Ἄπιστος μὲν ὁ πλοῦτος, ὅτι μὴ μόνιμος, μηδ' ἀεὶ τοῖς ἔχουσι προσὼν, ἀλλ' ἐξαπιναίως τοὺς αὐτῷ πεποιθότας πολλάκις καταλείπων, εἰς ἄλλους μετερρύη· ὁ θρόνος δὲ καὶ τὸ δοξάριον ὀφρὺς ὀνειρώδης ἐστίν. Ὑπόληψις γὰρ κενὴ καὶ οἴησις ματαία, κατὰ τῶν ὑπὸ χεῖρα τὸν νοῦν ἄχρι τινὸς διαπαίζουσα τοῦ ἄρχοντος καὶ φυσιοῦσα, παραῤῥιπίζει μὲν αὐτὸν τοῦ ὀρθοῦ λόγου, ὡς ἐξ ὕπνου δὲ τῆς ὀνειρώξεως καὶ φαντασίας τῆς ἀρχῆς ἐκπεσὼν, οὐκ εὗρεν οὐδὲν, κατὰ τὴν Γραφὴν, ἐν ταῖς χερσὶν αὐτοῦ. Τοῦτο μὲν τὸ ἄρχειν κατὰ τὴν κοσμικὴν παραφοράν· τὸ ἄρχεσθαι δὲ πάλιν μόγος, καὶ κόπωσις, καὶ πόνος. Τὴν πενίαν δὲ τίς οὐκ οἶδε δουλοσύνην οὖσαν πικρὰν, καὶ εἱργμὸν, καὶ δεσμὸν ἀνιαρόν; Τί δὲ τὸ κάλλος τοῦ σώματος ; Μικρὰ καὶ ὀλίγη τοῦτο χάρις ἀστραπῆς, λόγου θᾶττον τὴν ὄψιν τοῦ βλέποντος παροδεύουσα καὶ φεύγουσα. Τί δὲ ἡ νεότης ; τί δὲ ἡ πολιὰ ; Οὐχ ἡ μὲν χρόνου βράσμα, τὴν ἀκμὴν ὡς ἄνθος εὐμάραντον τοῖς νέοις ὑποφαῖνον, ἡ πολιὰ δὲ δύσις βίου, ἤγουν τοῦ τῆς νεότητος ἄνθους ὑπάρχει μαρασμός; Ἀλλὰ καὶ οἱ λόγοι, φησὶ, πτερόεντες ὡς πτερῶν δίκην ὅτι τάχιστα ῥέοντες καὶ ἀφιπτάμενοι, κλέος δὲ αὐτοῖς τίνι λόγῳ ὑπάρχει ὁ ἀήρ; καὶ γὰρ οὗτος ὥσπερ διαφανὴς κατὰ φύσιν πέλων καὶ δίοσμος, τὸ φῶς μὲν καὶ χρώματα πάντα πρὸς τὴν ὅρασιν, ὀσμὰς δὲ πάσας πρὸς τὸ τῆς ὀσφρήσεως αἰσθητήριον διαπορθμεύει· οὕτω καὶ διηχὴς ὢν πρὸς τὴν ἀκοὴν, τόν τε λόγον καὶ πᾶσαν φωνὴν καὶ ψόφον παραπέμπει ὁ ἀήρ. Οἱ εὐγενεῖς δὲ λεγόμενοι καὶ ἡ εὐγένεια τί ἄλλο ἢ παλαιὸν αἷμα ἕωλα καὶ πρόσκαιρα τιμηθὲν πέλει; ῥώμη δὲ σαρκὸς καὶ ἰσχὺς, τοῦτο καὶ συὸς ἀγρίου γαυρίαμα καθέστηκε· καὶ ὁ κόρος μὲν ὑβριστὴς, τοῖς ἀπαιδεύτως τούτῳ κεχρημένοις ὑπόθεσις γίνεται θεομαχίας· ὁ γάμος δὲ δεσμὸς, καὶ τῆς κατὰ φύσιν ἐλευθερίας ἀλλοτρίωσις· καὶ ἡ εὐτεκνία μὲν ἀναγκαία φροντὶς καὶ ἀπαραίτητος, ἡ δυστεκνία δὲ ἀῤῥωστία καὶ νόσος ἐστὶ ψυχῆς ἀπαρηγόρητος· καὶ αὖ πάλιν, αἱ ἀγοραὶ μὲν κακίας μελεδήματα καὶ φροντίσματα τυγχάνουσιν, αἱ καθ' ἡσυχίαν δὲ καὶ μόνωσιν διατριβαὶ ἀδράνειαί τέ εἰσι καὶ ἀπορίαι· πάλιν, αἱ τέχναι μὲν τῶν ἄγαν ταπεινῶν καὶ χαμαὶ ἐρχομένων καθεστήκασι, στενὴ δὲ ἡ παρὰ τῶν ἀλλοτρίων ἐρανιζομένη τροφὴ, ὥσπερ καὶ τὸ παρασιτεῖν αἴσχιστον· καὶ τὸ ἀροῦν μὲν τὴν γῆν καὶ γεωργεῖν κοπῶδες καὶ μοχθηρὸν, τὸ ποντοπορεῖν δὲ κινδυνωδέστατον καὶ τὸ τῆς ζωῆς αὐτοῖς πλεῖον ἐν τῷ ᾅδῃ.
