PG 38:705Read from the page31 Ἀλλὰ τὰ μὲν μετόπισθ' οἱ δ' ὡς νόμον εἶχον ἄτιμον, κτλ.
31 But these things afterwards; and they held as a dishonoured law, etc.
Τὰ μὲν εἰρημένα, φησὶν ὁ τῆς θεοσοφίας λύχνος, ἥ τε τῶν ἐθνῶν ἁπάντων εἴσοδος εἰς Χριστὸν, ἥ τε τοῦ καταλείμματος Ἰσραὴλ διὰ ζήλου καὶ ἐπιστροφῆς πρὸς Θεὸν σωτηρία, ταῦτα μὲν ἐν ὑστέροις ἀποκαλυφθήσεται καιροῖς· κατὰ μέντοι τὸν πρῶτον τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἐνανθρωπήσαντος καιρὸν τῶν ἐθνῶν μὲν ταῖς ἀθέσμοις εἰδωλολατρείαις σφόδρα σφοδρῶς ἐβδελυγμένων, τῶν ἐξ Ἰσραὴλ δὲ ταῖς τοῦ νόμου ποικίλαις παραβάσεσιν ἀτιμούντων τὸν Θεὸν, τότε δὴ τότε, ἵνα ἡ ὑπερβολὴ τῆς ἀπείρου χρηστότητος ἀναφανῇ, τοιαύτης ἡ ἀνθρωπίνη φύσις διειλήχει τιμῆς· εὐδοκίᾳ μὲν τοῦ ἀθανάτου Πατρὸς, τοῦ ἁγίου δὲ συνεργίᾳ Πνεύματος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὅσον τῆς θεϊκῆς μοίρας κτίζων τὸν ἄνθρωπον ἐξ ἀρχῆς τῷ αὐτοῦ σώματι κατέθετο, τοῦτο ταῖς ψυχοφθόροις ἁμαρτίαις λελυμασμένον ὁρῶν, κατατυραννοῦντα δὲ τῶν πάντων βροτῶν τὸν δράκοντα τὸν ἀποστάτην ἰδὼν, καὶ ἠλεηκὼς, οὐκέτι ἄλλοις τὴν ἀρῥωστίαν ταύτην ἐφίησι βοηθεῖν· οὐ γὰρ αὔταρκες εἰς μεγάλων παθῶν θεραπείαν ἴαμα μικρόν· ὡς ἂν δὲ κληρονομίαν ἰδίαν ἑαυτῷ ἐξ ἀνθρώπων ὁ ἐκ Πατρὸς Υἱὸς ἀμήτωρ ἀναστήσηται, καὶ τὴν εἰκόνα ἑαυτοῦ τῆς τυραννικῆς ἀπολυτρώσηται κατοχῆς, ἐκένωσεν ἑαυτὸν Υἱὸς ἀνθρώπου δίχα πατρὸς γεννώμενος ἡμῖν καινοπρεπῶς μὲν καὶ ξένως, ὅτι ἄτερ ἀνδρὸς, οὐ ξένως δὲ παντάπασιν, ὅτι ἐξ ἐμοῦ, οὗτος διὰ παρθενικῆς καὶ ἁγίας βροτούμενος μητρὸς, ὅλος ὅλον τὸν δι' ἁμαρτίας πεσόντα προσείληφεν Ἀδὰμ, ἵν' ὅλῳ περιποιήσηται τὴν σωτηρίαν. Τοῦ δὴ χάριν ἀνθρωπίνοις καὶ οὐκ ἀνθρωπίνοις νόμοις ἐξ ἁγνῶν καὶ παρθενικῶν σπλάγχνων (ὦ θαῦμα ἄπιστον βεβήλοις βροτοῖς!) ὁ ἄμβροτος βροτωθεὶς προῆλθε Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, δύο φύσεις εἰς ἓν πρόσωπον συνάγων, τὴν μὲν κρυπτομένην καὶ ἀθέατον, τὴν δ' ἀναφανδὸν ἀνθρώποις ὁρωμένην· ὧν ἡ μὲν Θεὸς ἦν τῷ ἀνάρχως γεννῶντι ὁμοούσιος, ἡ δὲ ἄνθρωπος ἔκτισται τῇ ἐν χρόνῳ τεκούσῃ καὶ ἡμῖν ὁμοφυής.
