Migne Reading Room

PG 38 · cols. 888–897 · Read from the page

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:888Read from the page
ΠΕΥΣΙΣ ΚΗʹ.
Question XXVIII.
Καὶ διὰ τί μὴ φανερῶς εἶπεν Ἰωάννης, ὅτι καὶ ψυχὴν ἔλαβεν, ὡς περὶ τῆς σαρκὸς λέγει;
And why did John not say openly that He also took a soul, as he says concerning the flesh?
Ἀπόκρισις.
Answer.
Ἆρ' οὖν, ἐπεί φησιν ἡ Γραφὴ, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς λαβὼν, καὶ οὐ προσέθηκεν, ὅτι ἐποίησε κεφαλὴν ἢ ἐγκέφαλον, οὐχ ἧπαρ, ἢ σπλῆνα καὶ πνεύμονα, οὐχ ἕτερόν τι τῶν φυσικῶν μυστηρίων, παρὰ τοῦτο ἐρήμους καὶ ἀκτήμονας ἐκείνων ἑαυτοὺς οἰηθῶμεν, μὴ λεπτηγορούσης τῆς Γραφῆς τὰ φυσικὰ ἡμῶν ὄργανα; Ὡς γοῦν ἐφ' ἡμῶν ἀπὸ μέρους τὸ πᾶν διαγινώσκεται, οὕτως καὶ τὸν ἅγιον Θεὸν Λόγον ψυχῇ καὶ σώματι ἡνῶσθαι πιστεύσωμεν· ἵνα μὴ ἄψυχον τὸ θεῖον σῶμα δοκοῦντες, τῷ Θεῷ κατὰ φύσιν πάθη προσάψωμεν.
Shall we then, because Scripture says that God made man, taking dust from the earth, and did not add that He made a head or a brain, nor a liver, or a spleen and lung, nor any other of the natural mysteries, on that account suppose ourselves to be destitute and devoid of them, because Scripture does not enumerate our natural organs in detail? Just as in our case, then, the whole is recognized from a part, so too let us believe that the holy God the Word has been united to soul and body; lest, supposing the divine body to be without a soul, we attach natural passions to God.
ΠΕΥΣΙΣ ΚΘʹ.
Question XXIX.
Καὶ πῶς ἴσος τῷ Πατρὶ κατὰ θεότητα ὁ Χριστὸς ἀγωνίᾳ καὶ ἱδρῶτι συνεχόμενος, καὶ ὑπὸ ἀγγέλου ἐνισχυόμενος, καθὼς ὁ Λουκᾶς περὶ αὐτοῦ λέγει; καὶ ἀνωτέρω γὰρ τούτων κινηθέντων παρέδραμες τὴν διασάφησιν;
And how is Christ equal to the Father in divinity when gripped by agony and sweat, and strengthened by an angel, as Luke says concerning Him? for when these matters were raised above, you passed over the explanation.
Ἀπόκρισις.
Answer.
Σαφῶς ἐκ τούτων παιδευόμεθα, οὐ φαντασίᾳ καὶ δοκήσει, ἀληθείᾳ δὲ μᾶλλον τὰ ἡμέτερα ἡνῶσθαι τὸν ζῶντα καὶ ἐνυπόστατον ἅγιον Θεὸν Λόγον, πλὴν μόνης τῆς ἀνοσίου κακίας· ἀνεπίδεκτον γὰρ αὐτῆς τὸ Θεῖον. Τὸ γὰρ ἀγωνιᾷν τῆς ψυχῆς, τὸ δὲ ἱδροῦν, τοῦ σώματός φαμεν· τοὺς δὲ αἱμώδεις θρόμβους τῆς σαρκὸς ἐκβραττομένους, δοκῶ, διὰ τῆς ἐκδιδομένης νοτίδος, τὸν ἐγχεθέντα ἡμῖν δι' ἀκοῆς ἰὸν τοῦ ὄφεως, ἐπὶ τῇ παραβάσει τῆς θείας ἐν παραδείσῳ ἐντολῆς, τῇ ἑνώσει τοῦ Θεοῦ, καὶ Λόγου, τῆς φύσεως ἡμῶν ἐκμύζεσθαι· ὥστε μηκέτι κνίσσαις καὶ αἵμασι καὶ παιδοκτονίαις ὑφ' ἡμῶν θρησκεύεσθαι τὸν ἀρχέκακον δαίμονα. Οὐδὲ ἄγγελος ἐπιῤῥωννύειν, καὶ σθεναρὸν ἀποτελῶν τὸν ἑαυτοῦ ποιητὴν ἐνισχύειν μοι δοκεῖ. Πῶς γὰρ οἰκέτης δεσπότην ἐνισχύσειεν, ἢ πνεῦμα πέτραν ὑποστερηνήσειεν (sic); Ἡ γὰρ πέτρα ἦν ὁ Χριστὸς, φησὶν ὁ θεῖος Ἀπόστολος. Καὶ πάλιν, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· καὶ πάλιν, Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται καὶ ἐνισχύεται. Ἐξ ὧν εἰκότως νοείσθω ὑπὲρ τοῦ μέλλοντος παραδόξου τῆς νίκης Χριστοῦ ἐπινίκιόν τι σχῆμα τὸν ἄγγελον ποιεῖν, ἔργῳ τὰ Μωσέως τοῦ νομοθέτου παριστῶντα ῥήματα, πρὸ χιλίων καὶ ἄνω χρόνων διαῤῥήδην βοῶντος· Εὐφράνθητε, οὐρανοὶ, ἅμα αὐτῷ, ὅτι τὰ κάτω ἄνω ἀνήγαγε, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, τὰς σφῶν χώρας προσθήκῃ βροτῶν αὐξομένας ὁρῶντες· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, οἱ ἐξ ἐθνῶν, τῷ Ἐνὼχ, τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, τῷ Ἰωσὴφ, τῷ Δαβὶδ, τῷ Χριστῷ, τῇ Ἐκκλησίᾳ προστιθέμενοι, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ, φησὶν, ἐκδικεῖται, καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν
Clearly from these things we are taught that not in phantasm and seeming, but rather in truth, the living and enhypostatic holy God the Word has united our nature to Himself, apart from unholy wickedness alone; for the Divine is incapable of receiving it. For we say that being in agony belongs to the soul, and sweating to the body; and as for the bloody drops boiling forth from the flesh, I think that through the moisture poured out, the venom of the serpent poured into us through hearing at the transgression of the divine commandment in Paradise is sucked out from our nature by the union of God the Word, so that no longer