Wealth is faithless, because it is not abiding, nor does it remain always with those who possess it, but often suddenly forsaking those who trust in it, it flows away to others; and a throne and petty glory are a dreamlike pride. For an empty supposition and vain conceit, mocking and puffing up the ruler's mind for a time over those beneath his hand, fans him away from right reason; and when he has fallen out of the dreaming and fantasy of rule as if from sleep, he found nothing, according to Scripture, in his hands. Such is ruling according to worldly distraction; while being ruled, again, is toil, weariness, and labour. And who does not know that poverty is a bitter servitude, a prison, and a grievous bond? And what is beauty of the body? This is a small and brief grace of lightning, passing by and fleeing from the sight of the beholder faster than speech. What is youth, and what is grey hair? Is not the one a boiling of time, displaying prime to the young like an easily fading flower, while grey hair is the sunset of life, that is, the withering of the flower of youth? Moreover, words too, he says, are winged, flowing and flying away as swiftly as wings, and for what reason is the air their fame? For just as this air, being by nature transparent and permeable to scent, conveys light and all colours to the sight, and all odours to the organ of smell, so too, being permeable to sound for the hearing, the air transmits speech and every voice and noise. And those called noble and nobility, what else is it than old blood honoured with stale and temporary honours? And strength and vigour of flesh, this is also the boast of a wild boar; and satiety is insolent, becoming an occasion of fighting against God for those who use it without discipline; and marriage is a bond and an alienation from natural freedom; and having good children is an inescapable and relentless care, while having bad children is an inconsolable sickness and disease of the soul; and again, public assemblies are cares and preoccupations of wickedness, while pursuits in quiet and solitude are idleness and poverty; again, handicrafts belong to those who are very lowly and walk close to the ground, while sustenance begged from others is straitened, just as playing the parasite is most shameful; and ploughing the earth and farming is laborious and toilsome, while seafaring is most perilous, and the greater part of their life is in Hades.
Τί ἔτι πρὸς τοῖς εἰρημένοις; τί γλύκιον ἀνθρώποις ἢ θυμηρέστερον πατρίδος; Ἀλλὰ καὶ αὐτὴ, φησὶ, βέρεθρον ἴδιον, ἤτοι βόθυνος, καθίσταται, ἐν ᾗ καταπατεῖται καὶ ἐξουδενοῦται καὶ ὁ λίαν σπουδαῖος δοκῶν, τῷ γειτονικῷ ζήλῳ καὶ φθόνῳ προδοθείς· ἀλλὰ καὶ τὸ ἐπὶ ξένης καὶ ἀλλοδαπῆς βιοῦν τὸν ὄνειδον οὐ διαπέφευγεν. Οὕτω πάντα, καθάπαξ εἰπεῖν, τὰ ἐν ἀνθρώποις ἐράσμια καὶ ζηλωτὰ νομιζόμενα, εἰς μάταιον περίσταται καὶ εἰς περισπασμὸν πονηρὸν, κατὰ τὸν Ἐκκλησιαστήν. Καὶ γὰρ χνοῦς διὰ τὸ εὐ-
What more in addition to what has been said? What is sweeter or more pleasing to men than one's homeland? Yet even this, he says, becomes one's own pit, that is, a ditch, in which even the man who seems very worthy is trampled upon and set at naught, betrayed by the jealousy and envy of neighbours; yet living in a strange and foreign land has not escaped reproach either. Thus all things, to speak once for all, that are reckoned lovely and enviable among men turn into vanity and an evil distraction, according to Ecclesiastes. For indeed chaff, on account of its