Migne Reading Room

PG 38 · cols. 864–873 · Read from the page

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Four Dialogues, in which are contained explanations of certain questions on serious matters proposed to Caesarius, at the time when he was secretary, and teaching at Constantinople

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:864Read from the page
μενα, ἐξ αὐτοῦ ἢ παρ' αὐτοῦ ἢ πρὸς αὐτὸν ἕκαστα ἀξίως νοούμενα, καὶ ὀρθῶς πιστευόμενα· καθὼς ἑαυτὰ ἀποκαλύπτει φῶς, πῦρ, πνεῦμα, καὶ ἑτέραις, οἶμαι, ὁράσεων παραβολαῖς καὶ ὁμοιώσεσι, καθὼς ἄξιος φανείη τοῖς θείοις διακονούμενος.
ther, each worthily conceived and rightly believed as from Him or beside Him or towards Him; even as They reveal Themselves as light, fire, spirit, and by other parables and likenesses of visions, I suppose, according as he who ministers to divine things may appear worthy.
ΠΕΥΣΙΣ Δʹ.
Question 4.
Καὶ πῶς Μωϋσῆς γράφει, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· ἐν δὲ τῇ ᾠδῇ, ἡ Ἄννα, Ὅτι οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλὴν σοῦ· αὐτὸς δὲ ὁ Χριστὸς λέγει, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθῆ Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καὶ οὐκ εἶπε, Θεόν;
And how does Moses write, The Lord thy God is one Lord; and in her song Hannah says, For there is none holy as the Lord, and there is none righteous as our God, and there is none holy besides Thee; and Christ Himself says, That they may know Thee the only true God, and Jesus Christ Whom Thou hast sent; and He did not say, God?
Ἀπόκρισις.
Answer.
Ἀλλ' οὐχ ὑπεξάγων ἑαυτὸν τῆς θεότητος ὁ Χριστὸς τοῖαδέ φησιν, εἰς μοναρχίαν δὲ καὶ θεογνωσίαν ἀνάγων ἡμᾶς μᾶλλον, ἵνα μηκέτι ὦμεν τοῖς στοιχείοις τοῦ κόσμου ἱκετεύοντες, καὶ ἀντὶ Θεοῦ τοῖς συνδούλοις λατρεύοντες, καὶ εἰς πολυθεΐαν εἰδώλων ὑποφερόμενοι. Φησὶ γοῦν, Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τίνα τοῦτον, ἀλλ' ἢ Θεόν; καθώς φησιν ὁ Ἰωάννης· Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Συμφώνως δὲ τούτοις Παῦλος γράφων περὶ Χριστοῦ, Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.
Yet Christ does not say such things as excluding Himself from the Godhead, but rather as leading us up to monarchy and the knowledge of God, so that we may no longer be supplicating the elements of the world, and serving our fellow-servants instead of God, and slipping down into the polytheism of idols. Accordingly He says, And Jesus Christ Whom Thou hast sent. Who is this, if not God? Even as John says: The only-begotten Son, Who is in the bosom of the Father, He has declared Him. And in agreement with these words Paul, writing concerning Christ, says: Whose are the fathers, and of whom is Christ according to the flesh, Who is God over all.
ΠΕΥΣΙΣ Εʹ.
Question 5.
Εἰ οὖν ἴσος τῷ Πατρὶ ὁ Υἱὸς, διατί μὴ προσκυνεῖται τοῖς Ἰωάννου καὶ Παύλου γράμμασιν, ὡς ἐπὶ τοῦ Πατρὸς τὸ φῶς τὸ ἀληθινόν; (sic.)
If then the Son is equal to the Father, why is He not worshipped in the writings of John and Paul, as in the case of the Father, as the true light? (sic.)
Ἀπόκρισις.
Answer.
Ἆρ' οὖν οἷος ὑπάρχεις ὑποσπάσασθαι τὴν καθολικὴν Ἰωάννου Ἐπιστολὴν, πρὸς τῷ τέλει βοῶσαν, ὅτι Ἰησοῦς ὁ Χριστὸς οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος; Καὶ ἑτέρωθεν, περὶ μὲν τοῦ Πατρός φησιν, ὅτι φῶς ὁ Θεὸς, καὶ οὐ πρόσκειται τὸ ἀληθινόν. Τολμητέον ἄρα φῆσαι, μὴ εἶναι φῶς ἀληθινὸν τὸν Πατέρα;
Are you then able to withdraw the catholic Epistle of John, which cries out towards its end that Jesus Christ, this is the true God and eternal life? And on the other hand, concerning the Father he says that God is light, and the word true is not added. Must one then dare to say that the Father is not true light?
ΠΕΥΣΙΣ Ϛʹ.
Question 6.
Περὶ μὲν τοῦ Πατρὸς καὶ Υἱοῦ ἱκανῶς ἀπέδειξας τὴν ἰσότητα. Λοιπὸν δὲ, ἐπὶ τοῦ ἁγίου Πνεύματος ζητοῦμεν τοῦ ἀληθινοῦ συμφωνίου.
