὅτι εἴδη λογικῶν πονηρῶν εἰρηκότες, οὐσίαν πονηρὰν λέγομεν. Ἔστιν γὰρ εἴδη καὶ γένη καὶ τῶν προαιρετικῶν ὑπαρχόντων. Λέγομεν γοῦν εἴδη σπουδαίου εἶναι, δίκαιον, σώφρονα, φρόνιμον. Ἐπεὶ γὰρ ἡ ἀρετὴ γένος, εἰς εἴδη μεριζομένη, εἰς δικαιοσύνην, σωφροσύνην καὶ τὰ λοιπά, ἀνάγκη τὸν τοῦ γένους μετέχοντα, σπουδαῖον ὄντα, ὡσανεὶ γένος εἶναι τῶν μετεχόντων τῶν κατ’ εἶδος ἀρετῶν· ὡσαύτως καὶ τῆς ἐπιστήμης γένος οὔσης, γραμματικῆς, μουσικῆς καὶ τῶν λοιπῶν, τὸν παρονομαζόμενον ἀπὸ τοῦ γένους ἐπιστήμονα, γένος εἶναι τῶν παρονομαζομένων ἀπὸ τῶν τῆς ἐπιστήμης εἰδῶν φαμεν. Κἂν τοίνυν πονηρῶν λογικῶν εἴδη λέγομεν, προαιρετικῶς πάντας τοὺς ὑπὸ τὰ εἴδη ταῦτα λέγομεν εἶναι τοιούτους. Ἀμέλει γοῦν τὰ ὀνόματα τὰ προειρημένα πονηρά, οὐκ οὐσιῶν, ἀλλὰ προαιρετικῶν ἐστιν ἐμφανιστικά.
Let no one suppose that, having spoken of species of wicked rational beings, we mean a wicked substance. For there are species and genera even of things that exist by deliberate choice. We say, for instance, that the species of the worthy man are the just, the temperate, the prudent. For since virtue is a genus divided into species—into justice, temperance, and the rest—it is necessary that the one who partakes of the genus, being worthy, is as it were a genus of those who partake of the virtues according to species; likewise, since knowledge is a genus—grammar, music, and the rest—we say that the one named from the genus, the knowledgeable man, is a genus of those named from the species of knowledge. Even if, therefore, we speak of species of wicked rational beings, we say that all who fall under these species are such by deliberate choice. At all events, the aforementioned wicked names are indicative not of substances, but of things belonging to deliberate choice.
Τὸ γὰρ διάβολος ὄνομα, οὐκ οὐσίαν, ἀλλὰ προαίρεσιν δηλοῖ. Αὐτίκα γοῦν καὶ τὸν Ἰούδαν, ἄνθρωπον
For the name devil manifests not a substance, but a deliberate choice. Straightway, indeed, even Judas, a human being
PG 39:1100Read from the page
ὄντα, διάβολον ὁ Κύριος, οὐ διὰ τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν προαίρεσιν ὠνόμασεν, λέγων πρὸς πάντας ἅμα τοὺς μαθητάς, συναριθμῶν καὶ τὸν Ἰούδαν ἐν αὐτοῖς· Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν; ᾯ ἐπιφέρει συγγραφεύς· Τοῦτο δὲ εἶπεν περὶ Ἰούδα, τοῦ μέλλοντος προδιδόναι αὐτόν. Εἰ γὰρ διὰ τὴν μέλλουσαν προδοσίαν διάβολος εἴρηται, οὐ τότε διάβολος ἦν, ὅτε ἅμα πᾶσιν ἐκλογῆς ἔτυχεν. Ἐκλεκτὸς μὲν γὰρ ἅμα πᾶσιν γέγονεν, διὰ τὴν προσοῦσαν αὐτῷ τότε ἀρετήν· διάβολος δὲ τότε ἐχρημάτισεν, ὅτε τὰ τῆς προδοσίας εἰργάσατο. Εἰ τοίνυν ἐπὶ τοῦ Ἰούδα τὸ διάβολος ὄνομα πράξεως προαιρετικῆς δηλωτικόν ἐστιν, οὕτως κἂν ἐπ’ ἄλλου τινὸς ἡ φωνὴ λέγοιτο, προαιρετικόν τι σημαίνει. Οἶδεν δὲ καὶ ἡ συνήθεια τὴν χρῆσιν τοῦ ὀνόματος τούτου. Διαβόλους γοῦν καλοῦμεν τοὺς κατηγοροῦντας τούσδε τοῖσδε, κἀκείνους τούτοις. Ἐπεὶ οὖν καὶ ὁ διάβολος Θεὸν ἀνθρώποις διαβάλλει, καὶ ἀνθρώπους Θεῷ, καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀλλήλοις, ταύτης ἔτυχεν τῆς ὀνομασίας. Εἰ δὲ καὶ τὸ σατανᾶς ὄνομα κατηγοροῖτο αὐτοῦ τοῦ διαβόλου, ἴστωσαν, ὅτι καὶ αὐτὸ τοῦτο προαιρετικοῦ τινός ἐστι δηλωτικόν. Ἑβραϊκὴ γὰρ οὖσα ἡ φωνή, οὐχ ἕτερόν τι σημαίνει καθ’ Ἑλλάδα φωνήν, ἢ τὸ ἀντικείμενον· τὸ δὲ ἀντικείμενον ἐπ’ ἀνθρώπου λαμβανόμενον, ἴσον ἐστὶ τῷ ἐχθρός, βλαβερός. Ὡς οὖν ὁ ἐχθρὸς προαιρέσει ἐστὶ τοιοῦτος, οὕτως καὶ ὁ ἀντικείμενος· ὥσπερ καὶ τὰ τούτων ἐναντία· τὸ γὰρ φίλος, καὶ εὐνοῶν, καὶ ὁμονοῶν, καὶ ὁμοφρονῶν, ὀνόματα προαιρέσεών ἐστι δηλωτικά. Λέγεται γὰρ αὐτὸς οὗτος φίλος καὶ εὐνοῶν, ὥσπερ διάβολος, καὶ σατανᾶς, καὶ πονηρός. Ὡς ἐν Εὐαγγελίῳ ὁ Σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγειν διδάσκει ἐν τῇ εὐχῇ τοὺς μαθητάς· Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Καὶ γὰρ καὶ τὸ τοῦ πονηροῦ ὄνομα προαιρέσεώς ἐστι δηλωτικόν.
