PG 38:813Read from the pageτος ἐκπεσεῖν· ἀσφάλεια δὲ ἑκατέροις, τοῖς τε τὴν αἰσθητὴν ταυτηνὶ θάλασσαν, τοῖς τε τὴν νοητὴν διαπερῶσι, μία, τὸ φοβεῖσθαι ἀεὶ καὶ προσέχειν ἑαυτοῖς, ὡς μήτε τοῖς κατὰ σάρκα κινδυνεύουσι τὰς τύχας ὀνειδίζειν, μήτε τοῖς κατὰ Πνεῦμα τοῦ Θεοῦ ἁμαρτάνουσιν καὶ ἀποπίπτουσιν ἐπιχαιρεκάκως ἐπεμβαίνειν τε καὶ κατακρίνειν, ἀλλὰ ταῖς δυστυχίαις τῶν πέλας καὶ ταῖς συμφοραῖς τρέμοντας καὶ φρίσσοντας ἑαυτοὺς κατασφαλίζεσθαι.
to fall away; and there is one safeguard for both—those crossing this perceptible sea and those crossing the intelligible sea—always to fear and take heed to themselves, so as neither to reproach those who are in peril according to the flesh for their misfortunes, nor maliciously to trample upon and condemn those who sin against the Spirit of God and fall away, but, trembling and shuddering at the misfortunes and calamities of our neighbours, to secure ourselves.
109 Κρεῖσσον καλῶς βιοῦντα, κ. τ. λ.
109 It is better that one living well, etc.
Ἤκουσα καλῶς βιούντων καὶ ἀξίως πολιτευομένων Θεοῦ προφητῶν καὶ πολλῶν ἁγίων ὑπέρ τε τῆς ἑαυτῶν πτωχείας καὶ ταλαιπωρίας, ὑπέρ τε τῆς τῶν πενήτων καταδυναστεία; καὶ θλίψεως, ἧς ὑπὸ τῶν ἀδικούντων αὐτοὺς ὑπομένουσι, διαπονουμένων ὅτι μάλιστα, καὶ ἀποδυσπετούντων, καὶ τῆς μακροθυμίας Θεοῦ καταγογγυζόντων· ἑώρακα δὲ ἄλλους πᾶσιν ἐνευθηνουμένους τοῦ βίου καὶ κατασπαταλῶντας ἀγαθοῖς, οὐδὲν δὲ ἀρετῆς ἢ εὐαρεστήσεως ἄξιον καταπραττομένους τοῦ Θεοῦ, πλὴν ἐν παντὶ εὐχαριστοῦντας καὶ ἐξομολογουμένους τῷ Κυρίῳ, ὅταν ἀγαθύνωνται. Κρεῖσσον οὖν (ὁ τῆς διακρίσεως ἀπεφθέγξατο φωστὴρ), καλῶς καὶ ἁγιοπρεπῶς πολιτευόμενον, καὶ βίῳ ἀμώμῳ πορευόμενον, μικρόν τι παῤῥησιάζεσθαι διὰ τὴν πύρωσιν τῶν θλίψεων, καὶ μετρίως πως ἐπὶ τοῖς κρίμασι τοῦ Θεοῦ διαγογγύζειν, ἢ τοῖς ἔργοις τῆς ἀκρασίας καὶ πλεονεξίας καὶ ἀσελγείας πάσης σχολάζοντας καὶ θάλλοντας, δίκας ἐν ἡμέρᾳ κρίσεως ἀποτιννύναι, εἰ καὶ μηδὲν ἀλόγως νομίζοιεν ἐργάζεσθαι.
I have heard prophets of God and many saints who lived well and conducted themselves worthily, distressed exceedingly over their own poverty and hardship, and over the oppression and affliction of the poor which they endure from those who wrong them, growing impatient and murmuring at the longsuffering of God; and I have seen others abounding in all the good things of life and living luxuriously, yet accomplishing nothing worthy of virtue or pleasing to God, except giving thanks in everything and confessing to the Lord when they prosper. Better, then (declared the luminary of discernment), for one who conducts himself well and in a manner befitting holiness, and walks in a blameless life, to speak somewhat boldly on account of the fiery trial of afflictions and murmur in a measured way at the judgements of God, than for those who devote themselves to and flourish in the works of intemperance, greed, and every impropriety to pay the penalty on the day of judgement, even if they suppose they do nothing unreasonable.
113 Πρόου τὰ πάντα, καὶ Θεὸν κτῆσαι μόνον.
113 Cast away all things, and possess God alone.
Τρεῖς τάξεις τῶν ἐπὶ τῷ σωματικῷ πλούτῳ καὶ τῇ τῶν χρημάτων οἰκονομίᾳ δοκιμαζομένων ὁ θαυμάσιος ἐπιδείκνυσι Γρηγόριος· πρώτην μὲν, καὶ τελείαν, καὶ τελείοις προσήκουσαν, τὸ πάντα προέσθαι καὶ προπέμψαι τὰ προσόντα Θεῷ διὰ Χριστὸν καὶ τὴν ἐντολὴν, ὥστε τοῦτον κατακτήσασθαι καὶ αὐτῷ μόνῳ καθαρῶς ζῇν· ἀλλότρια γὰρ τά τε χρήματα καὶ κτήματα, ὡς ἔξωθεν ἡμῶν καὶ οὐχ ἡμέτερα ὥσπερ τὸ σῶμα, ἀλλὰ περὶ ἡμᾶς ὄντα, ὧν οἰκονόμοι καὶ μερισταὶ καθεστήκαμεν ἡμεῖς· κάλλιστον μὲν οὖν, καὶ θεοφιλέστατον, καὶ τέλειον, ἅπαντα προδόντας ταῦτα, μόνῳ πλουτεῖν καὶ ἀπερισπάστως ζῇν τῷ Θεῷ. Δευτέρα δὲ τάξις, τὰ πλείω δοῦναι καὶ καλλίω, τὰ ἐλάττω δὲ καὶ χείρω ταῖς ἑαυτοῦ χρείαις προσπορίζεσθαι καὶ τοῦτο ἐπαινετόν· εὐσεβὲς δὲ καὶ ἧττον φιλανθρώπινον κἂν τοῖς περιττεύουσιν εὐσεβεῖν, καὶ τὴν χρηστότητα δρᾷν, καὶ τὸ μεγαλόψυχον τούτοις ἐπιδείκνυσθαι· τὸ δὲ κἂν τοῖς περιττοῖς φειδωλὸν εἶναι καὶ γνίφωνα καὶ μικρόψυχον, ὡς εἰς χρυσὸν αὐτὰ διαμείβειν, καὶ καταχωννύειν, ὡς λίαν ἀσεβὲς, καὶ ἀπανθρώπινον, καὶ ἔργον εἰδωλολατρείας, κατὰ τὸν Ἀπόστολον, καὶ τῆς τοῦ Θεοῦ βασιλείας ἀλλοτριοῦν ἱκανώτατον ὂν, παρεσιώπησεν.
