μένους, διὰ τὸ τυγχάνειν φωτὸς υἱούς, λέγει· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· τοὺς δὲ ἀγαπήσαντας τὸ παρὸν ζῇν, καὶ πρὸς αὐτὸ πάντα, ἃ ποιοῦσιν, ἀναφέροντας, υἱοὺς αἰῶνος τούτου ὠνόμασεν. Ἀλλ’ εἰ καὶ εἶπεν τούτους φρονιμωτέρους ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτός, οὐ καθάπαξ αὐτοὺς εἶπεν φρονιμωτέρους, ἀλλ’ ἐν τῇ ἑαυτῶν γενεᾷ· τουτέστιν, ἐν τοῖς πράγμασιν τοῖς οἰκειωθεῖσιν τούτῳ τῷ αἰῶνι, φρονιμώτεροι τῶν τοῦ φωτὸς υἱῶν τυγχάνουσιν. Σοφοὶ γάρ εἰσι τοῦ κακοποιῆσαι· τὸ δὲ καλῶς ποιῆσαι οὐ συνῆκαν. Καὶ περὶ τοῦ Ἰούδα δὲ γέγραπται, ὡς εἴη υἱὸς ἀπωλείας. Ὁ γὰρ Κύριος περὶ αὐτοῦ εἶπεν, ὅτι Οὐδεὶς ἀπώλετο ἐκ τῶν μαθητῶν μου, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας. Ἀπωλείας δὲ υἱὸν αὐτὸν εἶπεν, τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι. Οὐ γὰρ ὅτε εἷς ἦν τῶν ἀποστόλων, καὶ διηκόνει ἅμα ἐκείνοις τῷ Σωτῆρι, ἦν τοιοῦτος, ἀλλ’ ὅτε προδότης γέγονε τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Διδασκάλου, ἀγαπήσας τὰ τῆς ἀπωλείας ἀργύρια. Καὶ ὅτι οὐ κατὰ φύσιν ἦν κακός, ἅμα πᾶσι τοῖς μαθηταῖς ὢν ἤκουσεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων. Εἰ δὲ λύκους τοὺς ἁμαρτάνοντας λέγει, πρόβατα δὲ τοὺς πρακτικοὺς τῆς ἀρετῆς, εἴπερ ὁ Ἰούδας φύσει κακὸς ἦν, οὐκ ἦν πρόβατον Χριστοῦ· ἐπεὶ μὴ πρακτικὸς τῆς ἀρετῆς ὁ φύσιν κακός, ἀλλ’ ἐκ τροπῆς τοῦ ἰδίου αὐτεξου-
because they are sons of light, He says: You are the light of the world; whereas those who loved the present life, and refer everything they do to it, He named sons of this age. Yet even if He called these more prudent than the sons of light, He did not call them more prudent absolutely, but in their own generation; that is, in the affairs proper to this age, they are more prudent than the sons of light. For they are wise to do evil, but to do well they have not understood. And concerning Judas too it is written that he was a son of perdition. For the Lord said concerning him, None of my disciples perished, except the son of perdition. And He called him a son of perdition because he had done the deeds of perdition. For not when he was one of the apostles, and ministered together with them to the Saviour, was he such, but when he became a betrayer of the Son of God and Teacher, having loved the silver pieces of perdition. And that he was not evil by nature, while he was with all the disciples he heard: Behold, I send you forth as sheep in the midst of wolves. Now if He calls those who sin wolves, and those who practise virtue sheep, if Judas had been evil by nature, he would not have been a sheep of Christ; since he who is evil by nature is not a practiser of virtue, but from a turning of his own free
Ὥσπερ οὖν, οὐ τῶν φαύλων μόνον, ἀλλὰ καὶ τῶν σπουδαίων ἐπιτηδευμάτων καὶ πραττομένων, υἱοὶ καλοῦνται καὶ τέκνα οἱ ἐπιτελοῦντες τῷ προειρημένῳ τρόπῳ, καθ’ ὃν ἐλέγετο γεννήματα ποιοτήτων εἶναι τοὺς λαμβάνοντας ἀπ’ αὐτῶν τὸ εἶναι, ὅπερ ἔχουσιν ἐκ τῆς ποιότητος· εἰκότως σὰρξ ἁμαρτίας, καὶ σῶμα ἁμαρτίας, οὐ καθάπαξ λέγεταί τις, ἀλλὰ τῷ ὑπηρετεῖν τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἄνθρωπος τῷ σώματι καὶ τῇ σαρκὶ εἰς λαγνείαν καὶ τὰς ἄλλας τοιαύτας ἐνεργείας καταχρώμενος, ποιεῖ τὸ σῶμα αὐτοῦ, ἁμαρτίας σῶμα· καὶ τὴν σάρκα, σάρκα ἁμαρτίας· ὥσπερ ὁ σπουδαῖος διὰ σωφροσύνης καὶ τῆς ἑπομένης ἀρετῆς, τὸ σῶμα ἑαυτοῦ καὶ τὴν ψυχὴν ἁγιάζει. Ἡ παρθένος γοῦν ἁγία γίνεται σώματι καὶ πνεύματι, ὅ ἐστι ψυχή, ὡς γράφει Παῦλος, λέγων, ὅτι τὴν παρθένον δεῖ ἀπερίσπαστον εἶναι τῶν βιωτικῶν πραγμάτων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι. Ἀλλὰ καὶ ἐν τῇ Ἐπιστολῇ τῇ Κορινθίων γράφει· Δοξάσατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν. Εἰ δὲ δοξάζεται ὁ Θεὸς ἐν τῷ σώματι τῶν ἀνθρώπων, οὐ δοξάζεται δὲ Θεὸς ἐν κακῷ· οὐ κακὸν τὸ σῶμα τῇ φύσει, κἂν κακὸν αὐτὸ ποιεῖ ὁ ἁμαρτωλός, ἁμαρτητικῶς αὐτῷ χρώμενος. Καὶ μετ’ ὀλίγον πάλιν τοῖς αὐτοῖς προσφωνεῖ· Ἢ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
Just as, therefore, not only of base pursuits and deeds, but also of worthy ones, those who perform them are called sons and children in the aforementioned manner, according to which those who receive from qualities the being which they have from the quality were said to be offspring of qualities, reasonably someone is called flesh of sin and body of sin, not absolutely, but by serving sin. For the human being who misuses his body and flesh for lust and other such activities makes his body a body of sin, and his flesh, flesh of sin; just as the worthy man, through temperance and the virtue that follows it, sanctifies his own body and soul. The virgin indeed becomes holy in body and spirit, that is, soul, as Paul writes, saying that the virgin ought to be undistracted by the affairs of this life, that she may be holy in body and spirit. Moreover, in the Epistle to the Corinthians he writes: Glorify God in your body. Now if God is glorified in the body of human beings, and God is not glorified in evil, the body is not evil by nature, even if the sinner makes it evil by using it sinfully. And a little later he again addresses the same persons: Or do you not know that your bodies are a temple of the Holy Spirit within you, whom you have from God? If anyone destroys the temple of God, God will destroy him; for the temple of God is holy, which you are.