should the author of evil, the demon, be worshipped by us with burnt fat, and blood, and child-slaughters. Nor does an angel seem to me to be invigorating and, by making him mighty, strengthening his own Maker. For how could a household servant strengthen a master, or a spirit prop up a rock? For the rock was Christ, says the divine Apostle. And again, Who makes His angels spirits; and again, Without any contradiction the lesser is blessed and strengthened by the greater. From which let it reasonably be understood that on account of the coming marvel of Christ's victory the angel performs a kind of triumphal gesture, exhibiting in deed the words of Moses the lawgiver, who more than a thousand years earlier explicitly cried out: Rejoice, O heavens, together with Him, because He has brought up what was below to what is above, and let all the angels of God worship Him, seeing their own ranks increased by the addition of mortals; Rejoice, O nations, with His people, you from the nations who are added to Enoch, to Abraham, to Isaac, to Joseph, to David, to Christ, to the Church; for the blood of His sons, he says, is avenged, and He will avenge and render justice to His enemies, and to those who hate
PG 38:889Read from the page
αὐτὸν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ. Ἀλλὰ καὶ ὁ ὑψηλὸς Ἀπόστολος, ἐπινικίως ἐνισχύων τῷ Χριστῷ, φησὶ, Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Καὶ πάλιν, ὡς νικητῇ πᾶσαν κτίσιν ποτνιᾶσθαι αὐτῷ παιδεύων, φησὶν, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται αὐτῷ. Συμφώνως δὲ τούτῳ βροντόπαις Ἰωάννης, ἐπινικίως θεολογῶν τὸν Χριστὸν, φησί· Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀληθείας. Τῷ δὲ ἀγγέλῳ ἑπόμενοι καὶ ἡμεῖς, οἷον ἐνισχύομεν ἐπινικίως τὸν Χριστὸν ἐν τῷ καιρῷ τῆς θείας τῶν μυστικῶν τελετῆς βοῶντες, Ὅτι σὸν τὸ κράτος καὶ ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα. Ἰδοὺ τὸ ἑνικὸν τῆς θείας φύσεως τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.
Him He will repay, and the Lord shall cleanse the land of His people. Moreover, the lofty Apostle also, triumphantly strengthening Christ, says, Christ the power of God and the wisdom of God. And again, teaching all creation to bow in supplication to Him as victor, he says, In the name of Jesus Christ every knee shall bend of things in heaven and things on earth, and every tongue shall confess to Him. And in harmony with him John the son of thunder, triumphantly proclaiming Christ as God, says: And we beheld His glory, glory as of the Only-begotten from the Father, full of grace and truth. And following the angel we too as it were triumphantly strengthen Christ at the time of the divine celebration of the mysteries, crying out, For Thine is the might and the kingdom and the power and the glory. Behold the singleness of the divine nature of the Father and of the Son and of the Holy Spirit.
Ὅπερ νόμος καὶ τοῖς γυμνικοῖς ἀγῶσιν, εἴτ' ἐν σωμασκίαις, τοὺς ἀνδρείους καὶ ῥωμαλέους τῶν ἀθλητῶν, ἤτοι παγκρατείαις, τοὺς ὑπὸ μειρακίων τινῶν καὶ κομιδῇ νέων, μηδέπω ἰούλοις τὰς παρειὰς σκιαζομένων, ὑποφωνεῖσθαι καὶ ἀλείφεσθαι, ὥστε αὐτοὺς σφριγῶντας στεῤῥοτέρως κατὰ τῶν ἀντιπάλων χωρεῖν· οὐχ ὅτι ῥώμης καὶ εὐσθενείας τοῖς ἀνδρείοις παρὰ τῶν ἀσθενεστέρων ἐντιθεμένης, ἀλλὰ νόμῳ καὶ ἀκολουθίας ἑκάστῳ δράματι προηγουμένων. Δεσποτείας πάντως νόμος ὑπὸ τῶν οἰκετῶν ἀλείφεσθαι, καὶ θωπεύεσθαι· πλήρωμα δὲ νόμου Χριστὸς, ὁ πάντων ὁμοῦ Δεσπότης· νόμος δὲ ἀγγέλοις, τὸν σοφὸν ποιητὴν καὶ δεσπότην θωπεύειν καὶ ὑποσαίνειν βοηθουμένους, οὐ βοηθοῦντας. Εἰ γὰρ τῆς παρ' ἐκείνων ἰσχύος ἐδεῖτο, πολλῷ μᾶλλον ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμερῶν ὑπὸ τοῦ διαβόλου πειραζόμενος ἐκείνης ἐδεήθη. Ἀλλ' οὐδέ που τῇ Γραφῇ τοῦτο εἴρηται· Ἄγγελοι γὰρ, φησὶ, προσελθόντες οὐκ ἐβοήθουν, ἀλλὰ διηκόνουν αὐτῷ· ὅπερ ἐναργῆ τοῦ μὲν τὴν δεσποτείαν, τῶν δὲ τὴν οἰκετίαν παρίστησι. Κατὰ οὖν τὴν ἀποδοθέντα λόγον νοείσθω τὰ περὶ τοῦ ἀγγέλου. Οὔτε γὰρ τὰ ἅγια Χερουβὶμ ἁγιασμοῦ προσδίδονται ἐν οὐρανῷ τῇ θείᾳ Τριάδι ἀσιγήτως τὸ Ἅγιος, ἅγιος, ἅγιος, ὅταν ἀναφωνοῦσιν· οὐδ' αὖ πάλιν, ἡμῶν ἐν τρισαγίῳ, Ἅγιος ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐκβοώντων, ἁγιασμὸν ἢ ἰσχὺν ἢ ἀθανασίαν τὸ Θεῖον ἐνίεται.
