καὶ πρόσταγμα· πᾶσα ἑνότης καὶ ἰσότης καὶ ταὐτότης ἐν Τριάδι, πλὴν ἀγεννησίας καὶ γεννήσεως καὶ ἐκπορεύσεως, ἑκάστης ὑποστάσεως ἰδιαζόντως οὔσης καὶ ἐσομένης, οὐκ ἀρξαμένης, οὐ παυσαμένης, ἀλλ' ἀεὶ ὡσαύτως ἐχούσης καὶ ἀμεταβλήτου μενούσης. Ἀεὶ γὰρ ὑπῆρχεν ὁ Θεὸς καὶ Πατήρ· ἀεὶ ὢν Πατὴρ Παιδὸς μονογενοῦς, αὐδῆς ἐνυποστάτου, πάντα δρώσης, ἀεὶ ξυνόντος αὐτοῖς τοῦ θείου Πνεύματος, καὶ συμπροσκυνουμένου παρὰ πάσης νοερᾶς τε καὶ λογικῆς φύσεως. Οὐ πρόγονός τις ἐξ αὐτῶν οὐδ' ἐπίγονος, οὐκ αὔξων, οὐ λήγων κατὰ τὸ αἰσθητὸν φῶς, ἢ τὰς ὑπερκοσμίους δυνάμεις· αἱ ταὐτὸν μὲν τῇ οὐσίᾳ πᾶσαι ὑπάρχουσαι (ὁμοίως καὶ αἱ λογικαὶ βροτῶν ψυχαὶ, ταὐτὸν ὑπάρχουσαι τῇ οὐσίᾳ πᾶσαι), αἱ μὲν τυγχάνουσι τάξει, αἱ δὲ στάσει, ἕτεραι δὲ παραστάσει καὶ λειτουργίᾳ, ἐπιβολαῖς καὶ μεταβολαῖς καὶ μετατροπαῖς, αὐθαιρέτως πρὸς τὸ χεῖρον ἢ κρεῖττον ῥέπουσαι, οὐκ ἀνάγκῃ δὲ φυσικῇ ἐκπίπτουσαι κατὰ τὸ μεῖζον καὶ ἧττον· ἐν τούτοις τὸ διάφορον ἔχουσαι τῆς ὑπεροχῆς. Φῶς δὲ καὶ ὁ βροτὸς προσαγορεύεται, φῶς καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καλεῖται· φῶς καὶ ἡ ποικίλη τῶν ἄστρων χορεία κατωνόμασται. Ἀλλὰ τῶν εἰρημένων πλείστων ὑλικῶν καὶ διαφόρων φώτων, πολυμερῶς καὶ πολυτρόπως ποιητὴς καὶ δημιουργὸς ὑπάρχει τὸ ἀληθινὸν καὶ ἄϋλον φῶς, ὁ ἐπὶ πάντων Θεὸς καὶ Πατὴρ, σὺν τῷ μονογενεῖ αὐτοῦ Παιδὶ καὶ θείῳ Πνεύματι· ὁ ἀσώματος, ὁ ἀόρατος, ὁ ὑπερούσιος καὶ ὑπεράγνωστος, ὁ τοῦ μὲν Υἱοῦ γεννήτωρ, τοῦ δὲ Πνεύματος προβολεὺς, κατὰ φύσιν ἀφάτως, ἀχρόνως, πρὸ τῶν αἰώνων· οὐ γὰρ πρόγονον ἢ ἐπίγονον, οὐ προϋπάρχον ἢ ἐπείσακτόν τι ἐν τῇ θείᾳ Τριάδι, οὐ προαιώνιον, οὐ τήμερον, οὐκ ἐπέκεινα. Τρία γὰρ ὑπάρχει ἀεὶ, τρία συνάγια, τρία ξυνάναρχα, τρία ἔμπρακτα, τρία σύμπρακτα, τρία ἔμμορφα, τρία σύμμορφα, τρία ἐνεργὰ, τρία συνεργὰ, τρία ἐνυπόστατα, τρία συνυπόστατα, οὐ μεταβαλλόμενα καὶ μεταχωροῦντα, ἢ μιγνύμενα εἰς ἄλληλα. Ἀεὶ γὰρ ὁ Πατὴρ, καὶ μόνον Πατὴρ, οὐχὶ καὶ Υἱός· ἀεὶ Υἱὸς ὁ Υἱὸς, καὶ μόνον Υἱός· οὐχὶ δὲ καὶ ὁ Πατήρ. Ὁμοίως δὲ καὶ τὸ θεῖον Πνεῦμα, οὔτε Πατήρ ἐστιν, οὔτε Υἱός· ἀλλ' ἐκπορευτὸν ἀναλλοιώτως. Ἀμεταβλήτως ἔχουσιν ἀεὶ τὸ ἑστὼς καὶ ἰδιάζον καὶ ὑπερτέλειον, κατὰ τὴν οἰκείαν ἕκαστος ὑπόστασιν· Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, Τριὰς ἐν μονάδι ἔστι τε καὶ νοεῖται, καὶ ὁμολογεῖται καὶ προσκυνεῖται, παρὰ τῶν ἐν ἀληθείᾳ καὶ οὐ σχήματι καὶ βλασφημίᾳ προσκυνούντων· ὡς Ἄρειος, διαιρῶν καὶ ζυγοστατῶν, μεῖζον καὶ ἧττον ἐν τῇ θείᾳ Τριάδι φανταζόμενος· ἢ ὡς Σαβέλλιος συναλείφων καὶ συγχέων, υἱοπατορίαν μεμηνότως παιδεύων. Ἰσοσθενὴς τοίνυν ἡ θεία Τριὰς, ἰσοκλεὴς, ἰσομεγέθης, μᾶλλον δὲ ὑπερκλεὴς, ὑπερμεγέθης, καὶ πάσης καταλήψεως ὑπερτέρα, ἐν μιᾷ θεότητι καὶ βασιλείᾳ, καὶ ῥώμῃ καὶ αὐθεντίᾳ, πάντα ἐκ μηδενὸς ὑποκειμένου φυσιουργήσασα, τὸ δ' ὅπως, ἐκείνην τὴν ἀκρίβειαν καταλείψωμεν· Οὐδεὶς γὰρ οἶδε τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱόν τις ἐπίσταται, εἰ μὴ ὁ Πατήρ. Ἀποκαλύπτει δὲ βροτοῖς ἐκείνους τὸ θεῖον Πνεῦμα. Οὐκοῦν ταῦτα τρία ὄντα, οὐκ αὔξοντα, οὐ λήγοντα, οὐ κορυφούμενα, οὐ συναγό-