Concerning the Father and the Son you have sufficiently demonstrated their equality. For the rest, we seek agreement concerning the true Holy Spirit.
Notes, col. 864

On the reading

Printed τοῖαδέ, for τοιάδε.

PG 38:865Read from the page
Ἀπόκρισις.
Answer.
Ἱκανὸς τούτου παιδευτὴς αὐτὸς ὁ Υἱός. Ἐὰν γὰρ ἐγὼ ἀπέλθω, φησὶν, ἐκεῖνος ἔρχεται τὸ Πνεῦμα τῆς ἀληθείας.
A sufficient teacher of this is the Son Himself. For if I depart, He says, He comes, the Spirit of truth.
ΠΕΥΣΙΣ Ζʹ.
Question 7.
Καὶ ἡ Γραφὴ κτιστὸν δείκνυσι τὸ Πνεῦμα, λέγουσα· Κύριος στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα.
Yet Scripture shows the Spirit to be created, saying: The Lord establishing thunder, and creating spirit.
Ἀπόκρισις.
Answer.
Ἀλλ' οὐ περὶ τοῦ θείου ἐνταῦθα Πνεύματός φησι τὸ γράμμα. Οὐ πρόσκειται γὰρ τῷ κτιζομένῳ τὸ ἅγιον· ἀλλὰ ψιλῶς φησι, Κτίζων πνεῦμα, τὸ ἐπὶ κινήσεως νεφῶν καὶ ἐνέργειαν ὑετοῦ πνέον, δι' οὗ καὶ ὁ τῆς βροντῆς εἰκότως ἀποτελεῖται ἦχος, ἐν ταῖς κοιλότησι τῶν νεφῶν ἐναπολαμβανομένου τοῦ πνεύματος, καὶ τῇ διαῤῥαγῇ καὶ πνοιᾷ κατακροτοῦντος τὰ ὑποκείμενα· κατὰ τὴν εἰκόνα τοῦ ἐν ὄρνισιν, ἢ κτήνεσι πεφυκότος ὑμένος ἐξιτήλου καὶ διαφανοῦς πομφόλυγος· ὅντινα τὰ σοβαρὰ καὶ ἀπαίδευτα μειράκια κομιζόμενα, καὶ τῷ ἀέρι ἀναξηραίνοντα, τῷ σφῶν πνεύματι διατείνουσιν, εἶτα κρύβδην πατάξαντές τινα τῷ ἤχῳ τῆς περιῤῥαγῆς τοὺς περιεστῶτας ἐκ ξυσπλενδίας (sic) αὐτῆς καὶ βάθους καρδίας ἐθρόησαν.
Yet the text does not speak here of the divine Spirit. For the word holy is not added to what is created; rather it says barely, Creating wind, that which blows for the movement of clouds and the working of rain, through which also the sound of thunder is naturally produced, when the wind is trapped in the hollows of the clouds and by its bursting and blast resounds over the things beneath; after the likeness of the thin and transparent bladder-membrane that grows in birds or cattle, which insolent and undisciplined boys fetch and dry in the air, inflate with their own breath, and then stealthily striking someone, by the noise of its bursting startle the bystanders out of their very bowels (sic) and the depth of their heart.
ΠΕΥΣΙΣ Ηʹ.
Question 8.
Καὶ πῶς χειμῶνος τῶν αὐτῶν ὄντων πνευμάτων, καὶ σφοδροτέρων μᾶλλον, οὐ γίνονται οἱ τῆς βροντῆς κτύποι;
And how is it that in winter, when the same winds exist, and even more violent ones, the claps of thunder do not occur?
Ἀπόκρισις.
Answer.
Ἐπινοτιζομένων τῶν νεφῶν καὶ μαλακουμένων τῇ τοῦ ἀέρος παχύτητι, καὶ ὁμιχλώδους καὶ ὑγρᾶς τῶν ἐγκεκραμένων τῇ χέρσῳ κρηναίων τε καὶ ποταμίων ὑδάτων, οὐκ ἀποτελεῖται ὁ τῆς διαῤῥαγῆς ἦχος· οὐ καθ' ὅλης μέντοι ἠπείρου ταῦτα συμβαίνει, ἀλλ' ἐν τοῖς χειμερίοις αὐτῆς κλίμασι μόνοις, κατὰ τὴν εἰκόνα σκυτάλης ἢ μεμβράνης· ἡλίῳ μὲν διαφυσσομένων, μηδὲ τὴν ἁφὴν ἄψοφον ἔχειν, νοτιζομένων δὲ, μηδὲ τὴν διαῤῥαγὴν σημαίνειν ἢ συστολήν. Πιλουμένου τοίνυν καὶ παχυνομένου τοῦ περὶ γῆν ἀέρος, δοκῶ μὴ ἐξακούεσθαι τὸν ἴκμαρον τῆς βροντῆς ἦχον. Εἰκότως νοείσθω τὸ τοῦ ἀνέμου πνεῦμα κτίζεσθαι φάσκειν τὴν Γραφήν· διὸ καὶ τῇ βροντῇ συντέτακται.