This is also the custom in gymnastic contests, whether in bodily exercises or pancratium bouts, that the manly and robust among the athletes be cheered on and anointed by certain lads and very young boys, whose cheeks are not yet shaded with down, so that bursting with vigour they may advance more stoutly against their opponents; not that strength and vigour are imparted to the manly by the weaker, but because by custom and sequence these things precede each performance. It is certainly a law of lordship to be anointed and courted by household servants; and Christ is the fullness of the law, the Master of all together; and it is a law for angels to court and fawn upon their wise Maker and Master, being helped, not helping. For if He had needed strength from them, much more would He have needed it in the desert when tempted for forty days by the devil. Yet nowhere in Scripture is this said; for angels, it says, came up not to help Him, but ministered to Him; which manifestly shows His lordship and their servitude. According to the account given, then, let the things concerning the angel be understood. For neither do the holy Cherubim impart anything of holiness in heaven to the divine Trinity when they unceasingly cry aloud, Holy, holy, holy; nor again, when we shout in the Trisagion, Holy God, Holy Mighty, Holy Immortal, does the Divine receive holiness or strength or immortality.
ΠΕΥΣΙΣ Λʹ.
Question XXX.
Ἱκανῶς περὶ τῶν θείων προσταχθέντων σοι παρ' ἡμῶν διδαχθέντες, τὰς τῶν ἀνοήτων δεόμεθα λοιπὸν ἀνατραπῆναι φωνάς. Λέγουσι γὰρ ἀγνοεῖν τὸν Σωτῆρα τὸ τοῦ Λαζάρου μνῆμα, καὶ τὴν ἁψαμένην τοῦ κρασπέδου αἱμοῤῥ[ο]οῦσαν γυναῖκα, καὶ ὅτι οὐδὲ
Having been sufficiently taught concerning the divine matters enjoined upon you by us, we ask next that the voices of the foolish be overturned. For they say that the Saviour was ignorant of the tomb of Lazarus, and of the woman with a flow of blood who touched the hem of His garment, and that not even
Notes, col. 889

On the reading

Printed τὴν, for τὸν.

PG 38:892Read from the page
τέλειος ἦν Θεός· προέκοπτε γὰρ καὶ ἐκραταιοῦτο σοφίᾳ, καὶ ἡλικίᾳ καὶ χάριτι, ὡς λέγει τὸ Εὐαγγέλιον.
was perfect God; for He advanced and grew strong in wisdom, and in stature and in grace, as the Gospel says.
Ἀπόκρισις.
Answer.
