PG 38:825Read from the pageνοφλυγία, πρὸς δὲ καὶ ζῆλος φονώδης, ὅς ἐστιν ὀργῆς ἔξαψις καὶ λύσσα· ὡς πόῤῥω μὲν τοῦ ἀγαθοῦ ἀποδιοικιζόμενα, δαίμονα δὲ τούτων ἕκαστον ἀνάπτην καὶ ἐπισπουδαστὴν κεκληρωμένον, οἷς ἂν ἐπισφραγίσειεν ἀφανῶς ἐπιτιθέμενον, τὴν φρόνησιν τούτοις ἐπικλύζει, καὶ τὸν ὀρθὸν λόγον παραιρεῖται. Τίς οὖν ἡ τούτων ἴασις καὶ θεραπεία; Τῆξις σώματος δι' ἄκρας νηστείας τε καὶ ἀγρυπνίας, προσευχὴ διηνεκὴς καὶ ἀνατεταμένη πρὸς τὸν Κύριον, δάκρυον ἐξ ἱερᾶς καὶ εἰλικρινοῦς κατανύξεως καὶ μετανοίας ἀποστάζον τῶν ὀφθαλμῶν· ταῦτά ἐστι τῶν ἐμῶν νόσων φάρμακα σωτήρια καὶ τῶν τῆς καρδίας ἀῤῥωστιῶν ἀλεξητήρια.
wine-bibbing; and moreover murderous jealousy, which is an inflammation and frenzy of anger; inasmuch as they banish [men] far from the good, and each of them has allotted to it a demon as kindler and instigator, who, secretly attacking those upon whom it sets its seal, floods their prudence and strips away right reason. What then is the healing and remedy for these? Wearing down the body through strict fasting and vigil, continual and intense prayer to the Lord, and tears dripping from the eyes out of sacred and sincere compunction and repentance; these are the saving medicines of my diseases and the remedies for the infirmities of the heart.
169 Ὅρκον δὲ φεῦγε πάντα.
169 Flee every oath.
Καθόλου τὸν ὅρκον ἀπώμοτον καὶ ἀποτρόπαιον τά τε ἱερὰ Εὐαγγέλια καὶ ὁ εὐαγγελικώτατος οὗτος θεολόγος ἀποφαίνεται, πάντα φεύγειν ὅρκον παρεγγυῶν, ὡς ἐπιορκίας ὑπάρχοντα πατέρα· τίς γὰρ ὅρκου καθάπαξ ἀπεχόμενος ἐπιώρκησε πώποτε; Ὁ δὲ ὀμνύων ἢ ἐξ ἀγνοίας, ἢ ἔκ τινος ἀκουσίου βίας, ἢ καταφρονήσεως καὶ Θεοῦ ἀφοβίας παρακινούμενος, εἰς ἐπιορκίαν ἐπίπαν ὑποφέρεται, καὶ οὕτως ὁ ὅρκος ἐπιορκίας γίνεται πατήρ. Ὁ μὲν οὖν παλαιὸς νόμος ἀτελεστέροις προσδιαλεγόμενος ἐν θεοῖς καὶ δαίμοσιν, οἷς ἐλάτρευον, ὀμνύειν εἰθισμένοις, ὥσπερ τὰς ζωοθυσίας εἰς ἑαυτὸν μεθιστᾷ τὰς εἰδωλολατρείας ἐπικόπτων, οὕτω καὶ τοὺς ὅρκους, ἐπειδὴ καθάπαξ ἀνελεῖν οὐκ εἶχε καιρὸν, μετάγων εἰς τὸν Θεὸν, εἰς εὐορκίαν τὸν ὅρκον περιίστησιν· εὐκαίρως δὲ ἡ χάρις Ἰησοῦ Χριστοῦ, ὡς ὁ ἥλιος ἐξανατέλλουσα, καὶ τῷ ὑπερβάλλοντι τῆς ἀληθείας φέγγει τὸν λύχνον τοῦ νόμου καταργοῦσα ἔν τε τοῖς θεαρχικοῖς Εὐαγγελίοις, ἔν τε τοῖς εὐαγγελικοῖς ἱεροφάνταις, ὥσπερ καθόλου ζωοθυσίαν πᾶσαν, οὕτω καὶ πάντα ὅρκον φεύγειν καθάπαξ παραγγέλλει. Πῶς οὖν, φησὶ, πείσομεν τοὺς περὶ ὧν λαλοῦμεν ἀμφιβάλλοντας; Λόγῳ μὲν δῆλον ὅτι διαβεβαιούμενοι, καὶ τῷ τρόπῳ δὲ τῆς κατ' ἀρετὴν βιώσεως καὶ ἀληθευτικῆς ἕξεως πιστουμένῳ τοῦ λόγου τὴν ἀκρίβειαν, ἑτοίμως ἐνάξομεν εἰς συγκατάθεσιν. Τίς γὰρ λόγον παρ' ἀνδρὸς ἀκούων, ἀλήθειαν ἀεὶ ποιοῦντος καὶ λαλοῦντος, ἀντιλέγειν ἢ ἀπιστεῖν ἔχοι; Καὶ γὰρ ᾧ φιλοψευδὴς ὁ τρόπος καὶ φιλαμαρτήμων ὅλος ὁ βίος χρηματίζει, τούτῳ οὐδ' ὀμνύοντι ῥᾷον ἄν τις ἐμπιστεύσαι· οὗτος καὶ ἀρνητής ἐστι καὶ ἐμπαίκτης Θεοῦ καὶ καταφρονητὴς, καὶ τῆς ἀρνήσεως ἔλεγχος ἡ ψευδορκία. Εἰς τί γάρ σοι ὀμνύναι τὸν Θεὸν καὶ τὸ φοβερὸν ὄνομα καὶ οὐρανίοις ἅπασι νόοις φρικωδέστατόν τε καὶ σεβασμιώτατον ἐπὶ ματαίοις παρειλῆφθαι; Εἰ δὴ καὶ περὶ τῶν εἰς σωτηρίαν ἀναγκαίων σοι ὁ λόγος εἴη, ὁ τρόπος ἐν μέσῳ παραλαμβανόμενος ἀποχρήσει τῷ ἀσεβεῖ πρὸς πίστιν. Οἶδα καὶ πέπεισμαι ἐν Χριστῷ Ἰησοῦ· καὶ πάλιν, Ἀλήθειαν λέγω ἐν Χριστῷ Ἰησοῦ, οὐ ψεύδομαι, ὁ τῆς ἀληθείας Ἀπόστολός φησιν· καὶ τούτῳ τῷ τρόπῳ τὸν λόγον αὐτοῦ πιστοποιούμενος, πάντα δημώδη ὅρκον ἀποτρέπεται.