, the Lord named him a devil not because of his substance, but because of his deliberate choice, saying to all the disciples together, counting Judas too among them: Did I not choose you the twelve, and one of you is a devil? To which the writer adds: Now this He said concerning Judas, who was about to betray Him. For if he was called a devil on account of his future betrayal, he was not a devil then when he obtained election together with all. For he became chosen together with all because of the virtue then present in him; and he was styled a devil when he wrought the deeds of betrayal. If, therefore, in the case of Judas the name devil is indicative of a deliberate act, so too, even if the word is spoken of another, it signifies something of deliberate choice. And ordinary usage also knows the use of this name. For instance, we call slanderers (diaboloi) those who accuse these to those and those to these. Since, therefore, the devil also slanders God to human beings, and human beings to God, and human beings themselves to one another, he obtained this appellation. And if the name Satan also should be predicated of the devil himself, let them know that this very name too is indicative of something of deliberate choice. For being a Hebrew word, it signifies nothing else in the Greek tongue than the adversary; and adversary, when taken of a human being, is equivalent to enemy, harmful. As, therefore, the enemy is such by deliberate choice, so too is the adversary; just as also their contraries, for friend, and well-disposed, and like-minded, and harmonious are names indicative of deliberate choices. For this same person is called friend and well-disposed, just as devil, and Satan, and wicked. As in the Gospel the Saviour, among other things, teaches the disciples in prayer to say this too: And lead us not into temptation, but deliver us from the wicked one. For indeed the name of the wicked one too is indicative of deliberate choice.
Εἰ τοίνυν διὰ πάντων, ὧν σημαίνει, ὁ ἀρχέκακος καὶ πρῶτος ἀποστάτης τῆς ἀρετῆς προαιρετικῶς ἐστι τοιοῦτος, οὐ δύναται κατ’ οὐσίαν εἶναι κακός· εἰ δὲ λέγοιεν τοῦτο, ὅτι τῇ οὐσίᾳ κακὸς ὢν ἔτυχεν καὶ τὰ προαιρετικά, δι’ ἃ οὕτως ὠνόμασται· ἴστωσαν, ὅτι ἐν τοῖς οὐσιώδεσιν οὐ παραλαμβάνεται προαίρεσις. Οὐδεὶς γὰρ λέγει προαιρετικῶς ζῶον εἶναι, ἢ λίθον· ταῦτα γὰρ οὐσιώδη. Ὅθεν οὐδὲ προαιρετικόν τι· ἐν ἐκείνοις γὰρ τὰ προαιρετικά, ἐν οἷς καὶ ἡ προαίρεσις.
If, therefore, through all the things it signifies, the originator of evil and first apostate from virtue is such by deliberate choice, he cannot be evil in substance; and if they should say this, that being evil in substance he also obtained the things of deliberate choice on account of which he has been so named, let them know that in things substantial, deliberate choice is not admitted. For no one says that an animal or a stone exists by deliberate choice; for these are substantial. Whence neither is anything of deliberate choice [in them]; for things of deliberate choice are in those in whom deliberate choice also is.