Ἀλλὰ μὴ τὰ οἰκονομικῶς παρ' αὐτοῦ εἰρημένα, πρόφασις βλασφημίας ὑμῖν γένηται, τὸ, Ποῦ τεθείκατε αὐτόν ; ἢ, Τίς μου ἥψατο ; ἢ, Τίνα ζητεῖτε ; ἢ, Τίνα με λέγουσιν ; ἢ, ὅτι Τὸ παιδίον ηὔξετο, καὶ ἐκραταιοῦτο, καὶ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ. Οὐδὲν γὰρ τούτων ἀγνοίας κατηγορεῖ, τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γενομένῳ Λόγῳ Θεῷ· ἐκ τούτων δὲ μᾶλλον ἴσον τῷ Πατρὶ δεικνυμένῳ· Ὁ Πατὴρ γάρ μου, φησὶν, ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· οὐκ ἐκλείποντός τινος τῇ παρ' ἡμῶν τοῦ παντὸς δημιουργίᾳ, ἀτελοῦς τῆς κτίσεως ὁρωμένης· ἀλλ' ἐργαζόμεθα τὴν κατ' ἀρετὴν βίον, βροτοῖς ὑποτιθέμενοι τὸν ξὺν Θεῷ ἡμῶν Πατρὶ, διὰ τῶν ὑπ' ἐκείνου ἤδη ἐκ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταῤῥωσθέντων. Ὁ Πατὴρ ἐπύθετο προπάτορος ἡμῶν παραβάντος Ἀδὰμ, Ποῦ εἶ ; οὐκ ἀγνοῶν λανθάνειν πειρᾶσθαι, καὶ τὸ δεῖν κραδαίνεσθαι τὸν παραβάτην, ἀλλ' ὡσεὶ γελῶν καὶ χλευάζων αὐτοῦ τὴν ὑπαγωγὴν καὶ εὐήθειαν τῆς ἀβουλίας, αὖθις τῇ ἀγορεύσει τοῦ ἀπηγορευμένου κρύπτεσθαι πειρωμένου. Πρὸς ὅν φησιν ὁ ἄληστος, Ποῦ εἶ, ὁ δοκῶν ἐκθειάζεσθαι τῇ συμβουλίᾳ τοῦ δράκοντος ; Ποῦ εἶ, ὁ ἀπειθήσας Θεῷ καὶ πιστεύσας ἐχθρῷ ; Μὴ κρύπτου, φησὶν, οὐ γὰρ λήσῃ τὴν ἀκήρατον καὶ μακαρίαν ζωὴν ἐκδυσάμενος. Ὁμοίως οὖν ὁ Υἱὸς, ποῦ καθεῖρκτο Λάζαρος οὐκ ἀγνοῶν· πρὸ δύο γὰρ ἡμερῶν τοῦ φθάσαι ἐν Βηθανίᾳ τῇ ἐνεγκαμένῃ Λάζαρον, φησὶ τοῖς ἑπομένοις, Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, καὶ πορεύομαι ἐξυπνῆσαι αὐτὸν, ἤδη τετρήμερον ὀδωδότα, νεκρὸν ὑπάρχοντα. Πῶς οὖν πρὸ τῶν τόπων τὰ ἐν τόποις συμβαίνοντα ἐπιστάμενος, ἐπιβὰς ἐκείνοις σώματι, ἀγνοήσῃ ἃ προέγνω θεότητι καθ' ἣν ἐπιπληροῖ τὰ σύμπαντα ; Ἀλλ' οἰκονομικῶς ἤρετο, ὥστε προφάσει τοῦ ὑποδεῖξαι Ἰουδαῖοι ἐπὶ τὸν τάφον συναγειρόμενοι, μάρτυρες αὐτοὶ τῆς ἀναστάσεως τοῦ τεθνηκότος γένωνται· πῶς σουδαρίῳ μὲν τὴν κεφαλὴν δεδεμένος, καὶ τῇ περιβολῇ τῆς ὀθόνης τὰς ὄψεις κεκαλυμμένος, κειρίαις τὰς βάσεις πεπεδημένος, ἤδη τῇ κράνῃ δεδορκὼς, καὶ τῷ στόματι σεσηρῷ διεφθορὼς, τὴν γλῶτταν καὶ τὰς ὄψεις διεῤῥευκώς· πῶς τῇ φωνῇ τοῦ Δημιουργοῦ πόῤῥωθεν ἡ ψυχὴ ἕλκεται, καὶ τῷ ἀπολειφθέντι ἐνίεται σώματι ; πῶς συνειλημμένων τῶν βάσεων, πηδῶν τοῦ τάφου, ἐξεκρούετο ἀλώβητος καὶ ἀνελλιπὴς ὁρώμενος, τῇ φωνῇ τοῦ Λόγου ἐπιῤῥωννύμενος, καὶ βοηθῷ πρὸς τὴν ἔξοδον χρώμενος ; Δοκεῖ δέ μοι καὶ τῷ θανάτῳ ὑπονύττεσθαι πρὸς τὴν ὠκυτάτην ἔγερσιν, μήπως τῇ μελλήσει δευτέρας γενομένης ἐκ τοῦ Λόγου φωνῆς, πάντας ἀθρόως ἀπολύσῃ ἐκεῖ τελοῦντας· ὅπερ
But let not the things spoken by Him economically become for you a pretext for blasphemy, namely: Where have you laid him? or, Who touched me? or, Whom do you seek? or, Whom do they say that I am? or, that the child grew, and became strong, and advanced in wisdom and stature. For none of these charges ignorance against God the Word, Who for our sake became like us; rather, from these He is shown equal to the Father: For my Father, He says, works until now, and I work; not as though anything were lacking to our crafting of the universe, the creation being seen as imperfect; rather, we work the life according to virtue, suggesting to mortals that which is with God our Father, through those who have already been strengthened by Him from the worse to the better. The Father inquired of our forefather Adam when he transgressed, Where are you? not being ignorant that he was trying to hide, and that the transgressor ought to tremble, but as if laughing at and mocking his withdrawal and the folly of his ill-counsel, trying to hide immediately after the tasting [lit. speaking] of the forbidden [fruit]. To whom He Who cannot be escaped says, Where are you, you who thought to be deified by the counsel of the serpent? Where are you, you who disobeyed God and believed an enemy? Do not hide yourself, He says, for you will not escape notice having stripped off the undefiled and blessed life. Likewise therefore the Son, not being ignorant of where Lazarus had been shut up; for two days before arriving in Bethany, which had borne Lazarus, He says to those following Him, Lazarus our friend has fallen asleep, and I go to wake him, though he was already four days dead and stinking. How then could He Who before reaching the places knew the things happening in those places, upon setting foot in them in body, be ignorant of what He foreknew by His divinity according to which He fills all things? Rather, He asked economically, so that on the pretext of showing [the place], the Jews gathering at the tomb might themselves become witnesses of the resurrection of the dead man: how, bound about the head with a napkin, and having his eyes covered with the wrapping of the linen cloth, his feet fettered with grave-bands, already looking through his skull, and decayed with grinning mouth, his tongue and eyes dissolved; how at the voice of the Creator the soul is drawn from afar, and enters into the abandoned body? How, with his feet bound together, leaping from the tomb, he was thrust forth, seen unharmed and whole, strengthened by the voice of the Word, and using it as helper for his coming out? And it seems to me that death too was spurred on towards the swiftest raising, lest by delay, if a second voice came from the Word, it should release all at once who dwelt there; which
Notes, col. 892

On the reading

Printed τὴν, for τὸν.