The admirable Gregory points out three ranks of those who are tested in bodily wealth and the stewardship of money: the first, and perfect, and befitting the perfect, is to cast away all things and send one's possessions ahead to God for the sake of Christ and the commandment, so as to acquire Him and live purely for Him alone; for money and possessions are alien, as being outside us and not ours like the body, but around us, of which we have been appointed stewards and distributors; most noble, therefore, most dear to God, and perfect it is, having given up all these things, to be rich in God alone and live undistractedly for Him. The second rank is to give the greater and fairer part, and to provide the lesser and inferior part for one's own needs, and this is praiseworthy; and it is pious, though less benevolent, to act piously at least with one's surplus, to do kindness, and to show magnanimity in these; whereas to be stingy, niggardly, and small-minded even with one's surplus, so as to exchange it for gold and bury it—as being utterly impious, inhuman, and a work of idolatry, according to the Apostle, and most capable of alienating one from the kingdom of God—he passed over in silence.
117 Καλόν τι σητῶν ἁρπάσαι καὶ τοῦ φθόνου.
117 It is good to snatch something from moths and from envy.
Τοῦτο καλὸν καὶ τῶν καλῶν κάλλιστον, τῶν τε σητῶν ὑφαρπάζειν τὸν πλοῦτον καὶ τοῦ φθόνου, ὑφ' ὧν ἐκεῖνος πέφυκε διαφθείρεσθαι καὶ ὄλλυσθαι· φθείρεται
This is good and the fairest of good things, to snatch wealth away from moths and from envy, by which it is naturally corrupted and destroyed; it is corrupted
Notes, col. 813
On the reading
Printed καταδυναστεία;, for καταδυναστείας.
PG 38:816Read from the pageμὲν γὰρ ὑπὸ σκωλήκων, ὅσα βρωτὰ, καὶ εὔσηπτα, καὶ εὔφθαρτα· ὑπὸ φθόνου δὲ διαρπᾶται καὶ ἀπόλλυται χρυσὸς, καὶ ἄργυρος, καὶ ὅσα δύσφθαρτα κατὰ φύσιν εἰσίν. Ἀγαθὸν οὖν, τῷ Χριστῷ προφθάσαντας δανεῖσαι, καὶ αὐτὸν μᾶλλον ἔχειν χρεώστην λυσιτελέστατον ἢ πάντα τοῦ κόσμου τὸν πλοῦτον κατέχειν δοκεῖν· ὃς οὕτω μεγαλοπρεπῶς οἶδεν ἀμείβεσθαι τοὺς δανειστὰς, ὡς καὶ τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς κλάσματι ἄρτου μετὰ πίστεως τοῦτον θρέψασι χαρίζεται· καὶ ποτήριον ὕδατος ψυχροῦ μὴ ἄμισθον εἶναι παρ' αὐτῷ πειθέτω σε καὶ χήρα διὰ δυοῖν ὀβολῶν καταβολῆς ἐπαινουμένη. Πῶς οὖν, φησὶ, δανείσωμεν Χριστῷ, Θεῷ τε καὶ ἀνενδεεῖ ὄντι, κἀν τοῖς οὐρανοῖς τῷ Πατρὶ συγκαθημένῳ; Τὸν Χριστὸν (ἀποκρίνεταί σοι ὁ ἐν αὐτῷ θεολογῶν) καὶ σκέπεις, καὶ τρέφεις, καὶ ποτίζεις, καὶ πάσης θεραπείας ἀξιοῖς, συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, καὶ τόνδε τὸν τρόπον δεξιούμενος.
for all things that are edible, easily rotted, and perishable [are destroyed] by worms; while gold and silver, and whatever things are by nature hard to corrupt, are plundered and perish through envy. It is good, therefore, to anticipate [this] by lending to Christ, and most profitable to have Him as debtor rather than to seem to possess all the wealth of the world; for He knows how to repay His lenders so magnificently that He even bestows the kingdom of heaven upon those who with faith feed Him with a morsel of bread; and let the widow praised for casting in two small coins also persuade you that a cup of cold water is not without reward with Him. How then, he says, shall we lend to Christ, who is God and lacks nothing, and sits together with the Father in the heavens? You clothe Christ (answers you the theologian who speaks in Him), and feed Him, and give Him drink, and count Him worthy of every care, when you have understanding towards the beggar and the poor man and welcome him in this manner.
121 Πένης προσῆλθεν, εἶτ' ἀπῆλθε μὴ τυχών.
121 A poor man came up, then went away without obtaining [anything].
Ταῦτα μὲν σαφῆ τὴν ἐπίλυσιν ἔχει τὰ ῥητὰ, οὐ περιττὸν δὲ ἡγοῦμαι μικρὸν ἐν αὐτοῖς ἀδολεσχεῖν· ἔσται γὰρ ἴσως τοῖς δυσπιθῶς ἀκούουσιν ὠφέλεια τὸ περὶ τούτων πολυρημονεῖν· καὶ γὰρ δέον πεπεῖσθαι, ὡς τὸ καθ' ἡμῶν κρῖμα ἡμεῖς αὐτοὶ ἑαυτοῖς προετοιμάζομεν. Πῶς καὶ τίνι τρόπῳ; Πένητός μοι, φησὶν ὁ διδάσκαλος, προσερχομένου καὶ ἐλεημοσύνης ἐπιδεομένου, εἶτ' ἀνελεημόνως ἀποπεμπομένου, δέος παραυτὰ καὶ φόβος παρίσταται, μή ποτε κἀγὼ τοῦ σοῦ ἐλέους ἐπιδεὴς προσερχόμενος, Χριστὲ, κενὸς ἀποπεμφθῶ κατὰ τοὺς τῆς ἐμῆς ἀπανθρωπίας νόμους, χρήζων μὲν τυχεῖν φιλανθρωπίας, ἀστοχῶν δέ· τίνος ἕνεκεν; ὅτι δυνάμενος δοῦναι τῷ ἐπιδεεῖ τὸν ἔλεον, καὶ μὴ διδοὺς, πῶς ἐπιδεηθεὶς αὐτὸς αὖθις πρόσειμι λαβεῖν; πρὸς Χριστοῦ γὰρ εἰληφὼς ἢ πόθεν; τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες δῆλον ὅτι παρ' αὐτοῦ; Λαβὼν οὖν, καὶ διὰ τοῦ πένητος δοκιμασίας χάριν αἰτηθεὶς, καὶ ἀγνωμοσύνῃ μὴ διδοὺς, πῶς πάλιν λήψομαι; ὁ γὰρ τῷ τὰ πάντα διδόντι δοῦναι κνιπευόμενος, μηδὲν ἐλπιζέτω λαβεῖν· τοὐναντίον μὲν οὖν καὶ ἃ δοκεῖ ἔχειν, ἀφαιρεῖσθαι προσδοκάτω.