Ἀλλ’ ἴσως ἐροῦσιν· Διὰ τί τὸν οὕτω μέλλοντα ἔσεσθαι βλαβερόν, ἢ λυμεῶνα, εἰς τὸ εἶναι ἤγαγεν ὁ ἀγαθὸς Θεός; Ἴστωσαν δὲ τοῦτο λέγοντες, ὅτι οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πᾶσιν τοῖς τιθεμένοις πρόνοιαν ἀντιπίπτουσιν. Πολλοὶ γὰρ καὶ ἄλλοι τιθέμενοι πρόνοιαν, ἐκ Θεοῦ λέγουσιν εἶναι πάντα τὰ λογικὰ ζῶα, ἐν οἷς φύεται καὶ ἡ κακία. Εἰ οὖν περὶ τοῦ διαβόλου ταῦτα
But perhaps they will say: Why did the good God bring into being one who was going to be so harmful or a destroyer? Yet let them know, when they say this, that they oppose not us alone, but all who posit providence. For many others too who posit providence say that all rational living beings are from God, among whom wickedness also springs up. If, therefore, concerning the devil these things
PG 39:1101Read from the page
λέγουσιν, καὶ περὶ πάντων τῶν λογικῶν ἀναγκάζονται εἰπεῖν τοῦτο. Ὅμως δὲ ἡμεῖς οὐχ ἐκείνους μιμούμενοι, φαμέν· Οὐ κακίας αἴτιος ὁ ποιήσας τὸ δυνάμενον ἐξ ἰδίας ῥοπῆς εἰς κακίαν ἐλθεῖν. Λογικὸν γὰρ κατεσκεύασεν ζῶον, ὃ ἐβούλετο εἶναι ἀπὸ τῆς ἑαυτοῦ προαιρέσεως ἀγαθόν, ἔχον εἰς ἑκάτερα ῥέπειν τὸ αὐτεξούσιον. Ἀγαθὸν γὰρ αὐτὸν ἐβούλετο εἶναι, ἑκουσίως αἱρούμενον τὸ ἀγαθόν. Οὐδεὶς γὰρ γενητῶν ἄκων ἀγαθὸς εἶναι δύναται· ἀλλὰ πάντες οἱ ὄντες ἀγαθοὶ ἑκουσίως εἰσὶν τοιοῦτοι. Ἔδει τοίνυν τὸν προαιρέσει τῇ ἑαυτοῦ ἀγαθὸν ἐσόμενον, δύναμιν ἔχειν τὴν αὐτὴν τῇ ἐπιτηδειότητι πρὸς ἀνάληψιν τοῦ ἀγαθοῦ. Εἵπετο δὲ τὸ δεκτικὸν τοῦ ἀγαθοῦ καὶ κακοῦ δεκτικὸν εἶναι· οὕτω κατεσκευασμένῳ τῷ λογικῷ, πρὸς ἀρετὴν καὶ κακίαν δύναμιν ἔχειν, ἐντολὴ δέδοται ὅπως τὴν μὲν ἀρετὴν κατ’ ἐνέργειαν, τὴν δὲ κακίαν κατ’ ἐπιτηδειότητα μόνην ἔχει. Ὁ γὰρ τοῦ δημιουργήσαντος νόμος προτρέπει, καὶ ἀλείφει, καὶ συνεργεῖ πρὸς ἀρετήν, ἀποτρέπων τὴν φύσιν τῆς κακίας. Κἂν τοίνυν ἐνυπάρχῃ δύναμις κακίας ἐν τῷ λογικῷ, οὐ διὰ τὴν δύναμιν φαῦλον τοῦτο. Ἀμφοτέρων γάρ, ἀρετῆς καὶ κακίας λέγω, αἱ δυνάμεις καὶ προαιρέσεις. Αἱρούμεθα γὰρ ἀρετῆς ἔχειν δύναμιν, ἵνα καὶ ἀναλαβεῖν κατ’ ἐνέργειαν δυνώμεθα· αἱρούμεθα καὶ κακίας ἔχειν δύναμιν. Τότε γὰρ αὐτὴν ἔχομεν, ὅταν ἐν ἐνεργείᾳ τὴν ἀρετὴν ἔχωμεν. Καὶ οὐχ ἡμῶν μόνον ἡ δόξα αὕτη, ἀλλὰ καὶ πάντων ὀρθῶς περὶ τῶν λογικῶν ζώων φιλοσοφησάντων.
they say, they are compelled to say this concerning all rational beings as well. Yet we, not imitating them, say: He who made that which is able from its own inclination to come into wickedness is not the cause of wickedness. For He fashioned a rational living being, which He willed to be good from its own deliberate choice, having free will to incline to either side. For He willed it to be good by willingly choosing the good. For none of begotten beings can be good unwillingly; rather, all who are good are such willingly. It was necessary, therefore, that the one who was to be good by his own deliberate choice should have a capacity identical with aptitude for taking up the good. And it followed that what is receptive of the good is also receptive of evil; to the rational being thus fashioned, to have capacity towards virtue and wickedness, a commandment has been given so that it may hold virtue in actuality, but wickedness in aptitude alone. For the law of the Creator exhorts, and trains, and cooperates towards virtue, turning nature away from wickedness. Even if, therefore, a capacity for wickedness is present in the rational being, it is not base on account of the capacity. For the capacities and deliberate choices belong to both, I mean virtue and wickedness. For we choose to have a capacity for virtue, so that we may also be able to take it up in actuality; we also choose to have a capacity for wickedness. For we have it then, when we have virtue in actuality. And this opinion is not ours alone, but also of all who have philosophized rightly concerning rational living beings.