When the clouds are moistened and softened by the thickness of the air, and by the misty and damp [exhalation] of the spring and river waters mingled with the land, the sound of bursting is not produced; yet these things do not happen over the whole continent, but only in its wintry regions, after the likeness of a leather strap or parchment: when dried in the sun, not even their touch is noiseless, whereas when dampened, neither their tearing nor their folding makes a sound. When therefore the air around the earth is compressed and thickened, I think the dampened sound of thunder is not heard. Naturally then let Scripture be understood to say that the breath of the wind is created; wherefore it is also joined together with thunder.
ΠΕΥΣΙΣ Θʹ.
Question 9.
Καλῶς περὶ τοῦ Πνεύματος διδαχθέντες, τὰ περὶ τοῦ Υἱοῦ προστεθῆναι παρακαλοῦμεν. Τὸ γὰρ ὑπὸ τῆς Γραφῆς λεγόμενον, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, περὶ αὐτοῦ εἰρῆσθαι τινὲς διδάσκουσιν, ὅτι κτιστὸς καὶ τοῦ Πατρὸς ὕστερος.
Having been well instructed concerning the Spirit, we entreat that what concerns the Son be added. For some teach that what is said by Scripture, The Lord created me the beginning of His ways for His works, was spoken concerning Him, that He is created and later than the Father.
Ἀπόκρισις.
Answer.
Περὶ μὲν τοῦ Υἱοῦ φημι κἀγὼ τὸ ῥῆμα, οὐ μέντοι περὶ τῆς αὐτοῦ θεότητος, ἀλλὰ τῆς ἐκ Μαρίας αὐτοῦ σαρκός. Ἄκτιστος γὰρ θεότητι, κτίζεται τῷ προσλήμματι. Οὐ γάρ φησιν ἡ θεία Γραφὴ περὶ τοῦ Πατρὸς, Κτίζων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ· ἀλλ',
I too say that the saying is concerning the Son, yet not concerning His Godhead, but concerning His flesh from Mary. For being uncreated in Godhead, He is created in that which He assumed. For divine Scripture does not say concerning the Father, Creating His Christ unto men; but,
PG 38:868Read from the page
Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, τὸν ἀληθινὸν καὶ ἄτρεπτον Θεὸν, τὸν ἀναλλοίωτον, τὸν ἄκτιστόν τε καὶ συναΐδιον τῷ Πατρὶ, πρὸ αἰώνων ξυνυπάρχοντα· Ἰωάννου μὲν βοῶντος, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός· αὐτὸς Μωσεῖ ἐντέλλεται ἐρεῖν τῷ Φαραὼ, οὐχ, Ὁ ποτε κτισθεὶς (κατὰ τοὺς εἰκαιοβούλους καὶ ματαιόφρονας), ἀλλ', Ἐρεῖς, φησὶν, « Ὁ ὢν ἀπέσταλκέ με. » Αὐτὸς δὲ περὶ ἑαυτοῦ ἐν Παύλῳ φησὶ, Χριστὸς ὁ ὢν ἐπὶ πάντων Θεός.
Declaring His Christ unto men, the true and immutable God, the unalterable, both uncreated and coeternal with the Father, coexisting before the ages; while John cries out, He Who is in the bosom of the Father; and He Himself commands Moses to say to Pharaoh, not He Who was once created (according to the rash-counselled and vain-minded), but, Thou shalt say, He says, « He Who is has sent me. » And He Himself says concerning Himself in Paul, Christ Who is God over all.
ΠΕΥΣΙΣ Ιʹ.
Question 10.
Ἀλλὰ Μωϋσῆς περὶ τοῦ Πατρὸς ἔγραψε τὸ, Ὁ ὢν ἀπέσταλκέ με, οὐ γὰρ περὶ Χριστοῦ.
But Moses wrote He Who is has sent me concerning the Father, for not concerning Christ.
Ἀπόκρισις.
Answer.