These sayings indeed have a clear explanation, yet I do not think it superfluous to dwell upon them a little; for perhaps speaking at length about these things will be of benefit to those who listen with difficulty to persuasion; for indeed we ought to be convinced that we ourselves prepare in advance the judgement against ourselves. How and in what manner? When a poor man approaches me, says the teacher, and stands in need of alms, and is then sent away without mercy, dread and fear immediately come upon me, lest I too, approaching in need of Thy mercy, O Christ, be sent away empty according to the laws of my own inhumanity, needing indeed to obtain loving-kindness, yet missing it. For what reason? Because when I was able to give mercy to the needy and did not give, how shall I myself, when in need, approach again to receive? For from whom did I receive, if not from Christ? For what have you that you did not manifestly receive from Him? Having received, then, and having been asked through the poor man for the sake of testing, and out of ingratitude not giving, how shall I receive again? For let him who is niggardly in giving to Him who gives all things not hope to receive anything; on the contrary, let him expect that even what he seems to have will be taken away.
125 Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον.
125 Nothing is safer than a poor man.
Ἐπειδὴ πολλοὶ τὴν πενίαν ὡς ἀπευκτὸν καὶ μάλα κακὸν καὶ ἀποτρόπαιον ἡγοῦνται, δι' ὃ μάλιστα καὶ τοῖς δεομένοις ἐπαρκεῖν οὐκ ἐθέλουσι, τὴν πτωχείαν ὑποπτεύοντες, πάνυ σοφῶς ὁ θεοῤῥήμων κἀκείνων τὴν ἔνδειαν παραμυθεῖται, καὶ τῶν πλουσίων τὴν μικροψυχίαν ἐξιᾶται, Πένητος, λέγων, ἀνδρὸς ἀσφαλέστερον οὐδὲν, ἀφοβώτερον ἢ ἀκινδυνότερον οὐδέν· οὐ πρὸς χρήματα γὰρ ἢ κτήματα, ἢ κτηνῶν ἀγέλας, ἢ ἀνδραπόδων ὁρᾷ περιουσιασμοὺς, τὰ ῥέοντα καὶ τρόπον ὀνείρου παρατρέχοντα καὶ ἀπολλύμενα· πρὸς μόνον δὲ τὸν Θεὸν ἀποσκοπεῖ, τὸν ὄντα, τὸν μένοντα, τὸν χρηστὸν φύσει· πρὸς τοῦτον ἀεὶ νεύει, γνησίως
Since many regard poverty as something to be deprecated, exceedingly evil, and abominable, on which account especially they are unwilling to relieve those in need, fearing destitution, the divinely eloquent [author] most wisely both consoles the want of the former and heals the small-mindedness of the rich, saying: Nothing is safer than a poor man, nothing more fearless or free from danger; for he does not look to money or possessions, or herds of cattle, or abundance of slaves, things that flow away and pass by like a dream and perish; but he looks solely to God, who is, who abides, who is good by nature; towards Him he ever inclines, genuinely
PG 38:817Read from the pageαὐτὸν προορᾷ, παρ' οὗ τὴν ὀλίγην ἐν σώματι ἤλπισεν οἰκονομεῖσθαι ζωὴν, καὶ παρ' οὗ τὴν ἐν Πνεύματι αἰωνίως ζήσειν προσδοκᾷ. Σὺ δὲ ὁ πλούτῳ κομῶν, ὁ πᾶσι τοῦ κόσμου τοῖς ἀγαθοῖς ἐνευθηνούμενος, ὁ μέγας καὶ πολὺς ἐν τῷ βίῳ τοῖς πολλοῖς τῶν ἀνθρώπων νομιζόμενος, ἀγκαλίζου τὸν μικρὸν τοῦτον καὶ πένητα καὶ πτωχὸν, τρέφων καὶ σκέπων καὶ πάσης ξενίας μεταδιδοὺς καὶ θεραπείας, ὡς αὐτὸν ὑποδεχόμενος τὸν Χριστὸν, καὶ διὰ τοῦ ὁρωμένου πένητος τὸν ἐν αὐτῷ κεκρυμμένον Ἰησοῦν τοῖς κρυφαίοις τοῦ σοῦ νοῦ θαλάμοις διὰ πίστεως εἰσοικιζόμενος καὶ ἐνιδρυόμενος· καὶ ὥσπερ ὁ ἀετὸς, κατὰ τὸν ἱερὸν λόγον, τὴν αὐτοῦ σκευάζων νοσσιὰν, καὶ τοῖς νεοσσοῖς ἐπιποθῶν· οὕτω καὶ σὺ πολὺς ὑπάρχων τῇ περιουσίᾳ οἷα λεπτὸν ὄρνιν ἀμφέπων τὸν πένητα καὶ περισκέπων, ἐν αὐτῷ εὑρήσεις Χριστόν.
looking beforehand to Him, from whom he has hoped that his brief life in the body is provided for, and from whom he expects to live eternally in the Spirit. And you who pride yourself on wealth, who flourish in all the good things of the world, who are accounted great and mighty in life by most men, embrace this little one, poor and destitute, feeding and clothing him and granting him all hospitality and care, as receiving Christ Himself, and through the visible poor man lodging and enshrining by faith in the secret chambers of your mind Jesus who is hidden in him; and just as the eagle, according to the sacred word, watches over its nest and yearns over its young, so too you, being great in abundance, tending and sheltering the poor man like a tiny bird, will find Christ in him.