The things just spoken, says the lamp of divine wisdom, both the entrance of all the Gentiles into Christ and the salvation of the remnant of Israel through zeal and turning back to God, these things will be revealed in later times; yet at the first season of the appearing of the Saviour who became man, when the Gentiles were exceedingly and vehemently abominable in their lawless idolatries, and those of Israel were dishonouring God by their manifold transgressions of the law, then indeed, so that the surpassingness of His infinite goodness might be revealed, human nature obtained such honour as this: by the good pleasure of the immortal Father and the cooperation of the Holy Spirit, the only-begotten Word of God, seeing that portion of the divine lot which in creating man from the beginning He had deposited in his body defiled by soul-destroying sins, and seeing the apostate dragon playing the tyrant over all mortals, and having had compassion, no longer permits others to aid this infirmity—for a small remedy is not sufficient for the healing of great passions—but in order that the Son from the Father without a mother might raise up for Himself a proper inheritance from among men, and ransom His own image from tyrannical possession, He emptied Himself, being born for us as Son of man without a father, in a novel and strange way because without a man, yet not altogether strangely because from me; becoming mortal through a virginal and holy mother, He whole assumed the whole Adam who had fallen through sin, that He might procure salvation for the whole. For this reason, by laws human and not human, from a pure and virginal womb (O marvel incredible to profane mortals!), the Immortal, having become mortal, came forth at once God and man, bringing two natures together into one person, the one hidden and unseen, the other openly beheld by men: of which the one was God, consubstantial with Him Who begets without beginning, and the other has been created man, of the same nature with her who bore Him in time and with us.
51 Εἷς Θεὸς ἀμφοτέρωθεν, ἐπεὶ θεότητι κερασθεὶς
51 One God from both, since mingled with Godhead
52 Καὶ βροτὸς ἐκ θεότητος ἄναξ καὶ Χριστὸς ὑπέστη, κτλ.
52 Also a mortal from Godhead came to be king and Christ, etc.
Εἷς Θεὸς ὁμολογουμένως ἐκ δυοῖν φύσεων ὑπέστη ὁ Χριστός· ἡ γὰρ ἐν αὐτῷ βροτεία φύσις, τῇ θεότητι καθ' ὑπόστασιν συνενουμένη, καὶ ἡ θεότης παραδόξως τῇ ἀνθρωπότητι συγκιρναμένη, ὁ αὐτὸς βασιλεὺς καὶ Θεὸς καὶ ἄλλος νέος Ἀδὰμ τὸν παλαιὸν ἐξιώμενος πιστεύεται, ὡς ὑπὸ παραπετάσματι δὲ τῷ ἀνθρωπίνῳ προβλήματι κεκάλυπτο, πρῶτον μὲν ὅτι μὴ καθαρὰν αὐτοῦ τὴν θεότητα φέρειν οἷόν τε, μηδὲ χωρητὸν εἶναι τοῦτον τοῖς ἐμπαθέσι γυμνῇ προσεγγίσαι τῇ θεότητι· ἔπειτα ὡς ἂν τὸν ἀρχέκακον ὄφιν φρονιμώτατον εἶναι τῶν ἁπάντων θηρίων νοητῶν κατοιόμενον, τῷ φαινομένῳ δελεάσας, τῇ οἰκείᾳ θεότητι ὡς ἐν ἀγκίστρῳ περιπείρῃ, καὶ ὡς Ἀδὰμ μὲν αὐτῷ προσπηδήσαντα, ὡς Θεῷ δὲ ἀντιβολήσαντα, τοῦτον κατανικήσας καὶ ῥάξας ἐκτίλῃ τῆς ἀρχῆς. « Τῷ πέρι κάρτος, » κ. τ. ἑξ.