Ἀξιῶ ὑμῶν τὴν ἀγάπην, μὴ παραχαράττειν τὰ Εὐαγγέλια, τοῦ Κυρίου ἐν αὐτοῖς θεηγοροῦντος, Μωσῆς ἔγραψε περὶ ἐμοῦ, καὶ αὐτὸς μαρτυρεῖ περὶ ἐμοῦ. Ὤν τοίνυν ὁ Πατὴρ, καὶ ὢν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, καὶ ἐξ αὐτοῦ γεννηθεὶς, οὐ συναλοιφὴ ὢν τῷ Πατρὶ, οὐκ ἀρξάμενος τὸ εἶναι, ἀλλὰ συνὼν τῷ Πατρὶ ὡς γνήσιος Υἱός. Οὐκ ἦν γάρ ποτε αἰὼν, ἢ χρόνος, ἢ καιρὸς, ὅτε οὐκ ἦν ὁ Υἱός. Ἆρα καὶ αὐτὸς ὁ Πατὴρ ἦν ἑτέρου Πατρὸς τοῦ πρὸ αὐτοῦ; Ἅμα οὖν Πατέρα ὁμολογήσεις, ξυνομολογεῖς αὖθις τὸν μονογενῆ καὶ φίλτατον Παῖδα. Οἱ γὰρ δοκοῦντες διὰ τῆς προϋπάρξεως τὸν Πατέρα τιμᾷν, τέλεον ἀσεβοῦσι, χρόνον ἢ καιρὸν προτάττοντες τοῦ ποιητοῦ τῶν αἰώνων Χριστοῦ. Παρὰ Θεῷ γὰρ οὐκ αἰὼν, οὐ χρόνος, οὐχ ἡμερῶν περίοδοι, οὐ στιγμαὶ, οὐκ ἄτομοι, οὐ ῥιπὴ ὀφθαλμοῦ, οὐ διανοίᾳ φαντασθῆναι οἷόν τε τῆς ἀφράστου Τριάδος τὸ ἄχρονον. Εἰ γὰρ φῂς ὅτι ἦν Πατήρ ποτε, ὅτε οὐκ ἦν ὁ Υἱὸς, τίνος ἄρα ὑπῆρχε Πατὴρ μὴ ὄντος Υἱοῦ; Εἰ δ' αὖ πάλιν τὸν Πατέρα αὐτὸν μὴ ὑπάρχειν ὑποστὰς εἶ, ξυναφέλου αὐτὸν καθόλου τὸ εἶναι. Πίστευε οὖν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν, μὴ συνούσιον, κατὰ τὴν τοῦ Σαβελλίου παροινίαν. Τὸ μὲν γὰρ ὑπάρχει ὑποστάσεως δηλωτικὸν, τὸ δὲ, βλασφημίας εἰς Πατέρα τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἀνακιρναμένων, καὶ εἰς μονάδα τὴν Τριάδα ἀναλυούσης, ὅπερ ἀλλότριον παντελῶς τῶν θείων ὑπάρχει νόμων.
I entreat your love not to falsify the Gospels, since the Lord speaks divinely in them, Moses wrote concerning me, and he bears witness concerning me. Existing therefore is the Father, and existing is the Son with the Father, and begotten from Him, not being a coalescence with the Father, not having begun to be, but abiding with the Father as a genuine Son. For there was never an age, or time, or season, when the Son was not. Was then the Father Himself also of another Father before Him? As soon therefore as you confess the Father, you confess at the same time the only-begotten and most beloved Son. For those who suppose that they honour the Father through pre-existence act altogether impiously, setting time or season before Christ, the maker of the ages. For with God there is no age, no time, no circuits of days, no moments, no indivisible instants, no twinkling of an eye, nor is it possible to imagine in thought the timelessness of the ineffable Trinity. For if you say that there was once a Father when the Son was not, whose Father then was He when there was no Son? And if on the other hand you have ventured to maintain that the Father Himself did not exist, you have stripped Him altogether of existence. Believe therefore that the Son is consubstantial with the Father, not co-essential in the drunken folly of Sabellius. For the former is indicative of hypostasis, whereas the latter is indicative of blasphemy, mingling the Son and the Spirit into the Father and dissolving the Trinity into a monad, which is altogether alien to the divine laws.
ΠΕΥΣΙΣ ΙΑʹ.
Question 11.
Ἐξ ὧν εὑρίσκομεν, τριθεΐαν φρονεῖς, τιμιώτατε Πάτερ· εἰς ἣν ἐκφερόμενοι, εἰς πολλὰ ἐκπεσούμεθα, καὶ οὐ μοναρχίᾳ, ἀλλὰ πολυθεΐᾳ λατρεύειν παρασκευάζεις ἡμᾶς.
From what we find, you hold tritheism, most honoured Father; being carried away into which, we shall fall out into many [gods], and you prepare us to serve not monarchy, but polytheism.
Ἀπόκρισις.
Answer.
Οὐ τὴν θείαν φύσιν διαιρῶν, τρεῖς αὐτῆς ὑποστάσεις φημὶ, ἀλλ' ἐκείνης τὴν ἕνωσιν ὁμολογῶν, Τριάδα ποτνιῶμαι δεόμενος.
Not dividing the divine nature do I speak of three hypostases of it, but confessing its union, I supplicate the Trinity in prayer.
PG 38:869Read from the page
ΠΕΥΣΙΣ ΙΒʹ.
Question 12.
Τὸ δὲ λέγειν σε Θεὸν τὸν Πατέρα, καὶ Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ ἅγιον Πνεῦμα, τριθεΐαν φανερῶς διδάσκεις.
Yet by your saying that the Father is God, and the Son is God, and the Holy Spirit is God, you plainly teach tritheism.
Ἀπόκρισις.
Answer.