129 Κρεῖσσον πενία μὴ δικαίας κτήσεως.
129 Poverty is better than an unjust possession.
Πάλιν καὶ διὰ τῶν προκειμένων τὸν πένητα μὲν παρακαλεῖ, τοῦ πλουσίου δὲ καταστέλλει τὴν ὀφρὺν, κρεῖσσον εἶναί τι λέγων χρῆμα τὴν πενίαν τοῦ ἐξ ἀδικίας συνεστηκότος πλούτου, ὥσπερ γε καὶ νόσον σώματος βελτίω τε εἶναι τῷ νοσοῦντι καὶ Θεοῦ κρίμασι παιδευομένῳ λυσιτελεστέραν κακῆς εὐεξίας τε καὶ ὑγιείας. Τίς δ' ἂν ἡ κακὴ νοοῖτο εὐεξία, ἢ ἡ τοῖς ἀσελγείαις καὶ μιαιφονίαις ἢ ἀδικίαις χαίρουσι παρεπομένη; Καὶ γὰρ τῷ ἐκ σιτοδείας μὲν ἢ πενίας λιμῷ οὐδεὶς τῷ θανάτῳ περιπίπτει τῆς ψυχῆς, ἀλλ' οὐδὲ τῷ τοῦ σώματος ῥᾳδίως, τοῖς ἁμαρτωλοῖς δὲ καὶ τῷ ὄντι κακοῖς θάνατος καθέστηκεν ἡ ἁμαρτία.
Again through the words set before us he consoles the poor man and checks the haughtiness of the rich, saying that poverty is a better thing than wealth amassed from injustice, just as bodily sickness is both better for the sick man and more profitable to one chastened by the judgements of God than an evil vigour and health. And what could be understood as evil vigour, except that which attends those who delight in licentiousness, murders, or injustices? For indeed by hunger arising from scarcity of grain or poverty no one falls into the death of the soul, nor even easily into that of the body, whereas for sinners and the truly wicked, sin has become death.
133 Τίς δεσπότης ἢ δοῦλος, ἡ φαύλη τομή ;
133 Who is master or slave, that base division?
Γνωμοδοτήσας ὁ φιλοσοφώτατος τὰ περὶ πενίας καὶ πλούτου εὐαγγελικῶς, ὡς ἐχρῆν, καὶ θεοσόφως, περὶ δεσποτείας λοιπὸν καὶ δουλείας τῷ πνευματικῷ νόμῳ καὶ ταῦτα διακρίνει, Τίς ἐστι δεσπότης, λέγων, τίς δὲ κατὰ φύσιν δοῦλος; Οὐκ ἐκτίσθη δεσπότης, οὐκ ἐκτίσθη δοῦλος ἀπ' ἀρχῆς· αὕτη φαύλη τομὴ, αὕτη διαίρεσις τυραννική. Καὶ γὰρ ὡς εἷς πᾶσι πλάστης ὁμοίως, εἷς πᾶσι νόμος, κρίσις μία καὶ μία φύσις ἅπασιν ἀνθρώποις ἡ αὐτή· οὕτω καὶ δοῦλοι πάντες ὁμοίως ἄνθρωποι ὑφ' ἑνὶ Ποιητῇ καὶ Δεσπότῃ τεταγμένοι τῷ Θεῷ. Σὺ οὖν, φησὶν ὁ φιλοσοφίας ἀρίστης καὶ ἀληθείας λόγων ἐραστὴς, ὑπὸ τῶν περιεστώτων οἰκετῶν ὑπηρετούμενος, μὴ σεαυτῷ μὲν τὴν δεσποτείαν, τοῖς δὲ τὴν δουλείαν ἀφορίζων, ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν ἐπιτολμήσας, κατὰ τοῦ κοινοῦ Δεσπότου τῶν ὅλων ἀπονοηθῇς· ἀλλὰ φρονῶν εἰς τὸ σωφρονεῖν καὶ γινώσκειν ἑαυτὸν, πάντας δὲ τοὺς ὑπηρετουμένους σοι συνδούλους καὶ κατὰ φύσιν ὁμοτίμους ὁρῶν, συνεργοῖς κέχρησο τούτοις καὶ συνδιακόνοις πρὸς τὴν τοῦ Δεσποτικοῦ θελήματος ἐκπλήρωσιν. Μὴ οὖν τὸ εὐγενὲς τοῦ τρόπου, καὶ κατὰ πρᾶξιν ἢ θεωρίαν μεγαλοφυὲς καὶ τίμιον, πρὸ τῆς ἀπὸ τοῦ σώματος λύσεως καὶ πρὸ τοῦ κατανικῆσαι τὸν κόσμον ἐνδεικνύμενος, καὶ ἀκαίρως ὑψούμενος, εἰς ταπείνωσιν ἀποστραφῇς· ἀλλ' ὅταν τῶν τε σωματι-
Having pronounced judgement on poverty and wealth in an evangelical manner, as was fitting, and with divine wisdom, the most philosophical [author] next distinguishes mastery and slavery also by the spiritual law, saying: Who is master, and who is slave by nature? No master was created, no slave was created from the beginning; this is a base division, this is a tyrannical partition. For just as there is one Fashioner equally for all, one law for all, one judgement, and one and the same nature for all men, so too all men are equally slaves ranged under one Maker and Master, God. Therefore do you, says the lover of the noblest philosophy and of words of truth, when served by the household servants standing around you, not assign mastery to yourself and slavery to them, nor daring to think more highly than you ought to think, behave senselessly against the common Master of all; but thinking so as to be sober-minded and know yourself, and seeing all who serve you as fellow-slaves and equal in honour by nature, treat them as fellow-workers and fellow-ministers towards the fulfilment of the Master's will. Do not, then, by displaying nobility of character and what is great-souled and honourable in action or contemplation before release from the body and before conquering the world, and by exalting yourself untimely, be turned back into humiliation; but when from both the bodily
PG 38:820Read from the pageκῶς ἐμποδοστατούντων κωλυμάτων, τῶν τε πνευματικῶν τῆς πονηρίας ἀντιθέσεων ὑπεραναβὰς, ἀπολυθῇς, τότε πρὸς τὸν Θεὸν εἰσελεύσῃ μετὰ δόξης τιμιώτατος.
obstacles that stand in the way and the spiritual oppositions of wickedness you have ascended above them and been released, then you shall enter in unto God with glory, most honoured.
