ὁμοίωσιν· ἄμφω γὰρ κτιστὰ, ἥ τε ψυχὴ καὶ τὸ σῶμα, καὶ σύνθετα τῇ πρὸς ἄλληλα συναφείᾳ καὶ κοινωνίᾳ· συνθέσει δὲ πάντως ἕπεται διάστασις, καὶ διαίρεσις· τὸ δὲ Θεῖον ἀσύνθετον ὑπάρχει καὶ ἀδιαίρετον, καὶ ἀσχημάτιστον, αὐτὸ ἐφ' ἑαυτοῦ μένον, καὶ ἀεὶ ὡσαύτως ἔχον. Οὐδ' αὖ πάλιν ἐν τῷ ἀρχικῷ σώζει πρὸς τὸ ἀρχέτυπον τῆς εἰκόνος τὴν ὁμοίωσιν. Οὐ γὰρ ἰσοκλεὴς τῷ ἐγχειροῦντι ὁ κομιζόμενος. Ὁ μὲν γὰρ παρέχων, ἀπροσδεὴς ὑπάρχει πάντως οὗ παρέσχεν· ὁ δὲ ὑποδεξάμενος ἐνδεὴς ὑπάρχει παντὸς τοῦ δοθέντος. Καὶ ὁ μὲν παρὰ Θεοῦ τῶν συνδούλων ἄρχειν ἐτάγη· ὁ δὲ Θεὸς παρ' οὐδενὸς, αὐτοκράτωρ τε καὶ παντοκράτωρ ὑπάρχων.
likeness; for both are created, both the soul and the body, and composite by their conjunction and communion with one another; and separation and division necessarily follow upon composition; whereas the Deity is incomposite and indivisible, and without figure, abiding by itself, and always being in the same state. Nor again in the capacity of ruling does he preserve the likeness to the archetype of the image. For the one who receives is not equal in glory to the one who bestows. For the one who provides is altogether without need of what he provided; whereas the one who has received is in need of all that was given. And the one was appointed by God to rule over his fellow-servants; whereas God by no one, being self-ruling and almighty.
Οὐδέτερον τοῦ ἑτέρου διακριθὲν ὑπάρχει βροτὸς, ἣ μὲν γὰρ πνεῦμα, οὐκ ἄνθρωπος· ἣ δὲ πηλὸς, ἄλογος καὶ ἀναίσθητος· ἐξ ἀμφοῖν δὲ εἷς ἀποτελεῖται βροτός· καὶ ἡ μὲν ἀλλοιώσει καὶ τροπαῖς ὑπόκειται, τὰ μὲν ἐπιλανθανομένη, τὰ δὲ μνημονεύουσα, ἐν ἀφθονίᾳ πραγμάτων γαννυμένη, καὶ βλοσυρὸς ὑπάρχουσα, ποτνιωμένη δὲ καὶ σκυθρωπὸς ἐν ἐνδείᾳ, πὴ μὲν σεμνὰ, πὴ δὲ ἀκόλαστα λογιζομένη, νῦν μὲν δίκαια, νῦν δὲ ἄδικα προαιρουμένη, νῦν μὲν φιλάνθρωπος, νῦν δὲ ἀπάνθρωπος γινομένη, ἐν ἀκαρεῖ ὀργιζομένη, καὶ ἐν ἀτόμῳ ἡμερουμένη, μερισμοῖς καὶ μεταβολαῖς ὑπείκουσα, καθώς φησιν ὁ ὑψηλὸς Ἀπόστολος, διαῤῥήδην βοῶν· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, καὶ διακριτικὸς ἐνθυμήσεων καὶ διανοιῶν. Πῶς οὖν οἷα τε εἰκὼν ὑπάρχει, τοῦ ἀναλλοιώτου Θεοῦ μερισμοῖς ὑποπίπτουσα, καὶ διακρινομένη τὰς ἐνθυμήσεις καὶ ἐννοίας, οὐ μόνον ὑπὸ Θεοῦ, ἀλλὰ καὶ ὑπὸ τῶν αὐτοῦ προφητῶν πολλάκις τὰ διὰ βάθους ἐλεγχομένη ; Θεοῦ δὲ τὴν βουλὴν ἢ ἐνθύμησιν τίς καταλήψεται, τοῦ ἱεροῦ Ἀποστόλου βοῶντος· Τίς ἔγνω νοῦν Κυρίου ; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο ; Εἰ οὖν τὸ κυριώτερον τοῦ ἀνθρωπίνου συγκράματος, ἡ ψυχὴ, ἀπελείφθη τῆς θείας εἰκόνος καὶ ὁμοιότητος, πόσῳ μᾶλλον ἐκείνης πόῤῥω φανήσεται ἡ τοῦ σώματος παραβολή ; Τὸ μὲν γὰρ οἷον ὑπάρχει ἄφθαρτον, τὸ δὲ σῶμα φθαρτόν· τὸ μὲν ἀμέγεθες καὶ ἄποσον, τὸ δὲ βραχὺ καὶ περιληπτόν· τὸ μὲν ἀκατάληπτον καὶ ἀφῇ, καὶ τὸ δὲ ἁπτὸν καὶ ῥοῶδες· τὸ μὲν ἀσώματον καὶ ἄϋλον, παντὸς ὕψους μετέωρον, καὶ ὑπέρτερον, τὸ δὲ βραχὺ καὶ ὑλικὸν, γεωπετὲς καὶ χθαμαλὸν, περὶ τὰ κάτω καλινδούμενον· τὸ μὲν οὐκ αὔξει, οὐ λήγει, οὐχ ὑφίεται, οὐ μειοῦται· μὴ τοίνυν ἔσο τοῖς κάτω πεπεισμένος, μηδὲ μελογραφοῦ τὸ Θεῖον, ἐπαΐων Θεοῦ φάσκοντος, ὅτι Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ ἐρῶ· καὶ πάλιν, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον
Neither, separated from the other, is a mortal, for the one is spirit, not man, and the other is clay, irrational and insensible; but from both one mortal is completed. And the one is subject to alteration and changes, forgetting some things, remembering others, exulting in abundance of goods and being fierce, yet wailing and gloomy in want, now thinking august thoughts, now licentious ones, now choosing just things, now unjust ones, now becoming humane, now inhumane, growing angry in an instant and becoming gentle in a moment, yielding to divisions and changes, as the lofty Apostle says, crying aloud plainly: For the word of God is living and active, and sharper than any two-edged sword, and piercing even to the division of soul and spirit, and a discerner of the thoughts and intents. How then is it able to be an image of the unalterable God, falling under divisions, and having its thoughts and notions discerned, often convicted of its deepest things not only by God, but also by His prophets? Whereas who shall comprehend the counsel or thought of God, as the sacred Apostle cries: Who has known the mind of the Lord? Or who has become His counsellor? If therefore the more authoritative part of the human compound, the soul, fell short of the divine image and likeness, how much further from it will the comparison of the body appear? For the one is as it were incorruptible, while the body is corruptible; the one is without magnitude and without quantity, while the other is short and circumscribed; the one is incomprehensible even to touch, while the other is tangible and fluid; the one is incorporeal and immaterial, raised above and higher than every height, while the other is short and material, earth-bound and lowly, rolling about among the things below; the one does not increase, does not cease, does not subside, does not diminish; do not therefore be persuaded by the things below, nor describe the Deity with limbs, when you hear God saying, I will lift up my hand to heaven, and I will swear by my right hand, and I will say; and again, Heaven is my throne, and the earth the footstool