Both the sacred Gospels and this most evangelical theologian declare an oath to be altogether abjured and abominable, charging us to flee every oath as being the father of perjury; for who that abstains altogether from oaths has ever committed perjury? Whereas he who swears, whether out of ignorance or moved by some involuntary compulsion or by contempt and lack of fear of God, is generally carried away into perjury, and thus the oath becomes the father of perjury. Now the old law, conversing with more imperfect men who were accustomed to swear by the gods and demons they worshipped, just as it transferred animal sacrifices to Himself while cutting off idolatries, so also with oaths, since it was not yet the season to abolish them altogether, by transferring them to God it brought the oath round to faithful swearing; but in due season the grace of Jesus Christ, rising like the sun and abolishing the lamp of the law by the surpassing radiance of truth, both in the divine Gospels and in the evangelical hierophants, just as it commands us to flee every animal sacrifice altogether, so too it commands us to flee every oath altogether. How then, he says, shall we persuade those who doubt what we say? Clearly by making firm affirmation in word, and by a manner of virtuous living and a truthful habit confirming the accuracy of our word, we shall readily lead them to assent. For who, hearing a word from a man who always practises and speaks truth, could contradict or disbelieve him? For indeed, one whose character is fond of falsehood and whose whole life is styled fond of sin, no one would easily trust even when he swears; such a man is a denier, mocker, and despiser of God, and false swearing is the proof of his denial. For why should you swear by God and take in vain that awesome name, most dreadful and most venerable to all heavenly minds? And if indeed your discourse is about things necessary for salvation, your manner of life brought forward into the midst will suffice to convince even the ungodly. I know and am persuaded in Christ Jesus; and again, I speak the truth in Christ Jesus, I do not lie, says the Apostle of truth; and certifying his word in this way, he turns away from every common oath.
173 Τί χρηστότητος δόγμα συντομώτατον ;
173 What is the briefest precept of goodness?
Οἱ μὲν περὶ φιλανθρωπίας καὶ ἀγάπης λόγοι τοῖς
The discourses concerning loving-kindness and love to those
PG 38:828Read from the pageἱεροῖς θεολόγοις κατὰ μέρος ὑπαγορευόμενοι, πολλοί τε καθεστήκασι καὶ ὑπὲρ ἀριθμόν· ὁλοσχερῶς δὲ φάναι ἤτοι κεφαλαιωδῶς περὶ χρηστότητος διαλαβεῖν, τοῦτό ἐστι δόγμα συντομώτατον. Τοιοῦτος, ἔφη, γίνου τοῖς φίλοις σου καὶ γείτοσιν, οἵους αὐτοὺς θέλεις γίνεσθαι πρὸς σέ· ἴσον δὲ τοῦτο τῷ εὐαγγελικῷ παραγγέλματι καθέστηκε, Πάντα, ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, κελεύοντι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Ἀκόλουθον δὲ καὶ τοῦτο προσθεῖναι τῇ Δεσποτικῇ παραγγελίᾳ, ὅτι Πάντα, ὅσα οὐ θέλετε παρὰ τῶν πέλας γίνεσθαι ὑμῖν, μηδὲ ὑμεῖς ποιεῖτε αὐτοῖς. Ἔτι δὲ τούτου χρηστότητος δόγμα συντομώτερον αὐτὰ τοῦ Χριστοῦ τὰ πάθη, ἃ ὑπὲρ ἡμῶν ἔτι ὄντων ἀσεβῶν ἀνέτλη, καὶ ὅσα ὀνείδη καὶ τραύματα πρὸς τῷ σταυρῷ γενόμενος ὑπέσχεν, ὁ ἐπὶ μνήμης ἔχων ἀεὶ καὶ πρὸ τῶν ὀφθαλμῶν λαμβάνων πραϋνόμενος καὶ ἀνεξικακῶν τῷ πλησίον πρὸς φιλανθρωπίαν ὁμοῦ καὶ φιλαδελφίαν συνωθεῖται.
dictated in detail by the sacred theologians, are many and beyond number; to speak in general, or in summary, concerning goodness, this is the most concise precept. Be such, he says, to your friends and neighbours as you wish them to be towards you; and this is equivalent to the Gospel precept which commands, Whatsoever you would that men should do to you, do you also likewise to them. And it is consistent to add this also to the Lord's precept, namely, Whatsoever you would not have done to you by your neighbours, neither do you to them. And a precept of goodness even more concise than this is the very sufferings of Christ, which He endured for us while we were yet ungodly, and all the reproaches and wounds He bore when He was on the cross; he who keeps this always in memory and sets it before his eyes, becoming gentle and forbearing towards his neighbour, is urged at once towards love of mankind and brotherly love.
177 Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον.
177 Consider nothing equal in worth to a faithful friend.
Ἔστι φίλος τραπέζης ὤνιος καὶ ἡδονῆς, καὶ οὗτος ἄπιστος· ἐπιλειπούσης γὰρ τῆς τῶν συμποσίων χάριτος καὶ τέρψεως ἡδυπαθοῦς, καὶ αὐτὸς ἀπέστη. Ἔστι φίλος τῆς χρείας αὐτὴν ἐφελκομένης καὶ παρεδρεύειν προτρεπούσης, ἄπιστος δὲ καὶ αὐτός· ἅμα γὰρ ἡ χρεία παρῆλθε καὶ αὐτῆς αὐτῇ παραυτίκα συναπῴχετο. Ἔστι πρὸς τοῖς εἰρημένοις φίλος δι' ἀρετὴν καὶ Θεοῦ λόγον εὑρισκόμενος. Οὗτος πιστὸς, ὃν οὐ τράπεζα ἢ συμποσίων χάρις ἀναδείκνυσιν (τοῦτο γὰρ ὁ κρατὴρ), ὃς οὐ χρείας εἵνεκα παρεδρεύων καὶ παρασιτῶν, ὅσα πρὸς χάριν καὶ ἀκοῆς τέρψιν ματαίαν τοῖς αὐτὸν φιλοῦσιν ἀποφθέγγεται, ἀλλ' ὅσα λυσιτελῆ, ὅσα σύμφορα καὶ κατὰ Θεὸν ὠφελοῦντα συμβουλεύει· οὗτος φίλος πιστὸς, ὃν ζάλη καὶ πειρασμὸς ἢ ὑπὲρ εὐσεβείας ἀναδεικνύει διωγμός· τοῦ τοιούτου μηδὲν εἶναι ἀντάλλαγμα τῶν ἀπὸ γῆς, μηδὲν τῶν τιμίων τιμιώτερον, μηδὲ τῶν ἐρασμίων ἐρασμιώτερον ὁ ἱερὸς λόγος ἀξίως μαρτυρεῖ. Ἔχθρας μὲν οὖν πολλάκις ἐκ συμπτωμάτων ποικίλων παρεμπιπτούσης τῇ φιλίᾳ, ἄξιον ὅρους εἰδέναι, καὶ μέτρῳ καὶ καιρῷ τῷ ἀξίῳ τὰς διαστάσεις κρίνειν· φιλίας δὲ ἀληθινῆς ὅρους ἥκιστα γινώσκειν χρή· ἡ αὐτὴ γάρ ἐστι τῇ ἐν Χριστῷ ἀγάπῃ, ἥτις οὐδέποτε ἐκπίπτει.