137 Οἱ δ' οἰκέται τί, καὶ μάλιστα οἱ Θεοῦ ;
137 And what of household servants, and especially those of God?
Νομοθετήσας τοὺς λεγομένους δεσπότας ταπεινοφρονεῖν καὶ συνδούλοις χρῆσθαι τοῖς οἰκέταις, εἰδότας ὅτι καὶ αὐτοὶ Κύριον ἔχουσιν ἐν οὐρανοῖς, ἵνα μὴ ταῦτ' ἀκούοντες ἐκεῖνοι, ὡς ὁμοτίμων κατεπαρθῶσι τῶν δεσποτῶν, τί δαὶ οἱ οἰκέται; πρὸς ὑμᾶς γὰρ ὁ πνευματικὸς νομοθέτης τὸν λόγον ἀποτείνεται· τί οὖν ὑμεῖς, καὶ μάλιστα οἱ τοῦ Θεοῦ δοῦλοι τυγχάνειν ἐθέλοντες; Μὴ ἀπαξιοῦτε δουλεύειν τοῖς δεσπόταις· καὶ τοῦτο πῶς; Μὴ κατ' ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ἐκ ψυχῆς μετ' εὐνοίας καὶ πίστεως, κατὰ τὴν ἀποστολικὴν παραγγελίαν, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, οὕτω τοῖς κυρίοις ὑμῶν τὴν ὀφειλομένην τιμὴν καὶ δουλείαν ἀποδίδοτε, καὶ μὴ τὸ πρόσχημα τῆς δουλείας ἐπαισχύνεσθε· ἐλεύθερον γὰρ καὶ δοῦλον ὁ τρόπος ὁρίζεται. Ὃς μὲν Χριστοπρεπεῖ ψυχῆς διαθέσει καὶ γνώμῃ χρώμενος θεοπρεπεῖ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων προνοεῖται ἀγαθὰ, οὗτος ἐλεύθερος τῷ ὄντι ἐστίν· ὃς δὲ δολίως καὶ κακοτρόπως τὸν αὐτοῦ διαβιώσκων βίον, πρός τε τὸν Θεὸν αὐτὸν καὶ τοὺς ἀνθρώπους ἁμαρτάνων καταφρονεῖ, οὗτος ἀληθῶς δοῦλος ὑπάρχει μαστιγίας. Οὔκουν τὸ δοῦλον εἶναι κακὸν, τὸ ἁμαρτάνειν δὲ, ἐπεὶ καὶ Χριστὸς αὐτὸς δοῦλος ἀνθρώπων ὦπται, ἀλλὰ καὶ τῆς ὄντως δουλείας κακῆς, τῆς ἁμαρτίας, τοὺς αὐτῷ πιστεύοντας ὡς Θεὸς ἐλευθεροῖ.
Having legislated that those called masters should be humble-minded and treat their household servants as fellow-slaves, knowing that they themselves also have a Master in heaven, lest those [servants], on hearing these things, rise up against their masters as equals in honour, what then of the household servants? For the spiritual lawgiver directs his word to you: what then of you, and especially those who wish to be servants of God? Do not disdain to serve your masters; and how is this to be done? Not with eye-service as men-pleasers, but from the soul with goodwill and fidelity, according to the apostolic charge, as to the Lord and not to men, so render to your lords the honour and service that is due, and do not be ashamed of the outward guise of slavery; for character defines both free man and slave. He who, using a disposition of soul befitting Christ and a judgement befitting God, takes thought for what is good before God and men, this man is truly free; whereas he who lives out his life deceitfully and wickedly, sinning with contempt against both God Himself and men, this man is genuinely a slave deserving the lash. It is not, therefore, being a slave that is evil, but sinning, since Christ Himself also appeared as a servant of men, and moreover as God He sets free those who believe in Him from the truly evil slavery, that of sin.
141 Κακὸς δ' ἀκούων αἰσχύνου, μὴ δυσγενής.
141 Be ashamed at being called wicked, not low-born.
Ἔτι τῆς αὐτῆς ἐννοίας ἐχόμενος ὁ θεοφάντωρ παραινεῖ μὴ ἐπαισχύνεσθαι, δοῦλον ἀκούοντα ἢ δυσγενῆ, μηδ' ἐπὶ τούτῳ διατρεπόμενον, κατὰ τοῦ ὑβρίζειν δοκοῦντος ἀγανακτεῖν. Τί γάρ ἐστι γένος, καὶ τίς ὁ φημιζόμενος εὐγενής; Οὐχ οἱ πάλαι θανόντες καὶ ἐν τάφῳ σεσηπότες, οὐχ ὧν ἐσκορπίσθη, κατὰ τὴν Γραφὴν, τὰ ὀστᾶ παρὰ τὸν ᾅδην· τί οὖν σοι καὶ τὸ μεγαλοφρονεῖν ἐπὶ τῇ σαπρίᾳ καὶ τοῖς ὀδωδόσιν; Κακὸς δὲ καὶ ἄδικος ἀκούων ἢ ἀσεβὴς, αἰσχύνου, καὶ διὰ μετανοίας ἀλλοιούμενος ἀγαθύνου ἐν Χριστῷ, καὶ οὕτως αὐτὸς τιμηθεὶς, καὶ δι' ἀρετῆς γενόμενος ὀνομαστὸς, γένους προάρξεις καὶ καύχησις τοῖς εἰς τὸν βίον ἰοῦσιν ἔσῃ μετὰ σὲ, ὃ πολὺ βέλτιον καὶ λυσιτελέστερόν σοί ἐστιν, ἢ τὸ γένος λύειν καὶ δι' ὑπερβολὴν κακίας ἀτιμοῦν καὶ ἀφανίζειν· ὥσπερ καὶ τὸ αὐτὸν εἶναι καλὸν καὶ ἀγαθὸν δι' εὐσεβείας πάσης καὶ ἀρετῆς ἐπίσημον καθεστηκότα, πολὺ βέλτιον καὶ τιμιώτερον, ἢ τὸ ἐξ ἀγαθῶν καὶ καλῶν βεβλαστηκότα μὴ τοιοῦτον εἶναι.