Printed ἀγορεύσει, for γεύσει.

Printed σεσηρῷ, for σεσηρότι.

PG 38:893Read from the page
καὶ μετὰ ἓξ ἡμέρας πέπονθεν ὁ δείλαιος, τοῦ φωνοῦντος πρὸς παλινζωΐαν τοὺς νεκροὺς, πρὸς αὐτὸν φοιτήσαντος, κατὰ τὴν προφητείαν Ἰὼβ, καὶ Ἠσαΐου, τῶν θεσπεσίων, πρὸ χιλίων ἤδη χρόνων διαῤῥήδην βοώντων, τοῦ μέν· Ἦλθες ἐπὶ τῆς θαλάσσης, ἐν δ' ἴχνεσιν ἀβύσσου περιεπάτησας, ἀνοίγονται σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν. Συμφώνως δὲ τούτοις ὁ θεῖος Δαβὶδ, ὁ τῶν θείων μελῳδός· Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· Κύριος ὄνομα αὐτοῦ. Ὁδοποιεῖν δὲ ἑαυτοὺς τῷ Κυρίῳ παιδευόμεθα, καὶ οἰκοποιεῖν δι' ἐναρέτου πολιτείας, τὸ Θεῖον ἐπιδρύμενοι, μονὴ καὶ ναὸς αὐτοῦ γινόμενοι, καθὼς ἐν Εὐαγγελίοις, καὶ ἐν Παύλῳ θεηγορῶν, αὐτὸς ἀπεφήνατο. Δυσμὴ δὲ νοεῖται ἡ ἡμετέρα φύσις, καὶ τὸ ἐπίπονον τοῦ κόσμου χωρίον ταῖς ἡδοναῖς τῶν παθῶν σκιαζόμενον. Νοεῖται δὲ καὶ ὁ ᾅδης. Ἐν οἷς τὸ ἄϋλον καὶ ἄσκιον φῶς ἐναστράψαν, πάντα πρὸς τὸ κρεῖττον μετεστοιχείωσε, τὴν φύσιν ἀνεκαίνισε, τὸν κόσμον φαιδρύνας, τὸν ᾅδην σκυλεύσας πρὸς ἡμερότητα, καὶ τῶν ἐνεχομένων ἀπόλυσιν. Καὶ τὰ μὲν ἐκ τοῦ Δαβὶδ ἀμυδρῶς μοι ἔδοξε· τὰ δὲ τοῦ Ἰὼβ, καὶ Ἠσαΐου μετ' οὐ πολὺ ἀποδώσομεν, διὰ τὸ βραχὺ τῆς ὥρας νῦν ὑπερτιθέμενοι. Ἄμφω δὲ τὸ μέλλον, ὡς ἤδη πραχθὲν, ἐξεβόησαν ἀραρότως, τὴν ἔκβασιν τῆς σφῶν προῤῥήσεως ἐπιστάμενοι. Οἰκονομικῶς τοίνυν ἀγνοεῖν ὑπεκρίνετο πάσης ἅμα κτίσεως γινώσκων ἀπόῤῥητα, διὰ τῆς πεύσεως πλῆθος συνεγερθῆναι πρὸς τὴν ὑπόδειξιν, καὶ παρὰ τῶν ἐχθρῶν μαρτυρηθῆναι μᾶλλον τὸ παράδοξον.
indeed after six days the wretched one suffered, when He Who summons the dead to a return to life visited him, according to the prophecy of Job and Isaiah, the inspired ones, who a thousand years beforehand cried out explicitly, the one saying: You came upon the sea, and walked in the tracks of the abyss; the gates of death open to you in fear, and the gatekeepers of Hades seeing you cowered. And in agreement with these the divine David, the singer of divine things: Sing to God, make melody to His name; make a way for Him Who has mounted upon the west: Lord is His name. Now we are taught to make ourselves a way for the Lord, and to make a house through a virtuous way of life, establishing the Divine [within us], becoming His dwelling and temple, just as He Himself declared, speaking divinely in the Gospels and in Paul. And by the west is understood our nature, and the toilsome region of the world shaded by the pleasures of the passions. Hades too is understood. Among which the immaterial and shadowless light, having flashed forth, transformed all things for the better, renewed nature, brightening the world, despoiling Hades unto gentleness and the release of those held fast. And the things from David have been set forth by me faintly; but those of Job and Isaiah we shall explain before long, deferring them now because of the shortness of the time. Both of them cried out firmly what was future as already accomplished, knowing the outcome of their own prediction. Economically, therefore, He feigned not to know, while knowing at once the secrets of all creation, so that through the inquiry a multitude might be roused to show the place, and the marvel might rather be attested by enemies.
ΠΕΥΣΙΣ ΛΑʹ.
Question 31.
Καλῶς τὸν περὶ Λαζάρου ἀκούσαντες λόγον, δεόμεθα ὑπὲρ τῆς αἱμοῤῥοούσης γυναικὸς, ἐκ ταύτης τεκμαιρομένων περὶ τῶν λοιπῶν τοῦ Σωτῆρος ἐπερωτήσεων.