Τριάδα φημὶ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς ῥώμης τε καὶ θεότητος, οὐκ αὔξουσαν ἢ μειουμένην καὶ λήγουσαν, οὐ προσθήκην τῷ ἀριθμῷ λαμβάνουσαν· εἰ καὶ σαρκὶ ἑνωθῆναι ὁ Λόγος ηὐδόκησεν, μηδὲν ἐπεισάγων τῷ ἀριθμῷ τῆς Τριάδος. Μία οὖν ἐν Τριάδι σφραγὶς καὶ σωτηρία, καὶ οὐδὲν ἐν αὐτῇ κτιστόν. Εἰ γὰρ ἄκτιστος ὁ Πατὴρ, κτιστὸς δὲ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, κατὰ τοὺς Ἀρειανοὺς μύθους, καὶ τοὺς λοιποὺς ματαιόφρονας, τίνι λόγῳ συνῆπται καὶ συνδέδεται συγκεραννύμενον καὶ συνδοξαζόμενον τοῖς κτιστοῖς τὸ ἄκτιστον, ἐν τῇ σφραγῖδι τῆς μυστικῆς τελειότητος; Ἆρ' ὡς μὴ οἵου τε τοῦ Πατρὸς σώζειν, καὶ προσλαβομένου βοήθειαν τὰ δύο κτιστά;
I speak of a Trinity of the same essence, of the same might and Godhead, neither increasing nor being diminished and ceasing, receiving no addition to its number; even though the Word was well pleased to be united to flesh, introducing nothing into the number of the Trinity. One therefore in the Trinity is the seal and salvation, and nothing in it is created. For if the Father is uncreated, while the Son and the Spirit are created, according to the Arian fables and the rest of the vain-minded, by what reason is the uncreated conjoined and bound together, being blended and glorified together with created things in the seal of mystic perfection? Is it as though the Father were not able to save, and had taken the two created beings as assistance?
ΠΕΥΣΙΣ ΙΓʹ.
Question 13.
Εἰ οὖν τρία τῆς Τριάδος πρόσωπα καὶ τρεῖς ὑποστάσεις, πάντως ἡ ὑπόστασις ἓν πρόσωπον ἂν εἴη, καὶ τὸ πρόσωπον ἐνυπόστατον. Ἐξ ὧν τρεῖς δηλοῦνται θεοί· ὅπερ ἀναιρῶν ὁ Ἀπόστολος γράφει, Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· καὶ πρὸ τούτου Μωσῆς τῷ Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν.
If then there are three persons of the Trinity and three hypostases, assuredly the hypostasis would be one person, and the person subsistent. From which three gods are signified; refuting which, the Apostle writes, One Lord, one faith, one baptism; and before him Moses to Israel, The Lord thy God is one Lord.
Ἀπόκρισις.
Answer.
Ἀλλὰ μετὰ Μωσέως καὶ Παύλου, καὶ τῆς φωνῆς τῶν Χερουβὶμ καὶ Σεραφὶμ ἀκούσωμεν, Ἅγιος, ἅγιος, ἅγιος, ἀσιγήτως βοώντων. Οὐ γὰρ δὶς ἢ τετράκις τοῦτό φασι τὰ πνευματικὰ ἐκεῖνα καὶ θεοφόρα ζῷα, οὐδ' αὖ πάλιν μονοφωνοῦσιν, ἢ, Ἅγιοι, ἅγιοι, φασὶν, ἵνα μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφαίνωσιν· ἀλλὰ τρισὶ μὲν τὴν ἁγιασμὸν ἀσιγήτως ἀναφωνοῦσιν, ἑνικῶς δὲ ἀποφαίνονται· ἵνα μὴ πολυθεΐαν τοῖς νηπιόφροσιν ὑποσπείρωσιν.
Yet together with Moses and Paul, let us also hear the voice of the Cherubim and Seraphim, crying unceasingly, Holy, holy, holy. For those spiritual and God-bearing living creatures do not say this twice or four times, nor on the other hand do they utter it once only, or say, Holies, holies, lest they declare what is singular to be many-named; rather, to three they unceasingly proclaim sanctification, yet they declare it in the singular, lest they sow polytheism among the childish-minded.
ΠΕΥΣΙΣ ΙΔʹ.
Question 14.
Τί οὖν ἐστι τὸ γεγραμμένον, ὅτι Τὸ Πνεῦμα ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ; Εἰ ὁμοούσιος Τριὰς, καὶ μία γνῶσις καὶ ἓν θέλημα, καὶ μία αὐτῆς ἡ θεότης, καὶ οὐ κτιστόν τι καὶ ἀνόμοιον ἐν αὐτῇ, πῶς ἐρευνᾷν λέγεται τὸ Πνεῦμα τὰ βάθη τοῦ Θεοῦ, ὡς ἀγνοοῦν; Εἰ γὰρ γινώσκει, οὐ χρὴ ἐρευνᾷν· ἀγνοίας γάρ ἐστι τὸ ἐρευνᾷν.
What then is that which is written, that The Spirit searches the depths of God? If the Trinity is consubstantial, and there is one knowledge and one will, and its Godhead is one, and nothing created and unlike is in it, how is the Spirit said to search the depths of God, as though ignorant? For if it knows, there is no need to search; for searching belongs to ignorance.
Ἀπόκρισις.
Answer.