Still holding to the same thought, the revealer of God exhorts you not to be ashamed at being called a slave or low-born, nor, being embarrassed at this, to grow indignant against the one who seems to insult you. For what is lineage, and who is the one famed as well-born? Are they not those who died long ago and have rotted in the tomb, those whose bones, according to Scripture, were scattered beside Hades? What then have you to do with being high-minded over rottenness and things that stink? Rather, when called wicked and unjust or ungodly, be ashamed, and being changed through repentance become good in Christ, and thus, having yourself been honoured and become renowned through virtue, you will be the founder of a lineage and a boast for those who come into life after you—which is far better and more profitable for you than to undo your lineage and through excess of wickedness dishonour and blot it out; just as also to be noble and good oneself, distinguished through all piety and virtue, is far better and more honourable than to have sprung from good and noble [ancestors] and not be such oneself.
145 Θεοῦ μόνου θείων τε ἀπλήστως ἔχειν.
145 Be insatiable for God alone and divine things.
Ἔστι καὶ ἀπληστία ἐπαινετὴ καὶ ἐπιθυμία ἀκόρεστος δεητὴ, ἧς ὁ θεῖος λόγος ἀντέχεσθαι προτρέπεται. Τίς οὖν ἐστιν αὕτη; Θεοῦ μόνου καὶ τῶν θείων ἀπλήστως ἐρᾷν· αὕτη πλεονεξία καλὴ, τὸ ἀεὶ ποθεῖν καὶ
There is also a praiseworthy insatiability and a desirable unquenchable longing, to which the divine word urges us to cling. What then is this? To love God alone and divine things insatiably; this is a noble greed, always to long for and
PG 38:821Read from the pageζητεῖν τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακὼβ ἐν Χριστῷ Ἰησοῦ, ὃς τοῖς λαμβάνουσιν αὐτὸν ἔτι προσδίδωσι μᾶλλον ἑαυτόν· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἀποτρέπεσθαι ἢ ἀποστρέφεσθαι τοὺς ἐγγίζοντας αὐτῷ, ὅτι καὶ μᾶλλον διψᾷ τὸ διψᾶσθαι, ὅ ἐστι ποθεῖ τὸ ποθεῖσθαι, καὶ φιλεῖ τὸ ἀγαπᾶσθαι, καὶ ἀφθόνως ἀεὶ ἑαυτὸν τοῖς ἐρασταῖς αὐτοῦ χαρίζεται· τοιοῦτο γὰρ ἡ ὑπεράγαθος ἀγαθαρχία, διὰ τῶν παναγάθων καὶ πνευματικῶν αὐτῆς δωρεῶν τοῖς ἀπληρώτως αὐτῆς ἐφιεμένοις συνεισερχομένη. Ἐν τούτοις μόνοις ἡ ἀπληστία καὶ πλεονεξία κάλλιστον ὅτι μάλιστα, καὶ ἁγιοπρεπέστατον, καὶ τέλειον· ἐν τοῖς σωματικοῖς δὲ καὶ ζηλουμένοις πλούτοις καὶ δόξαις καὶ πᾶσι τοῖς ῥέουσι καὶ παρερχομένοις τοῦ νῦν αἰῶνος ἀγαθοῖς ἡττᾶσθαί τε καὶ τὸ ἔλαττον ἔχειν, ἄξιον εὐμαρῶς ὑπομένοντα χάριν εἰδέναι τῇ ἀγαθῇ καὶ παντουργῷ Προνοίᾳ.
seek the face of the God of Jacob in Christ Jesus, who bestows Himself yet more abundantly upon those who receive Him; for so far is He from turning back or turning away from those who draw near to Him, that He rather thirsts to be thirsted for—that is, He longs to be longed for, and loves to be loved, and ever ungrudgingly gives Himself to His lovers; for such is the super-good Source of goodness, entering together with its all-good and spiritual gifts into those who insatiably yearn for it. In these things alone is insatiability and greed most exceedingly fair, most befitting the saints, and perfect; whereas in bodily and envied riches and glories, and in all the flowing and passing goods of the present age, it is right to endure easily being worsted and having the lesser share, and to give thanks to the good and all-working Providence.
149 Μὴ πάντα νικᾷν, μηδ' ἀεὶ σπουδὴν ἔχε.
149 Be not eager to conquer in all things, nor always.
Ὥσπερ ἔστιν ἡττᾶσθαι καλῶς καὶ κακῶς, οὕτω καὶ νικᾷν ἐνθέσμως καὶ ἀθέσμως· ἡττᾶται μὲν καλῶς ὁ φιλοσοφίᾳ ἀρίστῃ καὶ ταπεινοφροσύνῃ εὐαγγελικῇ πᾶσιν ὑπείκων τοῖς ἀδικοῦσι, καὶ μὴ ἀμυνόμενος τοὺς ἐπηρεάζοντας αὐτόν· ἡττᾶται δὲ κακῶς καὶ ἀθλίως ὁ ὑπὸ θυμοῦ ἢ ἐπιθυμίας ἀλόγου τυραννούμενος, καὶ ἀγεννῶς πρὸς τὴν ἁμαρτίαν ἀπαγόμενος καὶ ἐκπολιορκούμενος· ὡσαύτως νικᾷ μὲν ἐνθέσμως καὶ ἀσφαλῶς ὁ τῷ ἀγαθῷ καὶ εὐαρέστῳ καὶ τελείῳ Θεοῦ θελήματι ἄχρι τέλους ἀμετακινήτως ἱδρυμένος, νικᾷ δὲ ἀθέσμως καὶ σφαλερῶς ὁ τῷ τῆς ἀδικίας καὶ τυραννίδος κράτει κατευμεγεθῶν, καὶ τῶν ἀθώων καθυπερτερῶν καὶ κατακτιννύς. Σὺ οὖν, ὦ ἀγωνιστὰ τοῦ ἀθλοθέτου Χριστοῦ, ὁ ἀλείπτης τῆς ἀρετῆς παρακαλεῖ, μὴ εἰς πάντα τὰ νομιζόμενα εἶναι ἀγαθὰ νικᾷν διαγωνίζου, ἀλλ' εἰς μόνα τὰ ὄντως ὄντα καλὰ, τὰ θεῖα δηλαδὴ καὶ πνευματικὰ, καὶ εἰς ταῦτα μὴ ἀεὶ καὶ ἀκαίρως, ἀλλ' ὅταν ὁ δεκτὸς ᾖ καιρός· κρεῖσσον γὰρ κρατεῖσθαι καὶ νικᾶσθαι, τῷ Ἰησοῦ καὶ τῶν αὐτοῦ μαθητῶν ὑποδείγματι ταπεινουμένους, ἢ νικᾷν καὶ κρατεῖν ἐπαιρομένους καὶ κατὰ τὴν τῶν ἀσεβῶν ἐξομοίωσιν κατακυριεύειν τῶν εὐσεβῶν καὶ ταπεινῶν. Ἔστι, φησὶ, καὶ τοὺς ἐν τῷ κόσμῳ παλαίοντας ὁρᾷν οὐ πάντως κρατουμένους τῷ κάτω πεσεῖν· ὑποκατακλιθῆναι γὰρ ἔστιν ὅτε δόξαντες τοῖς ἀντιπάλοις καὶ χαμάζε πεσεῖν, εἶτ' ἐξαπιναίως λὰξ κατ' αὐτῶν ἐναλάμενοι καὶ ἀναθορόντες, ὑπέρθετοι τούτων καταδείκνυνται· οὕτως οἱ διὰ τὸν Χριστὸν καὶ τὴν ἐντολὴν τοῖς τυραννεῖν εἰωθόσιν ὑποπίπτοντες, ἐν τῇ ταπεινώσει αὐτῶν ὑπερνικῶσιν.
