ὄντα, διάβολον ὁ Κύριος, οὐ διὰ τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν προαίρεσιν ὠνόμασεν, λέγων πρὸς πάντας ἅμα τοὺς μαθητάς, συναριθμῶν καὶ τὸν Ἰούδαν ἐν αὐτοῖς· Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν; ᾯ ἐπιφέρει συγγραφεύς· Τοῦτο δὲ εἶπεν περὶ Ἰούδα, τοῦ μέλλοντος προδιδόναι αὐτόν. Εἰ γὰρ διὰ τὴν μέλλουσαν προδοσίαν διάβολος εἴρηται, οὐ τότε διάβολος ἦν, ὅτε ἅμα πᾶσιν ἐκλογῆς ἔτυχεν. Ἐκλεκτὸς μὲν γὰρ ἅμα πᾶσιν γέγονεν, διὰ τὴν προσοῦσαν αὐτῷ τότε ἀρετήν· διάβολος δὲ τότε ἐχρημάτισεν, ὅτε τὰ τῆς προδοσίας εἰργάσατο. Εἰ τοίνυν ἐπὶ τοῦ Ἰούδα τὸ διάβολος ὄνομα πράξεως προαιρετικῆς δηλωτικόν ἐστιν, οὕτως κἂν ἐπ’ ἄλλου τινὸς ἡ φωνὴ λέγοιτο, προαιρετικόν τι σημαίνει. Οἶδεν δὲ καὶ ἡ συνήθεια τὴν χρῆσιν τοῦ ὀνόματος τούτου. Διαβόλους γοῦν καλοῦμεν τοὺς κατηγοροῦντας τούσδε τοῖσδε, κἀκείνους τούτοις. Ἐπεὶ οὖν καὶ ὁ διάβολος Θεὸν ἀνθρώποις διαβάλλει, καὶ ἀνθρώπους Θεῷ, καὶ αὐτοὺς τοὺς ἀνθρώπους ἀλλήλοις, ταύτης ἔτυχεν τῆς ὀνομασίας. Εἰ δὲ καὶ τὸ σατανᾶς ὄνομα κατηγοροῖτο αὐτοῦ τοῦ διαβόλου, ἴστωσαν, ὅτι καὶ αὐτὸ τοῦτο προαιρετικοῦ τινός ἐστι δηλωτικόν. Ἑβραϊκὴ γὰρ οὖσα ἡ φωνή, οὐχ ἕτερόν τι σημαίνει καθ’ Ἑλλάδα φωνήν, ἢ τὸ ἀντικείμενον· τὸ δὲ ἀντικείμενον ἐπ’ ἀνθρώπου λαμβανόμενον, ἴσον ἐστὶ τῷ ἐχθρός, βλαβερός. Ὡς οὖν ὁ ἐχθρὸς προαιρέσει ἐστὶ τοιοῦτος, οὕτως καὶ ὁ ἀντικείμενος· ὥσπερ καὶ τὰ τούτων ἐναντία· τὸ γὰρ φίλος, καὶ εὐνοῶν, καὶ ὁμονοῶν, καὶ ὁμοφρονῶν, ὀνόματα προαιρέσεών ἐστι δηλωτικά. Λέγεται γὰρ αὐτὸς οὗτος φίλος καὶ εὐνοῶν, ὥσπερ διάβολος, καὶ σατανᾶς, καὶ πονηρός. Ὡς ἐν Εὐαγγελίῳ ὁ Σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγειν διδάσκει ἐν τῇ εὐχῇ τοὺς μαθητάς· Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Καὶ γὰρ καὶ τὸ τοῦ πονηροῦ ὄνομα προαιρέσεώς ἐστι δηλωτικόν.
