σμοὺς τῆς καρδίας ἀναψάμενος, ἄνθρωπον τιθείην ἐπίκουρόν μοι καὶ βοηθόν. Πρὸς τούτοις ὤμοσα πάλιν περὶ ὑπεροψίας ἢ στεῤῥότητος ψυχῆς, εἴ ποτέ τινος ἀγαθὰ δρῶντος ἢ λαλοῦντος ἐν ὑπερηφανίας ὑπερφρονοίην λογισμῷ, ἢ ἀνάπαλιν κακοῖς καὶ ἀσεβέσι περιτυχὼν, εἰ ἀδρανῆ καὶ ὑποστελλόμενον ἐμαυτὸν ἐνδειξαίμην ἐκ προσώπου αὐτῶν, ἀνεξέλεγκτον τὴν κακίαν ἀφιείς. Ὤμοσα καὶ περὶ δικαιοσύνης καὶ ἀπροσωποληψίας, εἰ δίκην ποτὲ δικάζων παρατρέψαιμι τῆς κατὰ νόμον εὐθύτητος, ἤ τι παρακλίναιμι τῆς κατὰ τὸ δίκαιον ἰσότητος, εἰ δέ μοι καὶ ὀφρὺς ἀρχοντικὴ τιμηθείη ἐν κρίσει ὑπὲρ ὅσιον καὶ πτωχόν. Ἔπειτα καὶ τοῦτον τὸν ὅρον τοῖς ὅρκοις προσετίθην περὶ ζήλου οὐκ ἐπαινετοῦ οὐδ' εὐαγοῦς, εἰ κακοὺς ἄνδρας, ἀπηνεῖς τε καὶ λοιμοὺς, οἳ σκόπελοι καὶ κρημνοί εἰσι τῶν ἀγαθῶν, οἷς τε δρῶσι καὶ οἷς συμβουλεύουσιν εἰς τὸν ὅμοιον ἑαυτοῖς τῆς ἀνομίας βόθρον συνελκύοντες. Εἰ οὖν τοὺς τοιούτους γαληνιῶντας κατὰ τὰ μάταια ἐζήλωσα, καὶ εἰρήνην ἁμαρτωλῶν θεωρῶν ἔπαθον παρ' ὀλίγον τὸ τοῦ Δαβὶδ, ὥστ' ἐκχυθῆναί μοι τὰ τοῦ νοὸς διαβήματα παροξυνομένῳ καὶ τῆς δεξιᾶς ὁδοῦ ἐξισταμένῳ καὶ σαλευομένῳ. Ἔπειτα ὄμνυμι καὶ τοῦτο, εἰ φθόνος ἐξέτηξέ μοι ἢ ἐκτήξειέ ποτε τὴν φρένα, ἐπὶ τοῖς εὐπραγήμασι τοῦ γείτονος ἀνιωμένῳ, ἢ εἰ γελάσαιμι τοῦ πέλας πτῶμα, ὡς αὐτὸς ἔχων ἄπτωτον πόδα καὶ ἐρηρισμένον τῷ καλῷ, καὶ ταῦτα οὐχ ὁσίων αὐτῶν οὐδὲ δικαίων ὑπαρχόντων. Καὶ ταῦτα δέ μοι τοῖς ὅρκοις καὶ ὅροις προστιθέσθω, εἰ θυμὸν ἔνδον κυμαίνοντι καὶ πλημμυροῦντι ὁ νοῦς καταπνιγεὶς ὑπ' αὐτοῦ καὶ ἀφρονευσάμενος ἀσχημονήσαι. Εἰ δὲ καὶ ἡ γλῶσσα τῇ τοῦ θυμοῦ ἀλογίᾳ φερομένη ἀχαλίνως τε καὶ προπετῶς ἃ μὴ δεῖ ἀποφθέγξαιτο λογύδρια· εἰ δὲ καὶ ἡ καρδία, τὴν κρύφιον αὐτῆς οὐ κολάσασα περὶ τὰς λυομένας ὡραιότητας ἐπιθυμίαν, περὶ τὰ τῶν σωμάτων κάλλη πτοεῖται καὶ πυροῦται, μάχλον ὄμμα, καὶ ἀσελγὲς, καὶ πορνικὸν τούτοις κρυφαίως καὶ ἡδυπαθῶς ἐπιστηρίζουσα. Εἰ δὲ καί τινα μάτην ἐχθραίνων καὶ οὐχὶ διὰ προστάγματος Δεσποτικοῦ καὶ θείας ἐντολῆς· ὡς ἐπὶ τῶν τοῦ Θεοῦ ἐχθρῶν καὶ πρὸς θάνατον προφανῶς ἁμαρτανόντων· εἰ δὲ καὶ ἐχθρὸν ἐμὸν τιμωρήσαιμι κρυφῇ καὶ δολίως ἢ ἀναφανδόν. Ἔτι πρὸς τοῖς εἰρημένοις ἅπασιν ὅρκοις καὶ ὅροις, οἷς ὤμοσα καὶ ἔστησα τοῦ εὐαγγελικῶς τε καὶ Χριστοπρεπῶς ἐπὶ γῆς διαβιοῦν, εἰ κενὴν τῆς ἐμῆς οἰκίας χεῖρα ἐπιδεοῦς ἐποπέμψαιμι καὶ πένητος, ἢ ἐλεημοσύνης καὶ σωματικῆς χρῄζουσαν ἐπικουρίας, εἰ μὴ τὰ προσήκοντα, καθ' ὃ ἰσχύος ἔχω, ἐπαρκέσαιμι, ἢ οὐρανίου λόγου καὶ σωτηριώδους δίψῃ πιεζομένην ψυχὴν, εἰ μὴ καθ' ὃ θέμις ἐπιδαψιλευσάμενος ἐμπλήσαιμι. ἄλλῳ Χριστὸς μᾶλλον ἐμοῦ εὐμενής τε εἴη καὶ ἵλεως, ὁ θεολογικώτατος ἑαυτῷ ἐπαρώμενος, τὸ φρικωδέστατον ἀποφαίνεται Γρηγόριος, ὡς, εἴ τι ὧν ηὐξάμην τῶν προεκτεθειμένων ἐνόρκων ὅρων, εἴ τι, φησὶ, τούτων ἀθετήσαιμι παρανομῶν, ἄλλοις μὲν ἀγαθύναι ὁ Χριστὸς ὡς Χριστομιμήτοις οὖσι, καὶ εὐθέσι, καὶ τῷ ὄντι ἀγαθοῖς· ἐμοῦ δὲ καὶ τοὺς ἄχρι τῆς πολιᾶς ταύτης καμάτους καὶ πόνους αὖραι λαβοῦσαι ἀφανίσαιεν, καὶ λήθης παραδοῖεν βυθοῖς. Ταῦτα ἀποφηνά-