There is a friend bought by the table and by pleasure, and he is faithless; for when the charm of banquets and voluptuous delight fails, he too departs. There is a friend whom need draws and urges to sit beside one, and he too is faithless; for as soon as need passes, he immediately departs along with it. Besides those mentioned, there is a friend found for the sake of virtue and the word of God. He is faithful whom neither the table nor the charm of banquets reveals (for this is what the mixing-bowl means), who does not sit beside one and play the parasite for the sake of need, uttering to those who love him whatever is for favour and vain delight of the ear, but counsels whatever is profitable, whatever is expedient and beneficial according to God; he is a faithful friend whom storm and trial or persecution for piety's sake reveals; the sacred word worthily testifies that nothing on earth is an equivalent for such a one, nothing among precious things more precious, nor among lovely things more lovely. Therefore, when enmity often slips into friendship from various accidents, it is right to know its bounds, and to judge divisions by the due measure and season; but of true friendship one ought least of all to know any bounds, for it is identical with love in Christ, which never fails.
181 Τἄλλα βλέπων ὀφθαλμὸς αὑτὸν οὐ βλέπει.
181 Seeing all other things, the eye does not see itself.
Ὁ μὲν ὀφθαλμὸς τοῦ σώματος ἑαυτὸν μὲν κατὰ φύσιν ἀδυνάτως ἔχει καθορᾷν, τὰ ἔξω δὲ καὶ περὶ αὐτὸν, ὅσα κατευθὺ πρόκειται, τῇ ὁρατικῇ περιλαμβάνει δυνάμει δηλαδή· ἐὰν δέ τις αὐτῷ λήμη ἢ θόλωσις ἐπιχυθῇ, καὶ πάθῃ, οὐδὲ τἄλλα δυνατῶς ἔχει καταθρεῖν ὡς χρή. Τὸν ὅμοιον τρόπον καὶ ἀνθρώπου νοῦς ἀτελῶς καὶ φαύλως τὰ πρὸς τὴν τῆς ἀληθείας διακειμένου θεωρίαν, τὰ τῶν πλησίον μὲν ἐλαττώματα ἢ ἁμαρτήματα καταμανθάνει ἢ περιεργάζεται, καὶ οὐδὲ ταῦτα πολλάκις ἀκριβῶς ὑπὸ τῶν ἐμφύτων ζοφούμενος παθῶν· τὰ ἑαυτοῦ δὲ τοσοῦτον ἀγνοεῖ, ὅσῳ καὶ μᾶλλον τοῖς οἰκείοις πάθεσι παχυνόμενος ἀμβλυωπεῖ· δι' ὃ δὴ καὶ συμβούλου πρὸς ἅπαντα χρεὼν εἶναι τῷ τοιούτῳ, τὸ συνοῖσον ὑποτιθεμένου, καὶ εἰς ὑπόμνησιν τῶν πρακτέων ἐπανάγοντος. Καὶ
The eye of the body is indeed by nature unable to behold itself, yet it grasps by its visual faculty, clearly, the things outside and around itself, whatever lies straight before it; but if some rheum or clouding is poured over it and it suffers, it is not even able to look upon other things as it ought. In like manner also the mind of a man who is imperfectly and poorly disposed towards the contemplation of truth observes or pries into the shortcomings or sins of his neighbours, and often not even these accurately, being darkened by innate passions; but it is ignorant of its own in proportion as it grows dull-sighted through being thickened by its own passions; wherefore indeed such a one has need of a counsellor in all things, who suggests what is expedient and brings him back to the remembrance of what ought to be done. And
Notes, col. 828
On the reading
Printed αὐτὴν, for αὐτὸν.
Printed αὐτῆς, for αὐτὸς.
PG 38:829Read from the pageγὰρ καὶ ἡ περὶ τὸ σῶμα δημιουργὸς σοφία καὶ προμήθεια τῇ χειρὶ χεῖρα, καὶ τῷ ποδὶ πόδα, καὶ ὀφθαλμὸν τῷ ὀφθαλμῷ, καὶ τἄλλα ὁμοίως, δύο δύο, ἓν κατέναντι τοῦ ἑνὸς, κατὰ τὸ λόγιον, εἰς βοήθειαν δέδωκε καὶ συνεργίαν.
for the creative wisdom and providence regarding the body has also given hand to hand, and foot to foot, and eye to eye, and the rest likewise, two by two, one over against the other, according to the saying, for help and co-operation.
185 Εἰ τοῖς καλοῖς ἕποιο νουθετούμενος,
185 If you follow good men when admonished,
186 Οὐκ ἐντραπήσῃ τοῖς κακοῖς γελώμενος.
186 You will not be put to shame when mocked by the wicked.
Πάνυ καλὴν καὶ ὠφελιμωτάτην καὶ ταύτην ὁ θεόσοφος εἰσηγεῖται συμβουλίαν, Εἴπερ, λέγων, ὦ βέλτιστε, τοῖς καλοῖς τε κἀγαθοῖς διδασκάλοις νουθετοῦσι τὸ οὖς ὑποσχὼν ἀκολουθήσειας, οὐκ ἂν τοῦ προσήκοντος ἀποσφαλείης, καὶ τοῦ ὀρθοῦ παραῤῥυεὶς λόγου, ὑπὸ τῶν κακῶν μετὰ ταῦτα γελώμενος διατραπείης. Τί οὖν, φαίης ἂν ἴσως, ὦ διδάσκαλε, διαπραξαίμην, ὡς ἂν μὴ ἐπέλθῃ ἐπ' ἐμὲ μηδὲν ὧν εἴρηκας; Ὅταν ποτ' αἰσχρὸν ἐννοῇς, καί τι τῶν ἀπειρημένων τῷ νόμῳ τοῦ πνεύματος διαπράξασθαι λογίζῃ, μὴ εἴπῃς· Νὺξ ἐστι, καὶ τίς με ὁρᾷ; ἐπ' ἐρημίας καὶ καταμόνας ἐγὼ, καὶ ὁ ἐλέγχων οὐ πάρεστι· μὴ οὕτω διανοηθεὶς, τῆς ἀτόπου πράξεως ἐπιτολμήσῃς· πολλοὺς δὲ σοὶ παρεστῶτας. Καὶ γὰρ παρεστᾶσιν ἄγγελοί τε πάντες καὶ αὐτὸς ὁ Δεσπότης τῶν ἀγγέλων· καὶ οὕτως ὑπολογισάμενος τῷ νῷ μετὰ πίστεως, καὶ σεαυτὸν ἐντραπεὶς, τοῦ ἐγχειρήματος ἀνακοπήσῃ, καὶ μετὰ ταῦτα ὡς εὐεργετηθεὶς εὐχαριστήσεις.