Κἂν τοίνυν τὴν οὐσίαν τὴν καλουμένην διάβολον ὁ Θεὸς ἐποίησεν, οὐχὶ διάβολον αὐτὴν ἐδημιούργησεν, ἀλλὰ δεκτικὴν ἀρετῆς, ἵνα ταύτην ἔχῃ· καὶ δεκτικὴν κακίας, ἵνα ταύτης ἀπέχηται. Ἐπεὶ γὰρ ἀσυνάρπακτος ἡ ἀρετὴ τῇ κακίᾳ, φίλη δὲ τῷ Θεῷ ἡ ἀρετή, ἀμφοτέρων τὰς δυνάμεις ἐνιεὶς τῷ λογικῷ διὰ τοῦτο ἐνῆκεν αὐτάς, ἵνα τὴν μὲν εἰς ἐνέργειαν μεταλάβωμεν, τῆς δὲ ἑτέρας δυνάμεως τοῦ τέλους, ὅπερ ἐστὶν ἡ ἐνέργεια, ἀπεχώμεθα. Ὥστε γέγονεν πᾶν λογικὸν ἐπὶ τῷ σπουδαῖον εἶναι, καὶ μὴ φαῦλον. Εἴ τινα οὖν τῶν λογικῶν τὴν ἐναντίαν δεδράμηκεν τῷ πεποιηκότι καὶ προνοουμένῳ, οὐ τοῦ ποιήσαντος καὶ νομοθετήσαντος ἡ αἰτία, ἀλλὰ τῶν ἀντιτεινάντων πρὸς τοὺς δοθέντας καὶ πρὸς τοὺς προνοουμένους νόμους.
Even if, therefore, God made the substance called devil, He did not create it as devil, but receptive of virtue, that it might have this, and receptive of wickedness, that it might abstain from this. For since virtue cannot be carried off by wickedness, and virtue is dear to God, implanting the capacities of both in the rational being, He implanted them for this reason, that we might take up the one into actuality, and abstain from the end of the other capacity, which is actuality. So that every rational being has come into existence in order to be worthy, and not base. If, therefore, any of the rational beings have run the course contrary to Him who made and exercises providence over them, the blame belongs not to Him who made and gave the law, but to those who resisted the laws given and provided.
Ὁρῶμεν γοῦν καὶ εἰς ἡμᾶς αὐτούς, ἀεὶ ταῦτα γινόμενα, ἃ παιδεύομεν τὰ τέκνα, κατ’ ἐπιστήμην αὐτὰ ἀνάγειν βουλόμενοι, ἵνα καὶ ταύτην ἐνεργῶσιν· οὐ πάντως δὲ οὕτως ἐνεργοῦσιν, ὡς ἐδιδάχθησαν· ἀλλ’ ἔστιν ὅτε ἐναντίως πολλοὶ υἱοὶ παρὰ πατέρων ἰατροὶ ἀνατραφέντες, οὐ δεόντως χρῶνται τῇ ἰατρικῇ, τὰ νοσοποιὰ ἀντὶ τῶν ὑγιεινῶν τοῖς κακουμένοις προσάγοντες· καὶ οὐ δήπου ἡ ἰατρική, ἢ ὁ ταύτην παι-
We see, at any rate, even among ourselves, these things always happening, in what we educate our children, wishing to bring them up according to knowledge, so that they may also practise it; yet they do not altogether act as they were taught; rather, sometimes, on the contrary, many sons brought up as physicians by their fathers do not use medicine as they ought, administering disease-producing things instead of healthful ones to those who are ill; and surely neither medicine, nor he who taught it,
Notes, col. 1101

On the reading

Printed οὐχ ἐκείνους, for οὐκ ἐκείνους.

PG 39:1104Read from the page
δεύσας, αἴτιος. Οὐ γὰρ οὕτως ἐδίδασκεν, ἵν’ οὕτως ποιῇ. Πράττει γὰρ οὐχ ὡς ἔμαθεν ποιεῖν. Πάλιν νόμους παιδεύομέν τινας, ἵνα συνιστῶνται τῷ δικαίῳ, καὶ τὴν ἀδικίαν παραιτῶνται. Ἀλλὰ κακοήθως ἔνιοι αὐτῶν τοῖς νόμοις προσιόντων, τὸ ἀνάπαλιν ποιοῦσιν. Καὶ οὔτε τὸν νόμον, οὔτε τὸν νομοθέτην αἰτιώμεθα. Εἰ γὰρ αὐτοὶ τῆς ἀδικίας αἴτιοι ἦσαν, οὐκ ἂν ἐκόλαζον τοὺς ἀδίκους. Καὶ γὰρ καὶ τοῦτο τοῦ βουλήματος αὐτῶν ὑπάρχει, Τὸ κολαστέον τὸν ἄδικον εἶναι· καὶ ὁ Θεὸς κολάζει τὸν σατανᾶν, καὶ τοὺς παραβάντας τοὺς ἀπὸ Θεοῦ τεθέντας νόμους. Τισὶν γὰρ φαύλοις λέγει· Ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
is to blame. For he did not teach in this way so that he might act in this way. For he acts not as he learned to do. Again, we instruct some in laws, so that they may stand with justice and decline injustice. Yet some, approaching the laws with evil intent, do the opposite. And we blame neither the law nor the lawgiver. For if they themselves were the causes of injustice, they would not punish the unjust. For indeed this too belongs to their will, that the unjust must be punished; and God punishes Satan, and those who have transgressed the laws laid down by God. For to certain base ones He says: Depart into the eternal fire, which has been prepared for the devil and his angels.
