νᾶται ; Τὸ γὰρ κτιστὸν οὐ γεννητὸν, τὸ δὲ γεννητὸν, οὐ κτιστόν· ἕτερον γὰρ ἐκεῖνο, θάτερον δὲ τοῦτο. Ἀμφότερα δὲ ὁρῶμεν ὄντα τὸν Υἱόν· ἄκτιστον μὲν θεότητι, κτιστὸν δὲ ἀνθρωπότητι. Ἀλλ' ἔθος πολλαχοῦ τῇ θείᾳ Γραφῇ τὰ ἐγγύτατα ἡμῖν πρῶτα σημαίνειν, καὶ τὰ ἀρχαῖα, δεύτερα. Οὕτω γὰρ καὶ ὁ θεῖος Ματθαῖος ποιεῖ, ἐκ τῶν ἐγγυτέρων καὶ εὐληπτοτέρων ἀρχόμενος ἡμῖν τὸν Χριστὸν εὐαγγελίζεται· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· τοῦτο μὲν Ἰουδαίους ἐπισπώμενος, τέκνα τοῦ Ἀβραὰμ ὑπάρχειν ψευδηγοροῦντας, καὶ σεμνυνομένους εἰκῇ τοῖς θεσπεσίοις, ὧν τε τὴν πολιτείαν οὐκ ἐμιμήσαντο· τοῦτο δὲ νηπιάζοντος ἔτι τοῦ θιάσου ἐκ τῶν ἐγγυτέρων ἡμᾶς εἰς θεογνωσίαν ποδηγεῖ, καὶ προϊὼν τῷ Εὐαγγελίῳ θεολογεῖν τὸν Χριστὸν ἄρχεται, ὥσπερ διὰ κλίμακός τινος ἀνάγων ἡμῶν πρὸς τὰ θειότερα τὴν διάνοιαν. Φησὶ γοῦν ὁ τῶν θείων σοφὸς Σολομὼν, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ· ἀρχὴν γὰρ ὁδοῦ τῆς δικαιοσύνης τοῦ Εὐαγγελίου, τὸ κατὰ σάρκα ἡμῖν ἐκ τῆς ἀείπαιδος Μαρίας γενέσθαι τὸν Θεὸν Λόγον, ὃς πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Πρὸ τοῦ γενέσθαι τὴν κυκλικὴν ἑβδομάδα τοῦ παρόντος αἰῶνος, τῇ ἕκτῃ ἡμέρᾳ ἡ ψυχὴ ἐν τῷ Ἀδὰμ ἐθεμελιώθη παρὰ τοῦ οἰκοδόμου τῆς φύσεως ἡμῶν, καὶ οὕτως μετὰ τὴν ἕκτην ἡ ἑβδόμη τοῦ αἰῶνος δημιουργεῖται ἡμέρα ἑπτάκις ἀνακυκλουμένη εἰς ἑαυτὴν διὰ παντὸς τοῦ ἐνεστῶτος αἰῶνος. Ἐπὶ δὲ τὰ θειότερα καὶ ἀρχικώτερα προϊὼν, φησί· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· βουνοὺς ἐνταῦθα τοὺς οὐρανοὺς, ἤτοι τὰς ὑπὲρ αὐτοὺς δυνάμεις δηλῶν. Οὐχ οὐρανοὶ γὰρ, οὐχ ἄγγελοι, οὐχ ἀρχάγγελοι, οὐ καιρὸς, οὐ χρόνος, οὐκ αἰὼν, οὐχ ἕτερόν τι νοούμενον ἢ φραζόμενον, πρεσβύτερον τοῦ Υἱοῦ. Αὐτὸς γὰρ ὑπάρχει ποιητὴς τῶν αἰώνων καὶ πάντων ὁμοῦ· Παύλου μὲν διαῤῥήδην βοῶντος τὸ, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε, καὶ τὸ, Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τά τε ὁρατὰ καὶ ἀόρατα, ὅτι πάντα δι' αὐτοῦ ἐγένετο. Κτίζεται οὖν ἐκ Μαρίας τῷ προσλήμματι, θεμελιοῦται δὲ ψυχὴ ἐν τῷ κτιζομένῳ σώματι, ἀμφοῖν δὲ ὁ Λόγος καταλλήλως ἑνωθεὶς, κτιστὸς μὲν ὁρᾶται βροτὸς, ἄκτιστος δὲ νοεῖται Θεὸς, ἐξ ἀκτίστου Πατρὸς πατέρα μὴ ἔχοντος.
otten? For that which is created is not begotten, and that which is begotten is not created; for the one is one thing, and the other is another. Yet we see that the Son is both: uncreated in His divinity, and created in His humanity. But it is a frequent custom in divine Scripture to signify first the things nearest to us, and second the ancient things. For thus also the divine Matthew does, beginning from the nearer and more easily grasped things to proclaim the Gospel of Christ to us: The book of the generation of Jesus Christ, son of David, son of Abraham; on the one hand drawing in the Jews, who falsely claim to be children of Abraham and boast vainly in the inspired men whose way of life they did not imitate; and on the other hand, while the company is still infantile, he guides us from the nearer things to the knowledge of God, and advancing in the Gospel begins to speak theologically of Christ, leading our understanding upward as if by a ladder towards the more divine things. Therefore Solomon, wise in divine matters, says, The Lord created me the beginning of His ways; for the beginning of the way of the righteousness of the Gospel is that God the Word came to be for us according to the flesh from the ever-virgin Mary, Who before the age founded me. Before the cyclical week of the present age came into being, on the sixth day the soul was founded in Adam by the builder of our nature, and thus after the sixth is crafted the seventh day of the age, cycling back seven times upon itself throughout the whole present age. And advancing to the more divine and more primordial things, he says: Before all hills He begets me; signifying here by hills the heavens, or rather the powers above them. For neither heavens, nor angels, nor archangels, nor season, nor time, nor age, nor anything else conceived or spoken, is older than the Son. For He Himself is the maker of the ages and of all things together; Paul crying out explicitly, Through Whom also He made the ages, and, In Him were all things created, both things visible and invisible, because all things came into being through Him. He is created, therefore, from Mary in respect of the assumed nature, and a soul is founded in the created body; and the Word, fittingly united to both, is seen as a created mortal, yet understood as uncreated God, from an uncreated Father Who has no father.
Καὶ πῶς αὐτὸς ὁ Υἱὸς κτιστὸν ἑαυτὸν δείκνυσι φάσκων, Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων, καὶ ἡ ὁδός ; Ὁμοίως δὲ καὶ ὑπὸ τῶν προφητικῶν κτιστὸς ὑποδείκνυται, ὑπὸ μὲν Ἠσαΐου λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου· ὑπὸ δὲ τοῦ Δαβὶδ, στυλοπὺρ, ὑφ' ἑτέρων δὲ λέων, πρόβατον, καὶ ἕτερα πλεῖστα.
And how does the Son Himself show Himself to be created when He says, I am the door of the sheep, and the way? Likewise He is also indicated as created by the prophetic writings: by Isaiah as a stone of stumbling and a rock of offence; by David as a pillar of fire; and by others as a lion, a sheep, and very many other things.