, the Lord named him a devil not because of his substance, but because of his deliberate choice, saying to all the disciples together, counting Judas too among them: Did I not choose you the twelve, and one of you is a devil? To which the writer adds: Now this He said concerning Judas, who was about to betray Him. For if he was called a devil on account of his future betrayal, he was not a devil then when he obtained election together with all. For he became chosen together with all because of the virtue then present in him; and he was styled a devil when he wrought the deeds of betrayal. If, therefore, in the case of Judas the name devil is indicative of a deliberate act, so too, even if the word is spoken of another, it signifies something of deliberate choice. And ordinary usage also knows the use of this name. For instance, we call slanderers (diaboloi) those who accuse these to those and those to these. Since, therefore, the devil also slanders God to human beings, and human beings to God, and human beings themselves to one another, he obtained this appellation. And if the name Satan also should be predicated of the devil himself, let them know that this very name too is indicative of something of deliberate choice. For being a Hebrew word, it signifies nothing else in the Greek tongue than the adversary; and adversary, when taken of a human being, is equivalent to enemy, harmful. As, therefore, the enemy is such by deliberate choice, so too is the adversary; just as also their contraries, for friend, and well-disposed, and like-minded, and harmonious are names indicative of deliberate choices. For this same person is called friend and well-disposed, just as devil, and Satan, and wicked. As in the Gospel the Saviour, among other things, teaches the disciples in prayer to say this too: And lead us not into temptation, but deliver us from the wicked one. For indeed the name of the wicked one too is indicative of deliberate choice.
Εἰ τοίνυν διὰ πάντων, ὧν σημαίνει, ὁ ἀρχέκακος καὶ πρῶτος ἀποστάτης τῆς ἀρετῆς προαιρετικῶς ἐστι τοιοῦτος, οὐ δύναται κατ’ οὐσίαν εἶναι κακός· εἰ δὲ λέγοιεν τοῦτο, ὅτι τῇ οὐσίᾳ κακὸς ὢν ἔτυχεν καὶ τὰ προαιρετικά, δι’ ἃ οὕτως ὠνόμασται· ἴστωσαν, ὅτι ἐν τοῖς οὐσιώδεσιν οὐ παραλαμβάνεται προαίρεσις. Οὐδεὶς γὰρ λέγει προαιρετικῶς ζῶον εἶναι, ἢ λίθον· ταῦτα γὰρ οὐσιώδη. Ὅθεν οὐδὲ προαιρετικόν τι· ἐν ἐκείνοις γὰρ τὰ προαιρετικά, ἐν οἷς καὶ ἡ προαίρεσις.
If, therefore, through all the things it signifies, the originator of evil and first apostate from virtue is such by deliberate choice, he cannot be evil in substance; and if they should say this, that being evil in substance he also obtained the things of deliberate choice on account of which he has been so named, let them know that in things substantial, deliberate choice is not admitted. For no one says that an animal or a stone exists by deliberate choice; for these are substantial. Whence neither is anything of deliberate choice [in them]; for things of deliberate choice are in those in whom deliberate choice also is.
Ἀλλ’ ἴσως ἐροῦσιν· Διὰ τί τὸν οὕτω μέλλοντα ἔσεσθαι βλαβερόν, ἢ λυμεῶνα, εἰς τὸ εἶναι ἤγαγεν ὁ ἀγαθὸς Θεός; Ἴστωσαν δὲ τοῦτο λέγοντες, ὅτι οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πᾶσιν τοῖς τιθεμένοις πρόνοιαν ἀντιπίπτουσιν. Πολλοὶ γὰρ καὶ ἄλλοι τιθέμενοι πρόνοιαν, ἐκ Θεοῦ λέγουσιν εἶναι πάντα τὰ λογικὰ ζῶα, ἐν οἷς φύεται καὶ ἡ κακία. Εἰ οὖν περὶ τοῦ διαβόλου ταῦτα
But perhaps they will say: Why did the good God bring into being one who was going to be so harmful or a destroyer? Yet let them know, when they say this, that they oppose not us alone, but all who posit providence. For many others too who posit providence say that all rational living beings are from God, among whom wickedness also springs up. If, therefore, concerning the devil these things