Very noble and most beneficial is this counsel too which the divinely wise man introduces, saying: O best of men, if you lend an ear and follow good and upright teachers when they admonish you, you will not stray from what is fitting, nor slip away from right reason and afterwards be put to shame when mocked by the wicked. What then, you might perhaps say, O teacher, should I do so that none of the things you have spoken of may come upon me? Whenever you contemplate something shameful, and consider doing anything forbidden by the law of the spirit, do not say: It is night, and who sees me? I am in solitude and all alone, and the reprover is not present; do not think thus and dare the unseemly deed, [knowing] that many stand beside you. For all the angels stand beside you, and the Master of the angels Himself; and having reckoned thus in your mind with faith, and having felt shame before yourself, you will be checked from the attempt, and afterwards, as one who has been benefited, you will give thanks.
189 Ἀεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν.
189 Always prefer the good to those who are not good.
Ἀεὶ ὁ βίος καλοὺς ἔχει καὶ κακοὺς, ἀεὶ σπουδαίους καὶ καταφρονητὰς, πιστοὺς Θεῷ καὶ ἀπίστους, δικαίους καὶ ἀδίκους, ἀληθινούς τε καὶ ψευδεῖς. Σὺ οὖν κατὰ τὴν γενεάν σου τοὺς ἐκλεκτοὺς προτίμα τῶν στρεβλῶν, τοὺς εὐσεβεῖς τῶν ἀσεβῶν καὶ τοὺς ἀληθινοὺς τῶν ὑποκριτῶν· κακοῖς δὲ ὁμιλῶν καὶ συμποσιαζόμενος καὶ συναναστρεφόμενος, ὡς ὁ ἁπτόμενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ, κατὰ τὴν Γραφὴν, οὕτω καὶ σὺ τοῖς κακοῖς κολλώμενος, κακὸς ἔσῃ. Ἀλλ' ἐρεῖς τυχόν· Εὐεργέτης οὗτός ἐστιν ἐμὸς, καὶ εὖ μοι πεποίηκε πολλάκις, καὶ πῶς τούτου τὴν κοινωνίαν ἀποσείσομαι; Ἄκουε δὲ θείου λόγου βροντῆς.
Life always has good men and bad, always earnest men and despisers, faithful to God and unfaithful, righteous and unrighteous, truthful and false. Therefore, in your generation, prefer the chosen to the crooked, the pious to the impious, and the truthful to the hypocrites; for if you associate, feast, and keep company with the wicked, just as he who touches pitch will be defiled, and he who has fellowship with a proud man will become like him, according to the Scripture, so too you, clinging to the wicked, will become wicked. But perhaps you will say: This man is my benefactor, and has often done me good; how then shall I shake off fellowship with him? Hear the thunder of the divine word.
Κακοῦ παρ' ἀνδρὸς μήποτε χρηστὸν πάθῃς.
Never receive a kindness from an evil man.
Παρ' ἀνδρὸς εἰς Θεὸν ἐμπαροινοῦντος μηδὲν ἀγαθὸν ἐπιθυμήσῃς παθεῖν, παρ' ἀνθρώπου ψευδομένου Θεὸν, καὶ ὑποκρίσει μόνῃ, καὶ οὐκ ἀληθείᾳ σεβομένου, μὴ ἐπιποθήσῃς δωρεᾶς· τοῦ γλώσσῃ μόνῃ καὶ χείλεσιν εὐλογοῦντος τὸν Θεὸν μὴ ζητήσῃς εὐλογίας. Καὶ γὰρ οὐ λυσιτελήσουσί σοι· ὅτι ζητεῖ συγγνώμην αὐτῷ δίδοσθαι ἐφ' οἷς παρανομεῖ· ἐπαινεῖσθαι ζητεῖ ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, ἑαυτόν τε προηγουμένως καὶ πλείους ἄλλους ἀδικῶν, ἐνευλογεῖσθαι καὶ συνηγορεῖσθαι τοῖς τῆς ἀδικίας αὐτοῦ ἔργοις τοὺς αὐτῷ προσιόντας καὶ ὑπ' αὐτοῦ δῆθεν εὐεργετουμένους καὶ ξενιζομένους τὰ ῥέοντα καὶ ἀπολλύμενα, ὡς ἀπαραίτητον πράττεται καὶ ἀναγκαίαν ὀφειλήν· συγγνώμην αἰτεῖ πολλῶν καὶ βαρυταλάντων χρεῶν· εὐτελεστάτων δόσεων καὶ ἐλαχίστων καὶ μικρῶν τὴν ἄπειρον τοῦ Θεοῦ χρηστότητα καὶ τὴν ἀκατάληπτον δικαιοσύνην ἐκπειράζων, καὶ τοῖς ματαίοις ὁ μάταιος
From a man who acts insolently towards God desire to receive nothing good; from a human being who lies to God and worships Him in hypocrisy alone and not in truth, do not long for a gift; from him who blesses God with tongue and lips alone, do not seek blessings. For they will not profit you; because he seeks to be granted pardon for his transgressions; he seeks to be praised in the desires of his soul, wronging primarily himself and many others, and he exacts as an inexorable and necessary debt from those who approach him and are supposedly benefited and entertained by him with fleeting and perishing things that they bless and advocate for his works of injustice; he asks pardon for many heavy-talented debts, testing the boundless goodness of God and His incomprehensible justice with most worthless, smallest, and petty gifts, and with vain things the vain man
PG 38:831Read from the pageτὴν τῶν οὐρανῶν βασιλείαν ἐξαγοράζεσθαι οἰόμενος, καὶ μηδὲν ὧν ἐκεῖνος ζητεῖ παρεχόμενος, καὶ τὰ οὐδενὸς ἄξια παρ' αὐτῷ πλειστηριάζεται, καὶ τούτοις τὸν διδόντα τὰ πάντα καταπραγματευόμενος Θεὸν οὐκ ἀρκεῖται, ἀλλὰ καὶ ἄλλους κοινωνοὺς τῆς αὐτοῦ ἁμαρτίας συνεφέλκεται.
supposing that he is buying up the kingdom of heaven, yet offering none of the things which He requires; he even auctions off at his own price things worth nothing, and not content with driving a bargain with God Who gives all things by these means, he also draws others along as sharers in his own sin.