Having well heard the account concerning Lazarus, we ask concerning the woman with an issue of blood, drawing inferences from this concerning the remaining questions of the Saviour.
Ἀπόκρισις.
Answer.
Καὶ ἐκ ταύτης παιδευόμεθα, ἴσον τὸν Παῖδα ὑπάρχειν τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἀγνοίᾳ, ἀλλ' οἰκονομίᾳ, κατ' ἐκεῖνον, πυθόμενον. Φησὶ γὰρ τῷ πρωτοφόνῳ Κάϊν, βασκανίᾳ τὸν ἀδελφὸν κτείναντι ἐπὶ τῇ προτιμήσει τῶν δώρων, ἐνδομυχοῦντος τοῦ φθόνου, καὶ θήγοντος τοῦ φόνου τὸ φάσγανον· Ποῦ Ἄβελ ὁ ἀδελφός σου ; οὐκ ἀγνοῶν, ἀλλὰ καιρὸν μετανοίας μιαιφόνῳ μνώμενος. Ὁ δὲ, εἰς ἀπόνοιαν χωρήσας, Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ ; φησίν. Αὖθις δὲ πρὸς αὐτὸν ἡ θεία φωνὴ ἐλέγχουσα, Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· ἐξ ὧν δηλοῦται οὐκ ἀγνοίᾳ, ἀλλὰ φιλανθρωπίᾳ τὴν πεῦσιν ὑπὸ τοῦ Θεοῦ
From this also we are taught that the Child is equal to God and the Father, and inquired not out of ignorance, but out of economy, after His example. For He says to the first murderer Cain, who slew his brother out of malice at the preference shown to his gifts, while envy lurked within and sharpened the sword of murder: Where is Abel your brother? Not being ignorant, but seeking an occasion of repentance for the blood-stained murderer. But he, advancing into madness, says, Am I my brother's keeper? And again the divine voice rebuking him: The voice of your brother's blood cries out to Me; from which it is made clear that not out of ignorance, but out of love for mankind, the question was by God
PG 38:896Read from the page
καὶ Πατρὸς τῷ μιαιφόνῳ προσάγεσθαι. Παραπλησίως οὖν καὶ ὁ Υἱὸς οὐκ ἀγνοῶν ἤρετο, ἀλλ' ἵνα μὴ δι' αὑτοῦ φήσας τὸ θαῦμα, δόξῃ τυφοῦσθαι τοῖς παχυτέροις τὴν διάνοιαν· μὴ δ' αὖ πάλιν, σιωπῶντος, ζημιωθῶμεν τὸ παράδοξον, οἰκονομικῶς τῇ πεύσει κέχρηται, ὅπως ἐκείνη προελθοῦσα κηρύξῃ τὴν ἐκ τῆς ψαύσεως τοῦ κρασπέδου γενομένην αὐτῇ λύσιν τῆς μάστιγος. Φησὶ γὰρ ὁ θεῖος εὐαγγελιστὴς, Ἰδοῦσα ἡ γυνὴ ὅτι οὐ λέληθεν, τρέμουσα ἦλθεν, καὶ προσεκύνει αὐτῷ, καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ τῆς πρώτης ἐνσάρκου πρὸς ἡμᾶς φοιτήσεως ἄγνοιαν προσποιούμενος, φησὶ τῷ Ἀβραὰμ, Ποῦ Σάῤῥα ἡ γυνή σου ; Εἰ δὲ ἠγνόει, οὐκ ἂν ἤλεγξεν ἔνδον ὑπάρχειν τῆς σκηνῆς, καὶ μειδιᾷν. Τὸ γὰρ, Ἐγέλασεν ἐν ἑαυτῇ Σάῤῥα, μειδιῶσαν αὐτὴν δηλοῖ. Καὶ ἀθρόως ἔντριτος ἐπιξενωθεὶς τῷ πατριάρχῃ, ἐκ προσηγορίας τὴν ξεναγὸν ἐπεζήτει, στεῖραν ὑπάρχουσαν παιδοποιεῖν ἐπαγγελόμενος. Πέρας δὲ τῆς ἐπαγγελίας, Ἰσαὰκ ἐκ ταύτης ἐκφυόμενος. Οὐ γὰρ πλάσμα, οὐ κλῆσις, οὐ παρῳχηκότα, οὐκ ἐνεστῶτα, οὐ μέλλοντα, οὐχ ὁτιοῦν φραζόμενον ἢ νοούμενον Χριστῷ λέληθε.
and the Father put to the blood-stained murderer. In a similar manner, therefore, the Son also asked not out of ignorance, but lest by declaring the miracle through Himself He should seem to be puffed up in the eyes of those of coarser understanding; and again, lest if He kept silent we should suffer the loss of the marvel, He used the question economically, so that she might come forward and proclaim the release from her scourge that had come to her from touching the hem. For the divine evangelist says, The woman, seeing that she had not escaped notice, came trembling, and worshipped Him, and so forth. Moreover, even before His first coming to us in the flesh, feigning ignorance, He says to Abraham, Where is Sarah your wife? Yet if He had been ignorant, He would not have exposed her as being inside the tent and smiling. For the words, Sarah laughed within herself, indicate her smiling. And straightway, entertained as one of three by the patriarch, He inquired after the hostess by name, promising that though barren she would bear a child. And the fulfilment of the promise was Isaac springing forth from her. For no creature, no calling, no things past, no things present, no things to come, nothing whatsoever spoken or conceived escapes the notice of Christ.