Ἀλλ' οὐκ ἀγνοίᾳ ἢ περιεργίᾳ, κατὰ Μακεδόνιον τὸν μεμηνότα, ἐρευνᾷ, ἀλλὰ γνησιότητι. Ἐπειδὰν γὰρ ἐν τοῖς ἐναρέτοις καὶ ἐναγίοις βροτῶν γένηται τὸ θεῖον καὶ πανάγιον Πνεῦμα, παρασκευάζει αὐτοὺς τὰ βάθη ἐρευνᾷν τοῦ Θεοῦ, ἐκ τῆς προχείρου τοῦ γράμματος ἐξετά-
Yet He does not search out of ignorance or curiosity, according to the mad Macedonius, but by genuine kinship. For whenever the divine and all-holy Spirit comes to be in the virtuous and holy among mortals, He prepares them to search the depths of God, from the ready examina-
Notes, col. 869

On the reading

Printed τὴν, for τὸν.

PG 38:872Read from the page
σεως, ἐπὶ τὴν ὑψηλοτέραν αὐτοὺς ἀνάγει διάνοιαν, τῇ ἐρεύνῃ τῶν θειοτέρων, ὥσπερ ἐν βυθῷ τινι γενομένης τῆς διανοίας, καὶ τῷ ἀγκίστρῳ τοῦ πνεύματος ἐκ τοῦ βιωτικοῦ βυθοῦ τὸν ἰχθὺν τῆς ψυχῆς ἀνάγοντος, ἔχοντα ἐν τῷ στόματι τὸν πολυτίμητον στατῆρα, καὶ τοῦ παντὸς Σωτῆρα Χριστόν. Οὕτως γὰρ καὶ ὁ τῶν ἀποστόλων κορυφαῖος, ἀνθ' ἑαυτοῦ καὶ Χριστοῦ τὸν τῆς ψυχῆς ἰχθὺν δοῦναι τοῖς ἀπαιτοῦσι προστάττεται, ἔχοντα τὸν στατῆρα Χριστὸν, καὶ τῆς πίστεως τὸν λόγον ἐν τῷ στόματι, καὶ τὴν ἐκ βάθους καρδίας ἀναγωγὴν καὶ αἴνεσιν. Ἀλλὰ καὶ ὁ ὑψηλὸς Ἀπόστολος, Ἡμεῖς δὲ, φησὶ, τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Καὶ πάλιν ὁ αὐτός φησιν· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Καὶ πάλιν Δαβὶδ ὁ τῶν θείων μελῳδός· Τὸ στόμα μου, φησὶν, ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα· οὐκ ἀέριον δὲ, ἀλλὰ τὸ θεῖον, δι' οὗ τὰ ἀπόκρυφα τῆς θεανδρικῆς τοῦ Θεοῦ παρουσίας, πρὸ χιλίων ἤδη ἐτῶν προαπεφήνατο, διαῤῥήδην τραγῳδῶν τῷ Θεῷ· Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
tion of the letter, leading them up to the loftier understanding, through the searching of more divine things, as though the mind had come into some depth, and by the hook of the spirit drawing up the fish of the soul out of the depth of life, having in its mouth the precious stater, even Christ the Saviour of all. For thus also the chief of the apostles is commanded to give to those who demand it, on behalf of himself and Christ, the fish of the soul, having Christ as the stater, and the word of faith in its mouth, and the uplifting and praise from the depth of the heart. Moreover the lofty Apostle also says: Now we have received the Spirit of God, that we may see the things freely given to us by God. And again the same says: But to us God has revealed them through His Spirit. And again David, the singer of divine things: I opened my mouth, he says, and drew in spirit; not airy [breath], however, but the divine, through which he declared beforehand, already a thousand years in advance, the hidden things of the theandric coming of God, expressly singing to God: The obscure and secret things of Thy wisdom Thou hast made manifest to me.
ΠΕΥΣΙΣ ΙΕʹ.
Question 15.
Καὶ εἰ Θεὸς ὁ Υἱὸς καὶ ἴσος τῷ Πατρὶ, πῶς ἀγνοεῖ ἃ ὁ Πατὴρ γινώσκει; Αὐτὸς γὰρ ἐν Εὐαγγελίοις λέγει, ὅτι Οὐδεὶς οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν τῆς συντελείας, οὔτε οἱ ἄγγελοι τῶν οὐρανῶν, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος.
And if the Son is God and equal to the Father, how is He ignorant of what the Father knows? For He Himself says in the Gospels that No one knows the day nor the hour of the consummation, neither the angels of heaven, nor the Son, except the Father alone.
Ἀπόκρισις.
Answer.