Confessedly Christ came to be one God out of two natures; for the mortal nature in Him being united to the Godhead according to hypostasis, and the Godhead being wondrously mingled with humanity, the same is believed to be king and God and another new Adam healing the old; and He was veiled as under a curtain by the human covering, first because it is not possible to bear His pure Godhead, nor is it feasible for Him to draw near to impassioned men with naked Godhead; and next, so that, having baited with what was visible the serpent who is the originator of evil and supposes himself to be the wisest of all intelligible beasts, He might pierce him with His own Godhead as upon a hook, and, when he sprang upon Him as Adam but encountered Him as God, having utterly conquered and dashed him down, might pluck him out of his rule. "Around whom strength," and what follows.
PG 38:708Read from the pageΠερὶ αὐτὸν γὰρ τὸν θεάνθρωπον Χριστὸν τὸ τῆς ἰδίας κακίας κράτος καὶ τὴν τυραννίδα ὁ πανώλης ἔμελλε δράκων ἑαλωκὼς κατάξειν τε καὶ καταβράξειν, ὥσπερ δὴ καὶ θάλασσα περὶ τραχεῖαν πέτραν καὶ ἰσχυρὰν καὶ ἀνένδοτον τὸ αὐτῆς κῦμα προσρήσσουσα περιάγνυται καὶ καταθραύεται.
For around Christ Himself, the God-man, the utterly destructive dragon, having been caught, was about to shatter and dash to pieces the might of his own wickedness and his tyranny, just as indeed the sea, dashing its wave against a rough and strong and unyielding rock, breaks around it and is shattered.
60 Ὡς ἐφάνη, γαῖα δὲ καὶ οὐρανὸς ἀμφὶ γενέθλῃ
60 When He appeared, both earth and heaven around His birth
61 Σείετο, κτλ.
61 Were shaken, etc.
Ὁ μὲν τοῦ ὑψίστου Θεοῦ μονογενὴς Λόγος τὸν εἰρημένον ἀνδρωθεὶς τρόπον, καὶ νέος Ἀδὰμ ἐξ ἁγνῆς καὶ ἀνυμφεύτου κόρης γεγονὼς, Θεὸς καὶ ἄνθρωπος, αὐτοπαγὴς ἢ αὐθυπόστατος ἐπέφανεν ἡμῖν· ὅτι δ' ὁ αὐτὸς καὶ Θεὸς τέλειος καὶ τέλειος ἄνθρωπος ἦν, πρῶτα τεκμήρια ταῦτα ἀξιοθεώτατα παρέσχετο. Καὶ γὰρ ἅμα πρῶτον διὰ γεννήσεως ἐπέφανε, καὶ ὁ οὐρανὸς εὐθὺς ἀνεσείσθη καὶ ἡ γῆ· οὐρανὸς μὲν πλῆθος στρατιᾶς οὐρανίας εἰς δοξολογίαν καὶ αἴνεσιν προὔπεμπε τῷ γεννωμένῳ, ἡ γῆ δὲ σεσάλευτο, ἀστέρος ἐξ ἀνατολῆς ἀνασχόντος, καὶ μάγοις τῶν Περσῶν βασιλεῦσι δωροφόροις εἰς τὴν Ἰουδαίαν γῆν καθηγησαμένου καὶ τὴν Βηθλεὲμ εἰς τὴν τοῦ νεογενοῦς βασιλέως προσκύνησιν καὶ τιμήν. Ὁ μὲν οὖν τῆς νέας καὶ δευτέρας τοῦ ἐμοῦ Χριστοῦ γεννήσεως λόγος οὗτος καὶ οὕτω καθαρὸς καὶ οὕτω λαμπρὸς καὶ θεοπρεπής· ἄσχημον δὲ ἢ ἀπρεπὲς καὶ τῆς ἁγιοπρεπείας αὐτοῦ ἀνάξιον οὐδέν· μόνη γὰρ ἀσχημοσύνη καὶ αἰσχρότης ἡ ἁμαρτία ὑπάρχει δηλαδή· τῷ Λόγῳ δὲ τοῦ Θεοῦ οὐχ ἀνθρωπίνῃ σώματος ῥύσει βροτουμένῳ· αὐτὸς