Just as it is possible to be defeated nobly or basely, so too to conquer lawfully or unlawfully: he is defeated nobly who with the best philosophy and evangelical humility yields to all who wrong him and does not retaliate against those who abuse him; while he is defeated basely and wretchedly who is tyrannized by anger or irrational desire and is ignobly led away and stormed into sin. Likewise, he conquers lawfully and safely who is immovably established unto the end in the good, well-pleasing, and perfect will of God, whereas he conquers unlawfully and perilously who grows mighty in the power of injustice and tyranny, prevailing over and slaying the innocent. Do you therefore, O athlete of Christ the Judge of the contest, the trainer of virtue exhorts, not contend for victory in all things supposed to be good, but solely in those things that are truly fair, namely the divine and spiritual, and in these not always and unseasonably, but when the acceptable time is at hand; for it is better to be mastered and defeated, being humbled after the example of Jesus and His disciples, than to conquer and prevail in self-exaltation and, in likeness to the ungodly, to lord it over the pious and humble. One may see, he says, even those who wrestle in the world not altogether worsted by falling underneath; for sometimes, after seeming to give way beneath their opponents and fall to the ground, they then suddenly leap upon them with a kick and spring up, and prove themselves superior to them; so those who for Christ's sake and the commandment submit to those accustomed to tyrannize, more than conquer in their humility.
153 Καὶ ζημιοῦ τι· τοῦτο κέρδος πολλάκις.
153 Even suffer some loss; this is often gain.
Ὥσπερ οὐκ εἰς πάντα οὐδ' ἀεὶ τὸ νικᾷν ἐπαινετὸν, ἀλλ' οὐδὲ τὸ νικᾶσθαι (νικᾷν γὰρ ἐν τῷ ἀγαθῷ τὸ κακὸν, ἀλλ' οὐ νικᾶσθαι ὑπὸ τοῦ κακοῦ παραγγελλόμεθα)· οὕτως οὐδὲ τὸ κερδαίνειν ἀεὶ ἀγαθὸν, ἢ κακὸν τὸ ζημιοῦσθαι· ἀνάπαλιν δὲ συμβαῖνον θεωρεῖται. Ὥσπερ γὰρ ἡ κακὴ νίκη, ἧττα προφανὴς, ἧττα δὲ καλὴ, νίκη ὑπάρχει ἀληθής· οὕτως κέρδος μὲν ἔστιν ὅτε σωματικὸν ζημία μεγίστη τῷ κερδαίνοντι, ζημία δὲ αὖθις εἰς κέρδος ἀπέβη τῷ ζημιουμένῳ. Καὶ γὰρ
Just as conquering is not praiseworthy in all things nor always, nor yet is being conquered (for we are commanded to conquer evil with good, and not to be conquered by evil), so neither is gaining always good, nor suffering loss evil; rather, the opposite is seen to happen. For just as a bad victory is a manifest defeat, while a noble defeat is a true victory, so bodily gain is sometimes the greatest loss to the gainer, whereas loss in turn has issued in gain for the one who suffered loss. For indeed
PG 38:824Read from the pageὥσπερ τὰ περιττὰ τῆς βλάστης τῶν φυτῶν περιτεμόντες, τὸ ἀπὸ τῆς εὐκαρπίας κέρδος πλέον ποριζόμεθα· οὕτω τὰ σωματικὰ πολλάκις ζημιοῦσθαι προαιρούμενοι, τοῖς πνευματικοῖς ἐνευθηνούμεθα· καὶ ἔμπαλιν, τοῖς ἀπὸ τῆς ὕλης κερδαίνοντες οὐ καλῶς καὶ πληθυνόμενοι, τὰ ἄϋλα ζημιούμεθα καὶ μένοντα· ἐφ' οἷς γὰρ οὐ δικαίως ἢ καὶ δικαίως προέχομεν, εἴπερ οὐ καλῶς ἀλλ' ἀδίκως ἀεὶ προστιθέντες προσαύξομεν τὸν πλοῦτον καὶ μάτην ὑπερπλεονάζομεν, ὕλην μὲν τῷ πυρὶ τῆς θείας ἀποθησαυρίζομεν ὀργῆς, νόσον δὲ τῷ σώματι διὰ τῆς ἀμετρίας ἐνταῦθα προξενοῦμεν.
just as by pruning away the superfluous shoots of plants we procure a greater gain from their fruitfulness, so by choosing often to suffer loss in bodily things we flourish in spiritual things; and conversely, by gaining ill and multiplying in material things, we suffer loss in the immaterial and abiding things; for in those matters in which we excel unjustly or even justly, if we keep adding not well but unjustly to increase our wealth and vainly abound to excess, we store up fuel for the fire of divine wrath, while here through immoderation we bring sickness upon the body.
157 Εἰ μηδὲν ὄφλεις τῷ Θεῷ τιμωρίας,
157 If you owe God no punishment,
158 Μηδ' αὐτὸς ἴσθι τοῖς ὄφλουσι συμπαθής.
158 Do not yourself be compassionate towards those who owe [you].
159 Εἰ δ' οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον·
159 But if you know that you owe, lend gentleness beforehand;
160 Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ σταθμίζεται.