Ἐπεὶ οὖν παραδείγμασι βροτῶν κεχρῆσθαι πέφυκεν ἡ θεία Γραφὴ, καὶ φυσιολογίαις πολλάκις, καθὼς, ἐν Εὐαγγελίοις θεηγορῶν, φησὶν ὁ Κύριος, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, καὶ κόκκῳ σινάπεως· καὶ Παῦλος δὲ ὁ ὑψηλὸς τὴν διάνοιαν, Σώματα, φησὶν, ἐπουράνια, καὶ σώματα ἐπίγεια· φυσιολογεῖ δὲ καὶ Κορινθίοις ἐπιστέλλων, ἀπὸ σάλπιγγος, αὐλοῦ καὶ κιθάρας· κἀγὼ τοίνυν ἐκ τῶν καθ' ἡμᾶς ἀμυδρᾷ εἰκόνι χρήσομαι. Ἆρ' οὖν ἀγνοεῖ ὁ ἐμὸς λόγος τὰ ἐμὰ βουλεύματα; Ἀλλ' οὐδεὶς τῶν ὁπωσοῦν παιδείας μετειληφότων ταῦτα ἐρεῖ. Πῶς οὖν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος ἀγνοήσει τὰς ἐκείνου βουλὰς, φάσκων, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι; τὸ, Θεὸς ἡ ζωὴ, τὸ φῶς, τὸ ἀθάνατον, τὸ ἀκατάληπτον. Καὶ πάλιν, Καὶ πάντα τὰ ἐμὰ σά ἐστι, Πάτερ, καὶ τὰ σὰ ἐμά. Εἰ τοίνυν πάντα τοῦ Πατρὸς αὐτοῦ ἐστι, καὶ ἡ γνῶσις ἡ τοῦ Πατρὸς, πάντως αὐτοῦ ἐστι καὶ τοῦ Πνεύματος, ὡς μετ' ὀλίγον πλατυτέρως ῥηθήσεται.
Since then divine Scripture is wont to use human examples, and often illustrations from nature, even as, speaking divinely in the Gospels, the Lord says, The kingdom of heaven is like leaven, and a grain of mustard; and Paul also, lofty in understanding, says, There are heavenly bodies and earthly bodies; and he draws from nature also when writing to the Corinthians, from trumpet, flute, and harp; I too therefore will use a faint image from things among us. Does my word then not know my counsels? Surely no one of those who have partaken of education in any way will say this. How then shall the Word of God and the Father be ignorant of His counsels, when He declares, All things whatsoever the Father has are mine? Namely, God, life, light, immortality, incomprehensibility. And again, And all mine are Thine, Father, and Thine are mine. If therefore all things of the Father are His, then the knowledge of the Father also is assuredly His and the Spirit's, as will be stated more broadly a little later.
ΠΕΥΣΙΣ ΙϚʹ.
Question 16.
Τί οὖν, ἐπειδὴ ἐγὼ λέγω, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν, ἄρα καὶ τὴν γνῶσιν ἔχω τοῦ Πατρὸς, καὶ τὴν βουλὴν αὐτοῦ οἶδα;
What then, since I say, All things whatsoever the Father has are mine, do I therefore also have the knowledge of the Father, and do I know His counsel?
PG 38:873Read from the page
Ἀπόκρισις.
Answer.
Ἔροιμι κἀγὼ ὑμᾶς, ἀξιάγαστοι, Τίς μείζων, ἡ ἡμέρα καὶ ἡ ὥρα ἐκείνη, ἢ ὁ Πατήρ;
I too might ask you, admirable ones, Which is greater, that day and hour, or the Father?
ΠΕΥΣΙΣ ΙΖʹ.
Question 17.
Ὁ Πατὴρ δηλονότι, ὡς ἄναρχος καὶ προαιώνιος καὶ ἀκατάληπτός τε καὶ πάντων ποιητής.
The Father plainly, as without beginning and pre-eternal and incomprehensible and maker of all things.
Ἀπόκρισις.
Answer.
Εἰ τοίνυν μείζων ὁ Πατὴρ τῆς ὥρας καὶ τῆς ἡμέρας καὶ πάντων, πῶς, τὸ μεῖζον ἐπιστάμενος ὁ Υἱὸς, τὸ ἔλασσον ἀγνοεῖ; καὶ τὸν ποιητὴν γινώσκων, καὶ συνεργῶν αὐτῷ ἐν πᾶσι, πῶς ἀγνοήσει τὰ ὑπ' αὐτοῦ ποιηθέντα; Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Πῶς οὖν ἀγνοήσει τὸ ἧττον, ὁ τὸ μεῖζον ἐπιστάμενος;
If therefore the Father is greater than the hour and the day and all things, how, knowing the greater, is the Son ignorant of the lesser? And knowing the maker, and working together with Him in all things, how shall He be ignorant of the things made by Him? For even as, He says, the Father knows me, I also know the Father. How then shall He Who knows the greater be ignorant of the lesser?
ΠΕΥΣΙΣ ΙΗʹ.
Question 18.
Ἀλλ' ἡμεῖς νομίζομεν, καὶ τοῦ Υἱοῦ μεῖζον' εἶναι τὸν Πατέρα, καθὼς αὐτός φησιν· Ὁ Πατήρ μου μείζων μού ἐστιν.
Yet we suppose that the Father is greater than the Son also, even as He Himself says: My Father is greater than I.
Ἀπόκρισις.
Answer.