ΠΕΥΣΙΣ ΛΒʹ.
Question 32.
Καὶ πῶς αὐτὸς ἐν διακόνου τάξει καὶ ὑπηρέτου ἑαυτὸν ἐναριθμῶν λέγει, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ ;
And how does He, numbering Himself in the rank of a minister and attendant, say, No one comes to the Father, except through Me?
Ἀπόκρισις.
Answer.
Ἀλλὰ χρὴ καὶ ἀντίθετον ταύτης παρὰ Χριστοῦ ἀκοῦσαι φωνήν· Οὐδεὶς, φησὶν, ἔρχεται πρός με, εἰ μὴ ὁ Πατήρ μου οὐράνιος ἑλκύσει αὐτόν.
Yet one must also hear the converse saying from Christ: No one, He says, comes to Me, unless My heavenly Father draws him.
ΠΕΥΣΙΣ ΛΓʹ.
Question 33.
Ἀλλ' οὐ ταὐτόν ἐστι, τὸ, δι' ἐμοῦ, καὶ τὸ, ἑλκύσει. Τὸ γὰρ, δι' ἐμοῦ, πείθοντός ἐστι· τὸ δὲ, ἑλκύειν, ἀναγκάζοντος τοῦ αὐθεντοῦντος.
But 'through Me' and 'will draw' are not the same thing. For 'through Me' belongs to one who persuades; whereas 'to draw' belongs to one who compels with sovereign authority.
Ἀπόκρισις.
Answer.
Τί οὖν, ἐπὶ τοῦ Ἀδὰμ ὁ Θεὸς προσάγει τὰ κτήνη, ἰδεῖν τί καλέσει αὐτὰ, φησὶν ὁ τῆς δημιουργίας λόγος ; Τολμήσεις παρὰ τοῦτο διάκονον καὶ ὑπηρέτην τὸν Θεὸν ἀποφῆναι ;
What then, when God brings the beasts to Adam, to see what he would call them, as the account of creation says? Will you dare on this account to declare God a minister and attendant?
ΠΕΥΣΙΣ ΛΔʹ.
Question 34.
Καὶ εἰ τέλειος ἦν Θεὸς ὁ Χριστὸς, πῶς σοφίᾳ καὶ ἡλικίᾳ προκόπτειν αὐτὸν λέγει τὸ Εὐαγγέλιον ;
And if Christ was perfect God, how does the Gospel say that He advanced in wisdom and stature?
Ἀπόκρισις.
Answer.
Μὴ τῇ θεότητι ἐκεῖνα προσάψωμεν. Οὐ γὰρ αὔξει κατ' ἐκείνην, οὐδὲ λήγει, οὐ μειοῦται, οὐ δοξάζεται, οὐ κορυφοῦται, οὐχ ὑφίσταται, οὐ συνάγεται. Προβαίνει δὲ κραταιούμενος, καὶ αὔξων τῇ καθ' ἡμᾶς δουλικῇ μορφῇ. Οὐ γὰρ πλήρωμα ἠλαττώθη τῆς Θεότητος, οὐδὲ κατὰ προκοπὴν ἐξ ἀνθρώπων γέγονε Θεός.
Let us not attach those things to the divinity. For He does not grow according to it, nor cease, nor is He diminished, nor made more glorious, nor raised to a summit, nor brought low, nor contracted. Rather, He advances, growing strong and increasing in the servile form belonging to us. For the fullness of the Divinity was not diminished, nor did He become God from among men by advancement.
Notes, col. 896

On the reading

Printed ἐπαγγελόμενος, for ἐπαγγελλόμενος.

PG 38:897Read from the page
ΠΕΥΣΙΣ ΛΕʹ.
Question 35.
Καὶ πῶς μὴ κτιστὸν εἴπομεν τὸν Υἱὸν, τοῦ Ἀποστόλου γράφοντος περὶ αὐτοῦ, Δέξασθε τὸν ἀρχιερέα τῆς πίστεως ὑμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν ; Καὶ, Γνωστὸν ὑμῖν, πᾶς οἶκος Ἰσραὴλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε. Καὶ Σολομὼν δέ φησιν, ἐκ προσώπου τοῦ Χριστοῦ πρὸς τὸν Θεὸν καὶ Πατέρα· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.
And how do we say that the Son is not created, when the Apostle writes concerning Him, Receive the high priest of your faith, Who is faithful to Him Who made Him? And, Be it known to you, all the house of Israel, that this Jesus whom you crucified, God has made Him Lord and Christ. And Solomon also says, in the person of Christ to God and the Father: The Lord created me the beginning of His ways for His works.
Ἀπόκρισις.
Answer.