Ἴστωσαν τοίνυν οἱ τούτοις ἀντιλέγοντες, μαχόμενα ἑαυτοῖς λέγοντες. Εἰ γὰρ κατ’ οὐσίαν κακὸς ἦν ὁ διάβολος, καὶ ἀλλότριος τοῦ ἀγαθοῦ Θεοῦ, δυνάμενος αὐτῷ ἰσοσθενὴς εἶναι· οὐδὲ κόλασιν ἡτοίμαζεν αὐτῷ, οὐδὲ βάλλειν αὐτὸν εἰς τὴν κόλασιν ἠδύνατο· λέγει δὲ ἡτοιμάσθαι πῦρ τῷ διαβόλῳ. Καὶ τοῦτο δὲ ῥητέον· Εἰ ἄτρεπτος ὁ ἀγαθὸς Θεός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, καὶ ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ὡς μὴ ἄλλοτε ἄλλως ἰσχύειν, καὶ ἄλλοτε ἄλλως· ἔμελλε δὲ μετὰ πολλὴν βλάβην καὶ ἀπώλειαν, πολλὴν πυρὶ αἰωνίῳ παραδιδόναι τὸν σατανᾶν, διὰ τί μὴ ἐξ ἀρχῆς τοῦτο ἐποίει, ὅτε ἐπανῆλθεν αὐτῷ, καὶ μέρος ἔλαβεν αὐτοῦ; Δικαιότερον γὰρ τότε μᾶλλον τιμωρίαν ὥριζεν κατ’ αὐτοῦ, ὡς κατὰ μείζονος πλημμεληθέντος. Νῦν μὲν γὰρ ἀνθρώπους βλάπτει· τότε, κατ’ αὐτούς, αὐτὴν ἔβλαψεν τὴν θεότητα, ὥσπερ καὶ φρονοῦσιν. Νόμος δὲ καὶ ἀγανάκτησις δικαία ἐστὶ μᾶλλον ἡ κατὰ τῶν κατὰ βασιλέως τολμώντων, ἢ τινων τῶν ὑπηκόων. Εἰ γὰρ ταῦτα οὕτως φρονητέα, ἢ ἄγνοιαν προσάψουσι τῷ Θεῷ τότε, τοῦ πῶς τιμωρήσεται καὶ ἐμποδίσῃ τὸ κακόν, ἢ ἀδυναμίαν. Ἀλλ’ οὐδέτερον τούτων περὶ τὸν ἀγαθὸν Θεόν· οὐκ ἄρα ἀγενήτως ἐχθρὸς ὢν Θεοῦ ἐπανέβη κατ’ αὐτοῦ· ἀλλὰ γενόμενος ἐπὶ τῷ εἶναι ἀγαθός, τὴν μὲν δύναμιν τῆς ἀρετῆς ἀτελῆ ἐφύλαξεν, τὴν δὲ τῆς κακίας ἐπιτηδειότητα εἰς ἐνέργειαν ἤγαγεν· δι’ ὃ καὶ κολαστέος, καὶ εἰκότως μετὰ πολὺ τιμωρίᾳ ὑπεβλήθη.
Let those who contradict these things know, therefore, that they are saying things that fight against themselves. For if the devil were evil in substance, and alien to the good God, able to be equal in strength to Him, neither would He have prepared punishment for him, nor would He have been able to cast him into punishment; yet He says that fire has been prepared for the devil. And this too must be said: If the good God is immutable, as indeed He is, and always has the same power, so as not to be strong in one way at one time and in another way at another, and was going after much harm and much destruction to hand Satan over to eternal fire, why did He not do this from the beginning, when he rose up against Him and took a part of Him? For more justly would He have decreed vengeance against him then, as against a greater offence. For now he harms human beings; then, according to them, he harmed the Deity itself, as indeed they suppose. And law and indignation is more just against those who dare against a king than against some of his subjects. For if these things are to be thought thus, they will attach to God then either ignorance of how He will punish and hinder evil, or powerlessness. Yet neither of these belongs to the good God; therefore he did not rise up against Him as an unbegotten enemy of God; rather, having come into being in order to be good, he kept the capacity for virtue imperfect, and brought the aptitude for wickedness into actuality; wherefore he is also to be punished, and reasonably was subjected to vengeance after a long time.
Εἰ δὲ κἀκεῖνο προφέροιντο, τὸ λεχθὲν ὑπὸ τοῦ Βαπτιστοῦ Ἰωάννου τοῖς μεθ’ ὑποκρίσεως εἰς τὸ βάπτισμα ἐλθοῦσιν, οὕτως ἔχον· Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ. Δύναται γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἀκουέτωσαν, ὅτι οὐ δύνανται προφέρειν, ἀφ’ ὧν μὴ παραδέχονται.
And if they should also bring forward that which was said by John the Baptist to those who came with hypocrisy to baptism, running thus: Serpents, offspring of vipers, who showed you to flee from the coming wrath? Produce therefore fruit worthy of repentance, and do not think to say within yourselves, We have Abraham as father. For God is able from these stones to raise up children to Abraham. And already the axe lies at the root of the trees. Every tree therefore that does not produce good fruit is cut down and cast into the fire. Let them hear that they cannot cite from things which they do not accept.