γὰρ ἐκεῖνος ἐκ σαρκὸς ἡγνισμένης τῷ Πνεύματι καὶ μητέρος ἁγίας καὶ παρθενικῆς ἑαυτῷ σῶμα ψυχῇ λογικῇ καὶ νοερᾷ χρώμενον περιπηξάμενος προῆλθεν· τούτῳ γ' οὖν ποῖος μῶμος ἢ αἶσχος κατὰ σάρκα γεννωμένῳ νόμῳ τῆς φύσεως, ἧς αὐτὸς δημιουργὸς ἦν, καὶ καθαρσίων ὑπὲρ ἐμοῦ ἀνεχομένῳ κατὰ νόμον, οὗ νομοθέτης αὐτὸς ἦν; Καὶ γὰρ ὥσπερ τὰ τῆς φύσεως πάντα τιμῶν, τὴν ἡμῶν φύσιν χωρὶς ἁμαρτίας καταδέδεκτο· οὕτω καὶ τὰ προστεταγμένα τῷ νόμῳ πάντα κατεδέξατο, ἢ ὡς παιδαγωγῷ ὄντι τῶν ἡγιασμένων ὑπ' αὐτῷ τὰ θρεπτήρια ἀποτιννύμενος, ἢ ὡς ὑποχωροῦντι διὰ τὴν ἀτέλειαν τῇ τῆς χάριτος τοῦ Εὐαγγελίου τελειότητι τὰ προπεμπτήρια, ὥς φησιν ὁ θεόπνευστος, ἀφοσιούμενος.
The only-begotten Word of the Most High God, having become man in the manner stated, and having become a new Adam from a pure and unwedded maiden, God and man, self-framed or self-subsistent, appeared to us; and that the same was both perfect God and perfect man, He furnished these first tokens most worthy of God. For no sooner did He first appear through birth than heaven was straightway shaken and the earth: heaven sent forth a multitude of the heavenly host for doxology and praise to Him Who was being born, and the earth was stirred, a star having risen from the east and having guided the Magi, gift-bearing kings of the Persians, into the land of Judaea and to Bethlehem for the worship and honour of the newborn king. Such, then, is the account of the new and second birth of my Christ, and so pure and so radiant and worthy of God; and nothing in it is unseemly or unfitting and unworthy of His holiness; for the only unseemliness and shamefulness is clearly sin; and as for the Word of God becoming mortal not by a human flux of the body—for He Himself, having framed around Himself from flesh purified by the Spirit and from a holy and virginal mother a body endowed with a rational and intellectual soul, came forth—what blemish or disgrace, therefore, could attach to Him when being born according to the flesh by the law of the nature of which He Himself was Creator, and submitting to purifications on my behalf according to the law of which He Himself was Lawgiver? For just as, honouring all the things of nature, He had accepted our nature without sin, so too He accepted all the things prescribed by the law, either paying the dues of nurture to it as a tutor of those sanctified under it, or, as the divinely inspired one says, discharging the farewell gifts to it as it yields, on account of its imperfection, to the perfection of the grace of the Gospel.
72 Αὐτὰρ ἐπεὶ μεγάλοιο φάους ἐριλαμπέϊ λύχνῳ, κτλ.