193 Ἐγώ τι κέρδος ἐκλέγω καὶ δυσμενοῦς.
193 Even from a foe I gather some profit.
Ἔστι καὶ παρ' ἐχθρῶν χάρις, ἡ παροιμία φησίν· ὅμοιον ταύτῃ καὶ ἡ θεολογία λέγει, Ἐγὼ καὶ ἐκ τοῦ δυσμενοῦς ὠφέλειαν καρποῦμαι καὶ τὸ κέρδος κοινοποιοῦμαι πρὸς ὑμᾶς. Ὁποῖον δὲ τουτὶ τὸ κέρδος; Τὰς γὰρ παρὰ τῶν ἐχθραινόντων μοι λαβὰς καὶ μέμψεις ὑποπτεύων, καὶ τὰς αὐτῶν ἐπιλήψεις ἀποφεύγων, αὐτός τε ἀκριβέστερον τὸν ἐμαυτοῦ διευθετῶ βίον καὶ ὑμῖν αὐτὸ τοῦτο παραινῶ, ἀσφαλεστέρως βιοῦν καὶ μὴ καταφρονεῖν μηδὲ τῆς ἐλαχίστης διαμαρτίας τοῦ καλοῦ, εἰ καὶ μὴ διὰ τὴν ἐντολὴν τοσοῦτον, ἀλλὰ γε διὰ τὴν τῶν βασκάνων λοιδορίαν πάσῃ τηρητέον ἑαυτοὺς φυλακῇ. Φάρμακόν ἐστιν ὁ πρὸς τῶν ἐχθρῶν ὀνειδισμός, φάρμακον τῶν τῆς καρδίας παθῶν καθαρτήριον, πικρὸν δὲ ὅμως, ὥσπερ καὶ τὰ τῶν σωμάτων ῥυπτικά · δι' ὃ καὶ δεδιὼς τοῦτο συστέλλομαι τὰ πολλὰ παρανομεῖν, καὶ αὖ πάλιν τὴν ἡδονὴν ὡς αἰτίαν μοι καὶ πρόξενον τῆς τῶν ὀνειδισμῶν πικρίας γινομένην ἐπιμέμφομαι καὶ ἀποσείομαι.
Even among enemies there is grace, says the proverb; and theology says something like this: I reap benefit even from an ill-wisher and share the profit with you. What sort of profit is this? By watching for the handles and reproaches from those who bear me malice, and by shunning their censures, I both order my own life more strictly and exhort you to this very thing, to live more securely and not to despise even the slightest falling short of the good, if not so much on account of the commandment, yet on account of the reviling of malicious men we must guard ourselves with all vigilance. The reproach of enemies is a medicine, a cleansing medicine for the passions of the heart, bitter indeed nevertheless, just like the detergents for bodies; wherefore, fearing this, I shrink from transgressing in many things, and again I blame and shake off pleasure as becoming for me the cause and occasion of the bitterness of reproaches.
197 Καλοὺς ἀμείβου, τοὺς κακοὺς περιφρόνει.
197 Requite the good, despise the wicked.
Ὅμοιον οἶμαι τοῦτο τὸ τετράστιχον τῷ ἀποστολικῷ ἐκείνῳ παραγγέλματι, Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Πρὸς μὲν οὖν τοὺς καλοὺς καὶ ἐπιεικεῖς καὶ εὔνους ἡμῖν προσηκόντως ποιεῖσθαι δίκαιον τὰς ἀμοιβάς, εἴτε διὰ λόγων, εἴτε διὰ δώρων, εἴτουν ἄλλως δι' ἀγαθῆς συνειδήσεως τὴν ἀξίαν ἀποτιννύναι χάριν χρεών · τοὺς κακοὺς δὲ καὶ πονηρευομένους καὶ βασκαίνοντας ἡμῖν περιφρονεῖν καὶ ἐξουδενοῦν, ὅ ἐστιν ὑπερορᾷν, χρή· ἀλλὰ καὶ τούτοις χάριν εἰδέναι τῷ μηδὲν παθεῖν παρ' αὐτῶν κακὸν, εἰ καὶ ἔδοξαν λυπεῖν · δι' ὃ καὶ εἰρηνικῶς καὶ ἀμάχως δέον διακεῖσθαι πρὸς αὐτοὺς, ὡς ἂν τῷ πολλῷ χρόνῳ καὶ τῇ μακροθυμίᾳ πείσῃς καὶ αὐτοὺς γενέσθαι χρηστοὺς, τῆς σῆς ἡττημένους καλοκαγαθίας. Μηδενὶ γὰρ κακὸν ἀντὶ κακοῦ ἀποδιδούς, χρηστότητα δὲ καὶ ἐπιείκειαν ὡς καλλίστην αὐτοῖς ἐπιβραβεύων δωρεὰν, οὕτω κατὰ μικρὸν ἀγαθυνεῖς, καὶ τοὺς κακοὺς καὶ πονηροὺς καλοὺς σεαυτῷ καὶ χρηστοὺς ἀποτελέσεις.
This tetrastich, I think, is like that apostolic precept, If it be possible, as much as lieth in you, living at peace with all men. Towards the good, then, and reasonable, and well-disposed to us it is just to make fitting returns, whether by words, or by gifts, or otherwise to repay due gratitude with a good conscience; whereas the wicked and evil-doing and those who envy us we must despise and set at naught, that is, overlook; yet even to these we must be grateful for having suffered no harm from them, even if they seemed to grieve us; wherefore we ought also to be disposed peaceably and without strife towards them, so that by long time and forbearance you may persuade them too to become good, overcome by your nobility of character. For by rendering to no man evil for evil, and bestowing goodness and gentleness upon them as a most noble gift, thus little by little you will make them good, and render the wicked and evil-minded good and worthy for yourself.
201 Πᾶσι μὲν ἴσθι χρηστὸς, εἰ τοῦτο σθένος.