PG 39:1105Read from the page
Οὐ γὰρ δέχονται τὸν Βαπτιστὴν Ἰωάννην, τυγχάνοντα ἕνα τῆς Παλαιᾶς Γραφῆς. Ὅμως δὲ καὶ οὕτως ῥητέον πρὸς αὐτούς· Διὰ πάσης τῆς συμφράσεως ἀναιρεῖ τὸ φύσει ἀγαθοὺς καὶ φύσει εἶναι κακούς. Λέγει γὰρ πρὸς αὐτούς· Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας. Μετάνοια δὲ καὶ καρπὸς αὐτῆς οὐ πίπτει, οὔτε πρὸς τὸν κατ' οὐσίαν κακὸν, οὔτε πρὸς τὸν φύσει ἀγαθὸν ὄντα. Πῶς γὰρ ὁ ἀεὶ ἀγαθὸς χρῄζει μετανοίας ; ἢ πῶς ὁ φύσει κακὸς χρήσηται τῷ ἀγαθῷ τῆς μετανοίας ; Ὁ γὰρ κατ' οὐσίαν ὢν κακὸς, ἐκτραπῆναι τῆς ἁμαρτίας οὐ δύναται· ἀλλ' οὐδὲ ἐπ' ὠφελείᾳ μετάνοια γίνεται τοῦ ἀγαθοῦ. Ἔτι μὴν καὶ ἐκ τῶν λίθων, τῶν δεικνυμένων ὑπ' αὐτοῦ, λέγει τέκνα ἐγερθήσεσθαι τῷ Ἀβραάμ· λίθους δὲ λέγων τοὺς ἠλιθίους, καὶ ἔτι ἐμμένοντας τῇ κακίᾳ ἀνθρώπους. Εἰ γὰρ μετανοήσαιεν οὗτοι, καὶ πιστεύσαιεν τῷ Θεῷ, τέκνα τοῦ Ἀβραὰμ ἔσονται, ὃς διὰ τοῦτο ἄνθρωπος Θεοῦ ἐχρημάτισεν, ὅτι ἐπίστευσεν εἰς αὐτὸν τὸν Θεὸν, ὡς τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λογισθῆναι.
For they do not receive John the Baptist, who happens to be one of the Old Testament. Yet even so, this must be said to them: throughout the entire context he destroys the notion that some are good by nature and others are evil by nature. For he says to them: Bring forth therefore fruit worthy of repentance. Now repentance and its fruit do not apply either to one who is evil in essence or to one who is good by nature. For how does one who is always good need repentance? Or how shall one who is evil by nature make use of the good of repentance? For he who is evil in essence cannot turn away from sin; nor yet does repentance take place for the benefit of the good man. Moreover, he also says that from the stones pointed out by him children shall be raised up to Abraham, calling stones those foolish human beings who still abide in wickedness. For if these should repent and believe in God, they shall be children of Abraham, who for this reason was called a man of God, because he believed in God Himself, so that his faith was reckoned to him for righteousness.
Ἐπεὶ δὲ κἀκεῖνο ἠκούσαμεν λεγόμενον ὑπ' αὐτῶν πρὸς τοὺς ἐκ τοῦ Ἀβραὰμ καὶ τῶν ἄλλων ἁγίων ἀνδρῶν γεγεννημένους, τὸ, Ὄφεις, γεννήματα ἐχιδνῶν, λεγόμενον, ἐχίδνας τοὺς ἀμφὶ τὸν Ἀβραὰμ δηλοῖ· ἴστωσαν μαχόμενα τῇ ἀκολουθίᾳ τοῦ κεφαλαίου λέγοντες. Ἐλέγχει γὰρ αὐτοὺς, ὡς μὴ τοῦ Ἀβραὰμ ὄντας, ἀλλ' ἐχιδνῶν γεννήματα, προσποιουμένους καὶ μάτην αὐχοῦντας εἶναι τοῦ Ἀβραάμ. Λέγει γὰρ ἐν ἑτέρῳ κεφαλαίῳ ὁ Σωτὴρ πρὸς αὐτούς· Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν (ὃν λέγετε πατέρα ὑμῶν εἶναι ψευδόμενοι). Εἰ γὰρ τέκνα ἦτε τοῦ Ἀβραὰμ, ἐποιεῖτε ἂν τοῦ Ἀβραὰμ τὰ ἔργα. Ἀλλ' ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν ἐστε τοῦ διαβόλου, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Εὖ δὲ καὶ τὸ εἰπεῖν, Οὐχ ἕστηκεν, δεικνὺς αὐτὸν πρότερον ἱστάμενον ἐν τῇ ἀληθείᾳ. Πατέρα δὲ αὐτῶν λέγει τὸν διάβολον, διὰ τὴν ὁμοίωσιν τῆς τροπῆς καὶ τῆς ποιότητος. Ὥστε οὐ τὸν Ἀβραὰμ καὶ τοὺς σὺν αὐτῷ ἁγίους ἐχίδνας εἶπεν. Ἐκ μεταβολῆς γὰρ ἔσχον τοῦτο, τὸ υἱοὶ ἐχιδνῶν εἶναι, διὰ τὸ αὐτοὺς πονηροῖς κεχρῆσθαι διδασκάλοις, ὡς εἴρηται, κατὰ ἰδίαν προαίρεσιν. Λέγει τοίνυν ὁ Ἰωάννης αὐτοῖς· Ἐπεὶ κατὰ μεταβολὴν τὴν ἐξ ἀρετῆς ὄφεις ἠθελήσατε γενέσθαι (οὐδὲ γὰρ καθ' οὐσίαν ἦσαν τοιοῦτοι), παύσασθε τοῦ εἶναι ἐχιδνῶν γεννήματα, ὧν ἠθελήσατε τὴν ποιότητα ἔχειν. Πονηροὶ γὰρ ἐκ πονηρῶν, καὶ ἄδικοι ἐξ ἀδίκων ἐσπουδάσατε εἶναι. Ἀλλ' ἐπεὶ, διὰ τὸ ἐπὶ τὸ βάπτισμα ἔρχεσθαι, μετανοίας λέγετε σημεῖον φέρειν, προσποιητῶς δὲ τοῦτο ποιεῖτε, λέγω ὑμῖν· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς ; Ὁ γὰρ μετανοῶν, διὰ τοῦτο μετανοεῖ, ἵνα μηκέτι ἁμαρτάνων φεύγῃ τὴν ἐσομέ-