Καὶ ἀνωτέρω περὶ τούτων διαλαβὼν, τοῖς αὐτοῖς πάλιν κυλινδεῖσθαι ἀτοπίας ἂν εἴη, ἢ φιλοπαιδίας. Τὸ γὰρ, ἐποίησεν αὐτὸν, καὶ, ἔκτισέ με, τῇ σαρκὶ νοεῖσθαι δοκῶ ταῦτα. Ὁρῶμεν δὲ καὶ τὰς παραβολὰς μὴ ταὐτὸν ὑπάρχειν τοῖς παραβαλλομένοις. Ἐν γὰρ τῷ τῆς Παροιμίας τεύχει ταχθὲν ἴσμεν τὸ, Κύριος ἔκτισέ με. Παροιμίαι δὲ παρόδιά τινα ὑπάρχει ῥήματα, οἶμος γὰρ ὁδὸς τῇ ἔξω παιδείᾳ νοεῖται ὥστε πάροδοι καὶ εἰκόνες τῶν πραγμάτων αἱ παραβολαὶ τυγχάνουσιν. Ὁμοία, γὰρ, ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, φησὶν ὁ Κύριος. Πῶς τοίνυν ἐν κόκκῳ πάντων σπερμάτων ἀμυδροτέρῳ ἄπειρα πλήθη, καὶ δῆμοι ἀγγέλων καὶ ἀρχαγγέλων χωρήσωσιν ; Ἀλλὰ πάντως τῇ εἰκόνι ταύτῃ κέχρηται ὁ πάνσοφος Κύριος, ἢ διὰ τὴν εὐτελῆ τῆς ἑκουσίου πτωχείας, καὶ πρὸς τὴν ἡμετέραν βραχύτητα, συγκατάβασιν, δι' ἧς ἡμῖν σκιὰ, καὶ ἀνάψυξις τῶν ἀλγεινῶν τῆς παρούσης ζωῆς γίνεται· ἢ διὰ τὴν ἐν ἀρχῇ τοῦ εὐαγγελικοῦ ποιμνίου μετριότητα, ἢ διὰ τὴν τῆς θεότητος τοῦ Λόγου δριμύτητα, δι' ἧς νιφάδες κινοῦνται δακρύων τοῖς ἡδέως καὶ ἁδρῶς δι' ἀρετῆς μετέχουσι τοῦ νοητοῦ τῆς μετανοίας σινάπεως· οὗ καὶ ὁ θεσπέσιος Δαβὶδ ἐμφορούμενος μελῳδεῖ, Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ πάλιν, Δι' ἐξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου· ἢ διὰ τὴν μέλλουσαν θείαν κρίσιν δριμεῖαν ἐπάγεσθαι τοῖς ἡττημένοις τῷ χείρονι, καθὼς πάντῃ ἡ θεία Πυκτὴ διαμαρτύρεται, καὶ ἡ τῶν ἔξω παίδευσις διὰ Πλάτωνος τοὺς ἐν πυρὶ κωκυτοὺς ἀπειλεῖ. Ἢ διὰ τὴν ἄτμητον καὶ ἀδιαίρετον τοῦ Λόγου καὶ τῆς σαρκὸς ἕνωσιν καὶ μίαν ὑπόστασιν, οὐδενὶ λόγῳ ἢ ἐπινοίᾳ διαιρουμένην. Διεκπίπτει γὰρ αὖθις τῶν δακτύλων τῆς διανοίας τῶν διαιρούντων ὁ θεῖος τῆς βασιλείας κόκκος, βλασφήμων παλάμαις ἐγκλείεσθαι μηδὲ ὅλως ἀνεχόμενος. Ἀλλ' οὐδὲ σαφῶς τὸν παροιμιαστὴν Σολομῶντά τις ἐπίσταται, εἰ περὶ τοῦ Θεοῦ φησὶν τὸ, Κύριος ἔκτισέ με. Εἰ δὲ καὶ οὕτως ἡμῖν ἐξελήφθη ἡ τοῦ Σοφοῦ ῥῆσις, δοκεῖ μοι τὴν θεανδρικὴν τοῦ Κυρίου σημαίνειν ἐπιφοίτησιν, φάσκων· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πῶς οὖν τὸ γεννώμενον θεμελιοῦται, πῶς δὲ τὸ κτιζόμενον γεν-
Having already treated of these matters above, to roll about again in the same things would be a mark of absurdity or childishness. For the sayings, 'made Him', and 'created me', these I consider to be understood of the flesh. We also see that parables are not the same as the things compared. For we know that 'The Lord created me' is placed in the book of Proverbs. Now proverbs are certain wayside sayings, for oimos is understood as 'way' in secular learning, so that parables are byways and images of things. For the kingdom of heaven is like a grain of mustard seed, says the Lord. How then in a grain tinier than all seeds shall boundless multitudes and hosts of angels and archangels find room? Rather, the all-wise Lord has by all means used this image either because of the humble condescension of His voluntary poverty and towards our smallness, through which there comes to us shade and refreshment from the sorrows of the present life; or because of the smallness of the evangelical flock in the beginning; or because of the sharpness of the divinity of the Word, through which showers of tears are stirred in those who sweetly and abundantly partake through virtue of the intelligible mustard of repentance; filled with which the inspired David also sings, I will wash my bed every night, I will drench my couch with my tears. And again, My eyes sank down because of streams of waters; or because of the coming divine judgement brought sharply upon those overcome by the worse, just as the divine Book everywhere testifies, and secular learning through Plato threatens wailings in fire. Or because of the uncut and indivisible union and single hypostasis of the Word and the flesh, divided by no reason or concept. For straightway the divine grain of the kingdom slips out from the fingers of the understanding of those who divide, refusing altogether to be enclosed in the palms of blasphemers. Moreover, no one even knows clearly whether Solomon the author of Proverbs says 'The Lord created me' concerning God. Yet even if the saying of the Wise Man has been understood thus by us, he seems to me to signify the theandric advent of the Lord, saying: The Lord created me the beginning of His ways, for His works; before the age He founded me, and before all hills He begets me. How then is that which is begotten founded, and how is that which is created beg-