160 For pity is weighed against pity even by God.
Περὶ ἀνεξικακίας καὶ πραότητος εὐαγγελικῶς ἐν τούτοις ἡ θεόβρυτος χάρις καὶ θεηγόρος νουθετεῖ. Εἴπερ οἶδας, φησὶν, ὡς καθαρὸς ὢν καὶ πάντῃ ἀναμάρτητος, οὐδὲν τῷ Θεῷ ὀφείλεις τιμωρίας, εὐλόγως τυχὸν καὶ αὐτὸς ἀσυμπαθῶς κέχρησο τοῖς ὀφειλέταις τοῖς σοῖς· εἰ δὲ ὀφειλέτην σύνοιδας σαυτὸν ἐν ἀπείροις τε λογισμοῖς καὶ λόγοις καὶ πράξεσι, πάντως ὀφείλεις καὶ τὸ ἀνεξίκακον προδανείσειν τῷ Θεῷ, [τῇ] πρὸς τὸν σύνδουλον πραότητι τὸ πολὺ τῆς Δεσποτικῆς ὀργῆς ὑποτεμεῖν, καὶ τῇ συμπαθείᾳ τῇ πρὸς τὸν πλησίον ὑφαιρούμενος τὴν ἀγανάκτησιν, τὴν φιλανθρωπίαν οὕτω διὰ φιλανθρωπίας ἐπισπᾶσθαι· οἴκτῳ γὰρ τὸν οἶκτον καὶ ἐλέῳ τὸν ἔλεον ἑαυτοῖς τὸν θεῖον ἐφελκόμεθα, ἀναλόγως ᾧ δίδομεν ἀντισταθμιζόμενον ἡμῖν, καὶ ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρούμενον ἡμῖν.
In these words the God-flowing and God-speaking grace admonishes in an evangelical manner concerning forbearance and gentleness. If indeed you know, it says, that being pure and altogether sinless you owe God no punishment, then perhaps with reason treat your own debtors also without compassion; but if you are conscious of yourself as a debtor in countless thoughts, words, and deeds, you assuredly ought both to lend forbearance beforehand to God, to cut short the greatness of the Master's wrath by gentleness towards your fellow-slave, and by compassion towards your neighbour taking away indignation, thus to draw down loving-kindness through loving-kindness; for by pity we draw to ourselves divine pity, and by mercy divine mercy, weighed back to us in proportion to what we give, and measured back to us with the measure with which we measure.
161 Ὅταν ποθ' ὕβρις ἐκκάῃ τὴν σὴν φρένα,
161 Whenever insolence inflames your mind,
162 Μνήσθητι Χριστοῦ τῶν τ' ἐκείνου τραυμάτων.
162 Remember Christ and His wounds.
Ἡνίκ' ἄν του ἐκ γειτόνων ἡ ὕβρις ἀναζέσασα, καὶ εἰς ὕψος ἀρθεῖσα μέγα, καὶ σφόδρα μετεωρισθεῖσα, πολλὴν, ὡς εἰκὸς, τὴν τῆς κακίας ἀναῤῥιπίσῃ φλόγα καὶ τὴν σὴν ἀνακαύσῃ διάνοιαν πρὸς ἄμυναν, ὑπομνήσθητι παραυτὰ τοῦ Χριστοῦ, φαντασιώθητι δι' ἐνεργοῦς μνημοσύνης εὐθὺς τῶν ὕβρεων ἐκείνου καὶ ἐμπαιγμῶν καὶ μαστίγων καὶ τραυμάτων, ὧν ἐν σταυρῷ ὑπέσχε διὰ σὲ, καὶ ἀναλόγισαι τῷ νοΐ σου νοερῶς, πόσῳ μέτρῳ τὰ σὰ πάθη τῶν Δεσποτικῶν ἀπολιμπάνεται· ἐννοήθητι μὴ τῶν παθημάτων μόνον τὴν διαφορὰν, ὡς τὸ πολλοστὸν μέρος τῶν ἐκείνου παρατιθέμενα δείκνυται τὰ σὰ, ἀλλὰ καὶ τὸ πρόσωπον μνήσθητι τοῦ πάσχοντος, ὅτι ὁ μὲν Θεὸς καὶ Δεσπότης, καὶ οὐδ' ὅσον ὀλίγον οὐδ' ἐπ' ἐννοίαις ἢ γλώσσῃ πώποτε ἁμαρτὼν, σὺ δὲ καὶ ἄνθρωπος καὶ δοῦλος καὶ ἔνοχος μυρίοις καθ' ἑκάστην ὑποπίπτων πλημμελήμασι, καὶ οὕτω δὴ ταῖς τοιαύταις τῶν λογισμῶν ἐννοίαις ὡς ὕδασιν ἑαυτοῦ κατεπᾴδων καὶ ἄρδων τὴν ψυχὴν, τὸ φλεγμαῖνον τῆς λύπης κατασβέσαιο καὶ τῆς ὀργῆς.
Whenever the insolence of some neighbour boils up, rises to a great height, and swells violently, fanning up as is likely a great flame of malice and kindling your mind to vengeance, immediately call Christ to mind; picture at once through vivid remembrance His insults, mockings, scourgings, and wounds, which He endured on the cross for your sake, and reckon intellectually in your mind by how great a measure your own sufferings fall short of the Master's. Consider not only the difference in the sufferings—how yours, when set beside His, prove to be the tiniest fraction—but also remember the person of the Sufferer: that He is God and Master, and never sinned even in the slightest degree in thought or tongue, whereas you are both a man and a slave, and guilty, falling every day into ten thousand offences; and thus, charming and watering your soul as with waters by such reflections of thought, may you quench the inflammation of grief and of anger.
165 Ἔρως, μέθη, ζῆλός τε καὶ δαίμων ἴσα.
165 Lust, drunkenness, jealousy, and a demon are equal.
Τέσσαρα ταῦτα, κεφαλαιωδῶς φάναι, παραφροσύνης καὶ τῆς ἐπὶ τὸ χεῖρον ἐκστάσεως τοῦ νοῦ γνωριστέον καὶ παρατροπῆς ποιητικὰ, ἔρως σωμάτων ἀκόλαστος καὶ ἀκρατὴς καὶ μανιώδης, μέθη καὶ οἰ-
These four things, to speak summarily, must be recognized as producing madness, derangement of the mind for the worse, and perversion: licentious, unrestrained, and frenzied lust for bodies; drunkenness and