thoughts of my heart having fastened upon him, I should make a man my ally and helper. In addition to these, I swore again concerning arrogance or hardness of soul, if ever, when someone is doing or speaking good things, I should look down upon him with a thought of pride, or conversely, meeting with wicked and impious men, if I should show myself weak and shrinking before their face, leaving wickedness unrebuked. I swore also concerning justice and impartiality, if ever when judging a case I should turn aside from straightness according to the law, or deviate in anything from fairness according to justice, and if the brow of a ruler should be honoured by me in judgement above a holy and poor man. Next I added this rule too to my oaths concerning zeal that is neither praiseworthy nor pure, if evil men, harsh and pestilent, who are reefs and precipices to the good, dragging them down by what they do and what they counsel into the same pit of lawlessness as themselves—if, then, I have been envious of such men prospering calmly in vain things, and beholding the peace of sinners have almost suffered what David did, so that the steps of my mind were poured out while I was provoked and departed from the right way and was shaken. Next I swear this also, if envy has wasted away or should ever waste away my mind, distressed at the good fortunes of my neighbour, or if I should laugh at the fall of my fellow, as though I myself had an unfalling foot firmly planted in what is good, even though they themselves are neither holy nor righteous. And let these things also be added to my oaths and rules, if, choked by anger surging and overflowing within and acting senselessly, my mind should behave unseemly; and if my tongue, carried along by the unreason of anger, should unbridledly and rashly utter paltry words that ought not to be spoken; and if my heart, not chastising its secret desire for perishing loveliness, is excited and inflamed over the beauties of bodies, fixing secretly and voluptuously upon them a lewd, wanton, and unchaste eye; and if I hate anyone in vain and not because of the Master's ordinance and divine commandment, as in the case of the enemies of God and those who manifestly sin unto death; and if I should take vengeance on my enemy secretly and craftily or openly. Further, in addition to all the aforementioned oaths and rules which I have sworn and established in order to live on earth in an evangelical manner and as befits Christ, if I should send away empty from my house the hand of a needy and poor man, either needing alms and bodily assistance, if I should not supply what is fitting according to my strength, or a soul oppressed by thirst for the heavenly and saving word, if I should not fill it generously as is right: may Christ be gracious and merciful to another rather than to me, declares the most theological Gregory, calling down a most fearful curse upon himself, that if I should transgress and set at naught any of the sworn rules set forth above which I have vowed, if any of these, he says, may Christ do good to others as imitators of Christ, upright and truly good; but as for my toils and labours even up to this grey hair, may the winds take them and make them vanish, and hand them over to the depths of oblivion. Having declared these things