and command; all unity and equality and identity in the Trinity, save unbegottenness and begottenness and procession, each hypostasis distinctly existing and about to exist, not having begun, not ceasing, but always holding itself in the same manner and remaining unchangeable. For God and the Father always existed, always being Father of an only-begotten Son, a subsistent Voice doing all things, the divine Spirit always being with Them and worshipped together with Them by every intelligible and rational nature. None of Them is forefather or descendant, neither increasing nor ceasing like sensible light or the supramundane powers; which, though all are the same in essence (and likewise the rational souls of mortals are all the same in essence), yet differ, some in rank, some in station, others in attendance and ministry, by impulses and changes and alterations, freely inclining towards the worse or the better, yet not falling away by natural necessity in degree of greater and less, having therein their difference of pre-eminence. Now mortal man too is addressed as light, the sun and the moon too are called light, and the varied chorus of the stars too has been named light. But of the very many material and diverse lights aforesaid, the maker and artificer in many parts and in many ways is the true and immaterial Light, the God and Father Who is over all, with His only-begotten Son and divine Spirit; the incorporeal, the invisible, the superessential and beyond knowledge, Begetter of the Son and Producer of the Spirit, by nature ineffably, timelessly, before the ages; for there is nothing prior or posterior, nothing pre-existing or introduced from without in the divine Trinity, no before-the-ages, no today, no beyond. For three exist always, three jointly holy, three jointly without beginning, three active, three jointly active, three having form, three of one form, three operative, three jointly operative, three subsistent, three jointly subsistent, neither changing and passing into one another, nor mingled into each other. For the Father is always Father, and only Father, not also Son; the Son is always Son, and only Son, and not also the Father. And likewise the divine Spirit is neither Father nor Son, but unalterably proceeding. Unchangeably They always possess what is stable and peculiar and super-perfect, each according to His own hypostasis: Father and Son and Holy Spirit, Trinity in Monad both is and is conceived, and is confessed and worshipped by those who worship in truth and not in pretence and blasphemy; like Arius, dividing and weighing in the balance, imagining greater and less in the divine Trinity; or like Sabellius, confounding and confusing, madly teaching Son-Fatherhood. Equal in strength therefore is the divine Trinity, equal in glory, equal in greatness, or rather surpassing in glory, surpassing in greatness, and above all comprehension, in one Godhead and kingdom, and might and authority, having brought all things into being out of nothing underlying; and as for the how, let us leave aside that exact inquiry; for no one knows the Father except the Son, nor does anyone know the Son except the Father. And the divine Spirit reveals Them to mortals. Therefore these three, being three, neither increasing, nor ceasing, nor swelling to a peak, nor being drawn toge-