201 To all be worthy, if this is in your power.
Εἰ μὲν τοσαύτη σοι χάρις ἄνωθεν ἐπεβραβεύθη καὶ ἰσχὺς, ὥστε Θεὸν μιμεῖσθαι τὸν τοῖς σύμπασιν ἀνυμνούμενον χρηστὸν, καὶ αὐτὸς γίνου πρὸς πάντας ἀγαθὸς καὶ χρηστός · τί γὰρ τῆς ὄντως θεομιμησίας ἀγαθώτερον ἂν εἴη; Ἀλλ' ἄνθρωπον ὄντα πῶς οἷόν τε τῇ αὐταγαθότητι ἐξομοιοῦσθαι, καὶ πρὸς πᾶσαν ἐπ' ἴσης σάρκα τὸν ἔλεον ἐπιχορηγεῖν καὶ τὴν χρηστότητα; Τὸ μὲν οὖν ἁπλῶς ἐλεεῖν, καὶ φιλεῖν, καὶ πάντων ἀνθρώπων ἀγαπᾷν τὴν σωτηρίαν διὰ τῆς Χριστοῦ πρὸς ἡμᾶς δυνάμεθα φιλανθρωπίας · τῷ εὐεργετεῖν μὲν πάντας ἀνθρώπους ἀνθρώπῳ παντάπασιν ἀμήχανον, δι' ὃ λέγει πᾶσι μὲν γίνεσθαι χρηστοὺς τῇ διαθέσει φιλανθρωπευομένους τῆς ψυχῆς,
If indeed so great grace and strength has been bestowed upon you from above as to imitate God, Who is hymned by all as worthy, do you too become good and worthy towards all; for what could be better than true imitation of God? Yet being human, how is it possible to be likened to Goodness itself, and to supply mercy and goodness equally to all flesh? Simply to have pity, then, and to love, and to desire the salvation of all men we are able through the loving-kindness of Christ towards us; whereas to benefit all men is altogether impossible for a human being, wherefore he says to become worthy to all by the philanthropic disposition of the soul,
PG 38:833Read from the pageμάλιστα δὲ τοῖς ἐγγίζουσιν ἡμῖν, ὡς καὶ προθέσει καρδίας καὶ λόγοις καὶ πράγμασιν εὐεργετεῖν πολλάκις δυναμένους ὁ ἱερὸς λόγος παραινεῖ· ἔγγιστα δὲ τοὺς τὸν τρόπον τοῦ κατὰ Θεὸν βίου, ἢ τὸ κατὰ φύσιν γένος, ἢ καὶ τὸν τόπον γειτνιῶντας τῆς οἰκήσεως διαγορεύει. Πρὸς τοὺς τοιούτους οὖν τὴν χρηστότητα χρῆναι μᾶλλον ἐπιδείκνυσθαι. Τίνος ἕνεκεν; Καὶ πῶς γὰρ ἂν πιστευθείης τοῖς ξένοις, φησὶ, καὶ ἀλλοτρίως πρὸς σὲ διακειμένοις ἀγαθὸς εἶναι ἢ φιλάνθρωπος, τοῖς οἰκείοις ἄδικος δεικνύμενος; Ἐκείνοις μὲν γὰρ ξένοις οὖσιν ἴσως οὐδ' ὀφείλειν ἐρεῖς καλὸς εἶναι, τοῖς ἐγγίζουσι δὲ καθ' ὁποιονοῦν τῶν εἰρημένων τρόπον πάντως ὀφείλεις εἶναι περιδέξιος. Εἴπερ οὖν τούτοις οὐ δίκαιος καταλαμβάνῃ, τοῖς ἀλλοτρίοις καὶ μακρὰν πόσον;
and especially to those who are near to us, as being able often to benefit us in purpose of heart, in words, and in deeds, the sacred word exhorts; and it calls nearest those who are neighbours in the manner of life according to God, or in kinship by nature, or also in place of habitation. Towards such, therefore, one ought rather to display goodness. For what reason? For how, he says, could you be believed to be good or loving towards mankind to strangers and those alienated from you, when you are shown to be unjust to your own? For to those who are strangers you will perhaps say that you do not even owe it to be good, whereas to those who are near in any of the aforesaid ways you altogether owe it to be considerate. If, then, you are found not to be just to these, how much more to strangers and those far off?
205 Τί πάντα τὸν δύστηνον αἰτιώμεθα 206 Ἐχθρόν;
205 Why do we blame the wretched 206 Enemy for everything?
Ὅτι οὐ χρὴ πάντα τρόπον τὸν δυσώνυμον αἰτιᾶσθαι Σατανᾶν, ὡς τῆς ἐν ἡμῖν ἁμαρτίας τὸ ὅλον αὐτὸν αἴτιον ὑπάρχοντα· τούτῳ γὰρ τῷ τρόπῳ ὡς ἀναιτίους ἑαυτοὺς ὑπολογιζόμενοι ἀκρατῶς τε καὶ ἀχαλίνως τῷ φιληδόνως βιοῦν, τὴν ἐξουσίαν ἐφιέντες, πρὸς πᾶσαν ὑποχαυνούμεθα παρανομίαν. Τί οὖν ποιητέον ἡμῖν ἢ πῶς ὑποληπτέον; Μέμφεσθαι μὲν ἢ τὸ πᾶν ἢ τὸ πλέον καὶ κατακρίνειν προσῆκεν ἑαυτὴν, ὡς ἰδίᾳ ψυχῆς προαιρέσει, ἀλλ' οὐδεμιᾷ τινι ἔξωθεν βίᾳ πρὸς τὴν κακίαν συνωθούμεθα, καὶ οὕτω πάντῃ ἑαυτοὺς ταπεινοῦντες καὶ ἐξουθενοῦντες σφόδρα, ἐλεούμεθα· τὸ πλέον δὲ ἑαυτοὺς, ἀλλ' οὐ τὸ ὅλον αἰτιώμενοι, καὶ οὕτως ἧττον μὲν ταπεινούμεθα, συγγνώμης δ' οὖν ὅμως καὶ ἐλέου ἀξιούμεθα. Εἰδέναι δὲ ἄξιον, ὡς τὸ πῦρ μὲν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας παρ' ἡμῶν καὶ τῆς ἡμετέρας φύσεως, ἅπερ ἐν τῷ αὐτοκράτορι κεῖται λογισμῷ, πρὸς ὃ βούλεται ἀρετήν τέ φημι καὶ κακίαν, οἰακίζειν τε καὶ διιθύνειν, καὶ ὑπανιέντων μὲν θελήματι καὶ ἐφιέντων ὑφάπτεσθαι τὸ πῦρ, ὁ Ἐχθρὸς ἐμφυσᾷ παρὼν, καὶ εἰς μεγάλην τοῦτο πολλάκις ἀναῤῥιπίζει φλόγα· ἐπεχόντων δὲ φιλοσοφίᾳ καὶ φιλοπονίᾳ, καὶ τῇ προσφυεῖ τῶν δακρύων κατασβεννύντων ἐπιῤῥοῇ, καί γε τοῦτο μαραινόντων ταῖς πρὸς τὸ οὐράνιον πῦρ τοῦ νοῦ ἀναγωγίαις, αὐτός τε ὁ ἐξανάπτων ἀπόλλυται Δυσμενὴς, καὶ ἡμεῖς ἐλευθερούμεθα.