Now since we have also heard this said by them against those born of Abraham and the other holy men, namely that the saying, Serpents, offspring of vipers, signifies that those around Abraham are vipers, let them know that they are speaking things contrary to the sequence of the chapter. For he convicts them as not being of Abraham, but offspring of vipers, who pretend and boast in vain to be of Abraham. For the Saviour says to them in another chapter: This Abraham did not do (whom you falsely claim to be your father). For if you were children of Abraham, you would do the works of Abraham. But you are of your father the devil, and the desires of your father you wish to do. For he was a murderer from the beginning, and has not stood in the truth. Well also was it said, He has not stood, showing that he formerly stood in the truth. And he calls the devil their father, because of the likeness of their turning away and of their quality. Therefore he did not call Abraham and the saints with him vipers. For they acquired this, namely to be sons of vipers, from a change, because they made use of wicked teachers, as has been said, by their own choice. John therefore says to them: Since by a change from virtue you have wished to become serpents (for neither were they such in essence), cease from being offspring of vipers, whose quality you have wished to possess. For you have striven to be wicked from wicked, and unjust from unjust. But since, through coming to baptism, you say that you bear a sign of repentance, yet you do this with pretence, I say to you: Who has shown you to flee from the wrath to come? For he who repents, repents for this reason, that by sinning no more he may flee the com-
PG 39:1108Read from the page
νην κατὰ τῶν ἁμαρτανόντων ὀργήν. Πυνθάνεται δὲ τὸ, Τίς ὑμῖν ὑπέδειξεν ; ἵνα εἴπῃ ὁ γνησίως ὑποδεικνὺς κακίας ἀναχωρεῖν, οὐ προσποιήσει τοῦτο γίνεσθαι. Ὑμεῖς δὲ τοῦτο ποιεῖτε μεθ' ὑποκρίσεως, ἐπὶ τὸ βαπτίζεσθαι ἐρχόμενοι. Οὐχ ἄρα καθαρθήσεσθε. Ὁ γὰρ ἀληθῶς καθαρθῆναι βουλόμενος ἀφίσταται ἁμαρτημάτων, καὶ τῆς τοιαύτης μετανοίας καρπὸν φέρει, τὰ τῆς ἐναντίας τῇ ἁμαρτίᾳ ἕξεως ἔργα ποιῶν. Ἀλλὰ τοῦτο μὲν ὑμεῖς οὐ πεποιήκατε, ἑαυτοὺς κατακρίναντες, φάσκοντες πατέρα τὸν Ἀβραὰμ ἔχειν. Ἀλλ' οὐ τοῦθ' ὑμᾶς ὠφελήσει, τὸ οἴεσθαι τέκνα τοῦ Ἀβραὰμ εἶναι, ἀλλὰ τὸ εἶναι αὐτοῦ τέκνα, καὶ τῇ πίστει καὶ τῇ ἀπὸ εἰδώλων φυγῇ. Κἂν τοίνυν ποτὲ τέκνα τοῦ Ἀβραὰμ γεγόνατε, οὐ τοῦτο ὑμᾶς σώσει. Καὶ γὰρ τοὺς νῦν μὴ ὄντας αὐτοῦ τέκνα δύναται ὁ Θεὸς τέκνα αὐτοῦ ποιῆσαι. Ὥστε σώζεται ὁ ὢν τοῦ Ἀβραὰμ τέκνον κατὰ τὴν ἀρετὴν, οὐχ ὁ γενόμενος αὐτοῦ τέκνον κατὰ σάρκα μόνον, κἂν δὲ γένηται, μὴ μέγα φρονείτω· μετάπτωτον γὰρ τὸ τοιοῦτο. Ἀμέλει γοῦν καὶ οἱ μὴ ἔχοντες αὐτὸ κτήσασθαι αὐτὸ δυνήσονται. Καὶ γὰρ ὁ Παῦλος, οὓς τῇ σαρκὶ οὐ γεγέννηκεν, λέγει· Ἐν γὰρ Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
ing wrath against those who sin. And he asks, Who has shown you? in order that he may say that he who genuinely shows how to depart from wickedness does not do this with pretence. But you do this with hypocrisy, coming to be baptized. Therefore you shall not be cleansed. For he who truly wishes to be cleansed departs from sins, and bears fruit of such repentance, doing the works of the habit opposite to sin. But this you have not done, having condemned yourselves, claiming to have Abraham as father. Yet this will not profit you, to suppose that you are children of Abraham, but to be his children, both by faith and by flight from idols. Even if, then, you once became children of Abraham, this will not save you. For God is able even to make those who are not now his children to be children of him. So he is saved who is a child of Abraham according to virtue, not he who has become his child according to the flesh alone; and even if he has become so, let him not be high-minded, for such a thing is subject to change. Indeed, even those who do not have it will be able to acquire it. For Paul too says of those whom he had not begotten in the flesh: For in Christ through the Gospel I have begotten you.