Οὐχ ὅσιον οἴεσθε, μείζονα ὑπάρχειν τοῦ Υἱοῦ τὸν Πατέρα, ἢ περιφερείᾳ, ἢ ὄγκῳ, ἢ χρόνῳ, ἢ καιρῷ, ἢ ἀξίᾳ, ἢ ῥώμῃ, ἢ θεότητι, ἢ μεγέθει, ἢ ὕψει. Οὐδὲν γὰρ τούτων ἐν τῇ θείᾳ Τριάδι. Ἀλλὰ καθὸ Πατὴρ ὁ Πατήρ ἐστιν, οὕτω γνησιότητι ὁ Υἱὸς τὸν Πατέρα τιμᾷ. Οὐ γὰρ ὄγκῳ φέρεται τὸ θεῖον, οὐδ' ὑπέρογκος εἶ τοῦ Παιδὸς ὁ Πατήρ· οὐ χρόνοις ὑπόκειται, ἵνα ὑπέρχρονος ᾖ ὁ γεννήτωρ τοῦ γεννηθέντος· οὐδ' αὖ πάλιν τῷ ὕψει μερικῶς τάττεται ὁ Πατὴρ, πάντα περιέχων, ὑπ' οὐδενὸς δὲ περιεχόμενος, ἀμεγέθης ὑπάρχων καὶ ἄποσος.
You do not think it pious that the Father is greater than the Son either in circumference, or in bulk, or in time, or in season, or in dignity, or in might, or in Godhead, or in magnitude, or in height. For none of these things is in the divine Trinity. Rather, inasmuch as the Father is Father, thus out of genuine filial affection the Son honours the Father. For the divine is not borne by bulk, nor is the Father greater in bulk than the Son; He is not subject to times, that the Begetter should be prior in time to the Begotten; nor again is the Father partially ordered by height, embracing all things, yet embraced by nothing, being without magnitude and without quantity.
ΠΕΥΣΙΣ ΙΘʹ.
Question 19.
Εἰ οὖν ἴσος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱὸς, καὶ ὡς ἐκεῖνος ἀγαθὸς, πῶς αὐτὸς λέγει, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός;
If then the Son is equal to God and the Father, and good as He is, how does He Himself say, No one is good except one, God?
Ἀπόκρισις.
Answer.
Ἀλλ' οὐκ ἀρνούμενος ἑαυτὸν τῆς ἀγαθότητος, οὐδ' ὑπεκφερόμενος τῆς θεότητος μόνον φησὶν ἀγαθὸν ὑπάρχειν τὸν Θεὸν καὶ Πατέρα. Ἀκροτάτης δὲ στοργῆς καὶ ἀγαθότητος ἐναργὴς ἀπόδειξις, τὸ μὴ ἑαυτῷ, ἀλλὰ τῷ Πατρὶ ἀναφέρειν τὴν τιμὴν, φιλοπάτορας ἡμᾶς παιδεύων ὑπάρχειν. Αὐθαιρέτως γὰρ μετριάζων οὐ φιλοδοξεῖ, οὐδὲ τῷ ἀξιώματι κορυφοῦται κατὰ τοὺς σοβαροὺς καὶ ἀλαζόνας ἀμυδρᾶς ἐπιλελημμένους ἀρχῆς, διὰ τῆς πρὸς τὸ ἀμειδὲς καὶ δυσπρόσιτον τῇ τοῦ κήρυκος φωνῇ ἐξογκούμενοι, καὶ πρὸς ἀτίθασσον θῆρα μετατυπούμενοι· οὐχ ἡμερότητι καὶ φιλανθρωπίᾳ τὴν ἐξουσίαν κρίνοντες τῆς ἀλήκτου δόξης, εἰκότως ἐπαχθήσονται. Εἰ δὲ προχείρως πᾶν ἀγαθὸν ζωοποιεῖτε, πλείστους ἐν τῷ μέρει τούτῳ θεοὺς ἕξομεν, πολλαχοῦ τῆς θείας Γραφῆς μετὰ Θεὸν βοώσης ὑπάρχειν καὶ ἕτερα ἀγαθά· πὴ μὲν φάσκουσα ἀγαθὸν παῖδα πτωχὸν καὶ σοφὸν τὸν Σαμουὴλ, πὴ δὲ, ἀγαθὸς Σαοὺλ υἱὸς Κίσου, ὁ πρῶτος τοῦ Ἰσραὴλ ἄναξ. Καὶ τῇ Ἄννῃ ἀπαιδίᾳ καὶ στειρώσει ποτνιωμένῃ φησὶν ὁ Ἐλκα-
Yet not denying Himself goodness, nor withdrawing Himself from the Godhead, does He say that God and the Father alone is good. Rather, it is a clear proof of supreme affection and goodness to refer the honour not to Himself, but to the Father, training us to be lovers of our fathers. For freely exercising moderation, He does not love vainglory, nor is He puffed up by dignity like the haughty and arrogant who have laid hold of some faint office, swelling up through the herald's voice towards grimness and unapproachability, and being transformed into an untamed beast; not judging authority by gentleness and philanthropy of unceasing glory, they will naturally incur hatred. And if you offhandedly vivify [deify] everything good, we shall have very many gods in this respect, since divine Scripture cries out in many places that there are other good things besides God: in one place calling Samuel a good, poor, and wise child, and in another, good is Saul son of Kish, the first king of Israel. And to Hannah, lamenting her childlessness and barrenness, Elka-