Because one ought not in every way to blame the ill-named Satan, as though he were wholly the cause of the sin in us; for in this way, reckoning ourselves blameless, intemperately and unbridledly giving licence to a pleasure-loving life, we grow lax towards every lawlessness. What then must we do, or how must we think? It is fitting to blame and condemn ourselves either wholly or for the greater part, since by the soul's own choice, and not by any external force, we are driven towards vice, and thus wholly humbling and utterly despising ourselves we obtain mercy; and blaming ourselves for the greater part, though not wholly, we are thus less humbled, yet nonetheless deemed worthy of pardon and mercy. And it is worth knowing that the fire of anger and of desire comes from us and from our nature, which lies in the sovereign reason to steer and direct towards whatever it wills, I mean both virtue and vice; and when we relax in will and allow the fire to be kindled, the Enemy is present blowing upon it and often fans it into a great flame; whereas when we restrain it by philosophy and diligence, and quench it with the natural stream of tears, and wither it by the elevations of the mind towards the heavenly fire, the Adversary himself who kindles it perishes, and we are set free.
209 Μὴ σφόδρ' ἕπεσθαι παιγνίοις ἐνυπνίων.
209 Do not greatly follow the playthings of dreams.
Πολλὴ καὶ ἀμύθητος ἡ τῶν ἐνυπνίων καθέστηκε διαφορά. Ἔστι μὲν ἐνύπνιον διὰ Πνεύματος ἀληθείας ἐνεργούμενον, οὐκ ἐν προφήταις καὶ ἁγίοις μόνον, ἀλλ' ἔστιν ὅτε καὶ ἐν βασιλεῦσι καὶ ἄρχουσι γῆς, ὅρασίν τινα δι' αἰνίγματος ὑποτυποῦν, καὶ συνεσκιασμένως τὸ μέλλον τῷ ὁρῶντι προδηλοῦν· τοῦτο δὲ οὐ πολὺ οὐδὲ πολλάκις οὐδὲ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἀξίοις συμβαῖνον καθορᾶται. Ἔστι δὲ ἐνύπνια, μᾶλλον δὲ βυθὸς ἐνυπνίων ἄῤῥητος, ἄπειρος, ἀδιεξίτητος, ὄναρ τοῖς ἀνθρώποις ὑπνοῦσιν ὑποπίπτων, ὃν ματαιότητα ματαιοτήτων κυρίως ἄν τις ὀνομάσαι· πάντα μὲν γὰρ τῷ ὄντι ματαιότης ὑπάρχει τὰ ἀνθρώπινα· τὰ δὲ τούτων ὀνείρατα ἢ ἀπὸ τοῦ θρεπτικοῦ μέρους τῆς ψυχῆς λαμβάνοντα τὴν ἀφορμὴν, ἢ ἀπὸ τοῦ αἰσθητικοῦ καὶ τῆς τῶν αἰσθητῶν ποικι-
Great and untold is the difference among dreams. There is indeed a dream wrought through the Spirit of truth, not in prophets and saints alone, but at times also in kings and rulers of the earth, outlining some vision in a riddle and foreshadowing the future obscurely to the seer; yet this is seen to happen neither abundantly nor often nor to chance persons, but to the worthy. And there are dreams, or rather an unspeakable, boundless, untraversable abyss of dreams, falling upon sleeping men in sleep, which one might properly call vanity of vanities; for all human things are indeed vanity; and their dreams, taking their starting-point either from the nutritive part of the soul, or from the sensitive part and the vari-
Notes, col. 833
On the reading
Printed ἑαυτὴν, for ἑαυτοὺς.
PG 38:835Read from the pageλίας, ἅπερ ἐγρηγορυῖα δι' αἰσθήσεως πάσης ποικιλοτρόπως ἐφαντασιώθη. Ταῦτα δὴ τὰ τῶν ὕπαρ ἡ ψυχὴ ἐμφανισθέντων αὐτῇ ἐγκαταλείμματα τῷ μνημονικῷ συγκεχυμένως καὶ ἀσαφῶς ἀναπεμπάζουσα καθ' ὕπνους, καὶ ἀμαυροὺς ὀνείρους ἀναπλάττουσα, διαπαίζεται καὶ πλανᾶται, περιχαίνουσα ταῖς τῶν ματαιοτήτων ματαιότησιν. Ἢ οὖν ἐκ τούτων, ἢ καὶ ἐξ ἔργων ἡμερινῶν καὶ πόνων καὶ φροντίδων ἀπηχήματά τινα τῇ τῶν αἰσθήσεων ἠρεμίᾳ ἡ φανταστικὴ καὶ λογικὴ τῆς ψυχῆς δύναμις, ἀεικίνητος οὖσα καὶ ὀνειρώσσουσα, πολυτρόπως ἐν ὕπνοις ἀδολεσχεῖ καὶ ματαιάζει· ἀναλόγως δὲ ταῖς τῶν ἀνθρώπων πολιτείαις καὶ τοῖς κατὰ τὸν βίον ἐπιτηδεύμασι καὶ οἱ τῇ αὐτῶν ζωῇ παρεπόμενοι ἄγγελοι, ἀγαθοὶ ἢ πονηροί, φιλαλήθεις ἢ φιλαψευδεῖς, πολυειδῶς καὶ πολυμόρφως ἀνατυποῦσι τὰ ἐνύπνια, ἄλλως μὲν τοῖς κατὰ πόλεις περὶ λόγους τε καὶ μαθήματα ἐσπουδακόσι τὰς φαντασίας σχηματίζοντες, ἄλλως δὲ τοῖς κατὰ τὰς ἐρήμους τὸν ἀσκητικὴν καὶ μοναύλιον μετερχομένοις τρόπον. Ἐκ τῶν παρ' αὐτοῖς σπουδαζομένων τὰς ἀφορμὰς εἰληφότες, ἐκπειράζουσι καὶ πολυποικίλοις τρόποις διαπλανῶσιν ἐν τῇ τοῦ σώματος ἀναπαύσει τὴν ψυχήν· καὶ συνόλως φάναι, κατ' ἀναλογίαν τῶν ἐν παντὶ τόπῳ ἐπιτηδευομένων ἀνθρώποις ἐπιστημῶν καὶ τεχνῶν, ἔν τε σοφοῖς καὶ ἰδιώταις, ἄρχουσι καὶ ἀρχομένοις, πλουσίοις καὶ πένησι, τὸ ἑκάστῳ νηπιόθεν συγκεκληρωμένον ἄχρι τέλους δαιμόνιον παρεπόμενον, οὐδὲ καθ' ὕπνους ἀναπεπτωκέναι παντάπασι ῥᾳστώναις τε καὶ ἀνέσεσιν ἐκλελύσθαι διαφίησι τὸ λογικὸν τῆς ψυχῆς· ἀλλὰ ποτὲ μὲν ἡδύτησι φυσικαῖς καὶ ῥεμβασμοῖς ἀλλοκότοις καὶ ψυχροτέροις χιόνος φάσμασι καὶ ὑψώμασι διαπλανᾷ, ποτὲ δὲ ἀηδίαις καὶ φόβοις καὶ ταραχαῖς ἀπευκταῖς καὶ τρόμοις καὶ ταπεινώμασιν ἐξιστᾷ καὶ καταπτοεῖ. Διὰ τοῦτο μὴ λίαν τοῖς τῶν ἐνυπνίων παιγνίοις θροεῖσθαι ὁ ὑψηλὸς θεολόγος παραγγέλλει, μήτ' οὖν ὡς μέγα τι κακὸν ἢ ἀγαθὸν παραδηλοῦσι πτοεῖσθαί τε καὶ δειλιᾷν, ἢ μετεωρίζεσθαι καὶ ματαίαις ἐλπίσι φενακίζεσθαι τὰς φρένας χρή· ἔνεδρον γὰρ ταῦτα πολλοῖς πολλάκις ὑπὸ τοῦ Ἐχθροῦ παρεσκευάσθη.