Ἀλλὰ ταῦτ' ἀκούοντες μὴ καταφρονεῖτε, ὡς βραδυνούσης τῆς κατὰ τῶν ἁμαρτανόντων ὀργῆς. Ἤδη γὰρ δι' αὐτοῦ τοῦ ἁμαρτάνειν ὁ φαῦλος παροῦσαν ἔχει τὴν κόλασιν, κολαστέος ὑπάρχων. Δι' ὃ ἴστε τὴν ἀξίνην ἤδη ταῖς ῥίζαις ἐγγίζουσαν τῶν δένδρων. Δένδρα δὲ οὐκ αἰσθητὰ λέγει, ἀλλ' ἀνθρώπους κατὰ κακίαν πεποιημένους. Ῥίζα δὲ τῶν δένδρων τούτων ἡ χειρίστη ἕξις, ἀφ' ἧς καρπὸς οὐκ ἐδώδιμος, ἀλλὰ δηλητήριος γίνεται. Αὐτὸν οὖν οὐ καλὸν καρπὸν εἶπεν. Κἂν τοίνυν ἡ ἀξίνη τὴν κόλασιν σημαίνει, τὸ δὲ κακὸν δένδρον τὸν ἁμαρτάνοντα ἄνθρωπον, οὐ μαχόμεναι φύσεις αὗται· ἀπειλεῖται γὰρ ἡ κόλασις ἐπὶ τῷ μεταβαλεῖν τὰ δένδρα. Ὁ γὰρ ἀπειλῶν τοῖς ἁμαρτάνουσιν, δι' αὐτῆς τῆς ἀπειλῆς μεταποιῆσαι βούλεται. Εἰ τοίνυν διὰ τῆς ἀπειλῆς τῆς ἀξίνης, τῆς μελλούσης ἐκκόπτειν τὰ σαπρὰ δένδρα, πείθει αὐτοὺς παύσασθαι τοῦ μὴ κακὸν καρπὸν φέρειν, ἀλλὰ καλόν· οὐ φύσει κακὸν τὸ δένδρον, οὐδὲ φύσει κακὴ ἡ κόλασις.
Yet when you hear these things, do not despise them, as though the wrath against those who sin were delaying. For already through the very act of sinning the wicked man has his punishment present, being liable to punishment. Wherefore know that the axe is already drawing near to the roots of the trees. By trees he means not perceptible ones, but human beings fashioned according to wickedness. And the root of these trees is the worst habit, from which comes forth fruit not edible, but baneful. This, then, he called not good fruit. Even if, therefore, the axe signifies punishment, and the evil tree the sinning human being, these are not warring natures; for punishment is threatened with a view to changing the trees. For he who threatens those who sin wishes through the very threat to transform them. If, then, through the threat of the axe that is about to cut down the rotten trees, he persuades them to cease from bearing evil fruit and instead to bear good, neither is the tree evil by nature, nor is punishment evil by nature.
Ἀλλ' ἴσως ἐροῦσιν· Εἰ μεταποιεῖ φαύλους ἡ κόλασις, ἀγαθὸν αὐτὴν εἶναι· εἰ δὲ ἡ κόλασις ἀγαθὸν, ἐναντία δὲ ταύτῃ ἡ ἐπαγγελία, τὰ δὲ ἐναντία οὐ δύνανται ἅμα ἀγαθὰ εἶναι· ἡ ἄρα ἐπαγγελία κακόν. Μὴ κακοῦ δὲ τῆς ἐπαγγελίας, ἀλλ' ἀγαθοῦ οὔσης, ἡ κόλασίς ἐστι κακόν. Εἰ δὲ κακὸν ἡ κόλασις, οὐχ ὁ Θεὸς, ἀλλ' ὁ Σατανᾶς αὐτὴν ἐπιφέρει. Ἐπιφέρει δὲ ὁ Σατανᾶς τὴν κόλασιν οὐ τοῖς ἑαυτοῦ· εἰσὶν γὰρ, ὡς αὐτὸς, πονηροὶ, καὶ ἀνάγκη καὶ αὐτὸν ὑποπίπτειν τῇ κολάσει· τῷ ἄρα ἀγαθῷ ἐποίσει αὐτήν. Ἀλλ' ἀδύνατον τοῦτο· οὐκ ἄρα ὁ πονηρὸς αὐτὴν ἐπιφέρει, ἀλλὰ Θεός. Πᾶν δὲ τὸ ὑπὸ Θεοῦ ἐπιφερόμενον, χρησίμως
But perhaps they will say: If punishment transforms the wicked, it is a good; and if punishment is a good, and promise is contrary to this, and contraries cannot be good at the same time, then promise is an evil. And since promise is not an evil, but a good, punishment is an evil. And if punishment is an evil, not God, but Satan inflicts it. Yet Satan does not inflict punishment upon his own, for they are wicked like himself, and he too must necessarily fall under punishment; therefore he will inflict it upon the good man. But this is impossible; therefore it is not the evil one who inflicts it, but God. And everything inflicted by God is usefully