...[varied?] things, which while awake she imagined in manifold ways through every sense. Thus the soul, confusedly and indistinctly recalling in sleep these remnants of things shown to her in waking life, and fashioning dim dreams, is mocked and led astray, gaping at the vanities of vanities. Either from these things, then, or else as certain echoes of daytime deeds, toils, and cares during the stillness of the senses, the imaginative and rational faculty of the soul, being ever in motion and dreaming, prattles and indulges in vain fancies in sleep in many ways; and in proportion to people's ways of life and pursuits in living, the angels also who attend upon their life, whether good or wicked, truth-loving or falsehood-loving, stamp dreams in many forms and shapes, fashioning the mental images in one way for those in cities who have devoted themselves to letters and learning, and in another way for those in the deserts who pursue the ascetic and solitary way of life. Taking their starting-points from the things studied among them, they tempt the soul and lead her astray in manifold ways during the rest of the body; and, to speak generally, in proportion to the sciences and arts practised by human beings in every place, both among the learned and the unlettered, ruler and ruled, rich and poor, the demon allotted to each person from infancy until the end, attending alongside, does not allow the rational part of the soul even in sleep to sink down altogether and be relaxed in ease and slackness; rather, at one time it leads her astray with natural pleasures, strange wanderings, and apparitions and exaltations colder than snow, and at another time it drives her out of her wits and terrifies her with unpleasantnesses, fears, abominable disturbances, tremblings, and humiliations. Therefore the lofty theologian commands us not to be overly alarmed by the playthings of dreams, nor indeed ought we to be terrified and cower as though they signified some great evil or good, nor to be puffed up and have our minds cheated by vain hopes; for these things have often been prepared as an ambush for many by the Enemy.
213 Ἐλπὶς προκείσθω δεξιοῦ παντὸς τέλους.
213 Let hope be set before every favourable outcome.
Πᾶσα πρᾶξις καὶ ἐνέργεια, καὶ πᾶσα κίνησις ἀνθρώπου νοῦν ἔχοντος, σκοπὸν ἴδιον ἔχει καὶ ἐλπίδα προκειμένην, πρὸς ἣν ἀφορῶν ὁ ἐργαζόμενος ἐργάζεται· οὕτως ἐπὶ τοῖς σωματικοῖς καὶ κοσμικοῖς, οὕτως ἐπὶ τοῖς πνευματικοῖς θεωρητέον καὶ τοῖς νοεροῖς καὶ λογικοῖς. Εἰ οὖν ἐπὶ τῶν κοσμικῶν ἔργων καὶ βιωτικῶν ἀνάγκη τὴν ἐλπίδα καὶ τὸν σκοπὸν προηγεῖσθαι τῆς τῶν προκειμένων ἐργασίας, πολλῷ δήπου μᾶλλον ἐπὶ τῶν πνευματικῶν καὶ δεξιῶν τῆς ἀρετῆς ἔργων ἡ ἐλπὶς ὀφείλει προκεῖσθαι, καὶ ὁ τῶν πονουμένων σκοπὸς προθεωρεῖσθαι, πρὸς ὃν τὸν ἐργάτην ἀποσκοποῦντα κατευθύνεσθαι. Οὕτως ἀπόστολοι τοῦ κατ' αὐτοὺς δρόμου τὸ τέλος προορῶντες, τὸ ἐν τοῖς ἔθνεσι μεγαλῦναι τὸν Χριστὸν, ἔδραμον καὶ κατηύθυναν· οὕτως οἱ ἀθλοφόροι μαρτυρῆσαι τῇ ἀληθείᾳ Ἰησοῦ καὶ ὑπὲρ αὐτῆς ἀποθανεῖν σκοπὸν προτιθέμενοι, καὶ νικῶντες, στεφανοῦνται· ὡσαύτως καὶ ἀσκητῶν χοροὶ πάντες, ὅσοι γνησίως ἐπόθησαν Χριστὸν, διὰ τῆς ταπεινοτέρας ἀγωγῆς τῆς ἀπαθείας ἐρῶντες, καὶ πρὸς αὐτὴν δραμόντες ἐν δίψει, κατ-
Every action and activity, and every movement of a person who has understanding, has its own aim and a hope set before it, looking towards which the worker works; so one must consider in bodily and worldly matters, and so in spiritual, intellectual, and rational matters. If, therefore, in worldly works and the affairs of life it is necessary for hope and the aim to precede the working out of the tasks at hand, much more surely in spiritual and favourable works of virtue ought hope to be set first, and the aim of the labours to be contemplated beforehand, looking towards which the worker may be directed straight. Thus the apostles, foreseeing the goal of their own race, namely to magnify Christ among the nations, ran and directed their course straight; thus the prize-bearing martyrs, setting before themselves the aim of bearing witness to the truth of Jesus and dying for it, and conquering, are crowned; likewise also all the choirs of ascetics, as many as genuinely longed for Christ, yearning through the humbler way of life for dispassion, and running towards it in thirst, [deign-/condescend-?]
Notes, col. 835