72 But when by the brilliantly shining lamp of the great light, etc.
Ἐπεὶ δὲ, φησὶν ὁ θεολογικώτατος, τῷ φαεινοτάτῳ λύχνῳ τοῦ ἡλίου, τῇ φωνῇ τοῦ Λόγου, τῷ φίλῳ τοῦ νυμφίου, προτρέχοντι κατὰ τὴν γέννησιν, προτρέχοντι κατὰ τὴν εὐαγγελικὴν διδαχὴν καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀνακήρυξιν, καὶ ἐν ἐρήμῳ μέσῃ τὸν ἐμὸν Θεὸν καὶ Χριστὸν ἐγγίζειν βοῶντι πρὸς τοὺς ἐπ' αὐτὸν συντρέχοντας λαοὺς, οὓς καὶ βαπτίζων ἐν τῷ Ἰορδάνῃ πρὸς τὴν ὑποδοχὴν ἐκείνου προεκάθαιρε, καὶ αὐτὸς εὐθέως λοιπὸν ὁ κηρυττόμενος καὶ μαρτυρούμενος τῷ βαπτίζοντι παραστὰς, καὶ βαπτισθεὶς ὑπ' αὐτοῦ, μείζω δὲ τῆς Ἰωάννου τὴν πατρόθεν ὑπὸ τοῦ Πνεύματος καταδεδεγμένος μαρτυρίαν, αὐτὸς μὲν τῶν δύο μέσος πεπόρευται λαῶν, τοῦ τε πλησίον ἐξ Ἰσραὴλ καὶ τοῦ πόῤῥωθεν ἥκοντος ἐκ τῶν ἐθνῶν. Κοινὸς γὰρ
And when, says the most theological one, by the brightest lamp of the sun, the voice of the Word, the friend of the bridegroom, running ahead in birth, running ahead in evangelical teaching and the proclamation of the kingdom of heaven, and crying in the midst of the desert to the peoples running together to him that my God and Christ is drawing near, whom also he purified beforehand by baptizing them in the Jordan for His reception, He Himself also straightway thereafter, the One proclaimed and borne witness to, having stood beside the baptizer and been baptized by him, and having received from the Father by the Spirit a witness greater than that of John, walked in the midst of the two peoples, both that which was near from Israel and that which came from afar from the Gentiles. For common
Notes, col. 708
PG 38:709Read from the pageκαὶ ἀκρογωνιαῖος λίθος ἐκλεκτὸς καὶ ἔντιμος Ἰησοῦς ὁ Χριστὸς ἐν τῇ Σιὼν ἐτέθη, ἐφ' ἑαυτὸν ἑκατέρους εἰς ἓν συνδέων τοὺς λαούς· ὥσπερ δὲ πνεῦμα ἦν ὁ αὐτὸς καὶ σὰρξ, οὕτω καὶ κάθαρσιν τοῖς ἀνθρώποις παρέχεται διττὴν, τήν τε τοῦ ζῶντος Πνεύματος, ᾧ καὶ τὸ ὕδωρ τοῦ βαπτίσματος κάτωθεν παρέπεται, τήν τε τοῦ αἵματος Χριστοῦ τοῦ χυθέντος ὑπὲρ ἡμῶν ἐν τῷ σταυρῷ· τοῦτό ἐστι τὸ αἷμα ἡ τῆς διαθήκης τῆς καινῆς σφραγὶς, ὃ δὴ ῥύσιόν τε καὶ λυτήριον τῶν τοῦ προπάτορός ἐστιν ἀρχεγόνων παθῶν, τοῦτο καὶ λύτρον ὑπὲρ ὅλου καθάρσεως κέχυται τοῦ κόσμου.
and Jesus Christ, a chosen and precious cornerstone, has been laid in Sion, binding both peoples together into one upon Himself; and just as He Himself was Spirit and flesh, so too He provides a twofold purification for men: both that of the living Spirit, whom the water of baptism also accompanies from below, and that of the blood of Christ shed for us on the cross; this blood is the seal of the new covenant, which is indeed a deliverance and ransom from the original passions of the forefather, and this has been poured out as a ransom for the purification of the whole world.
82 Εἰ μὲν δὴ μὴ τρεπτὸς ἔην βροτὸς, ἀλλ' ἀδάμαστος, κτλ.
82 If indeed mortal man were not mutable, but unyielding, etc.
Εἰ ἀληθῶς ἄρα οὐ τρεπτὸς ἀλλὰ ἄτρεπτος καὶ ἀμετακλινὴς ἐπὶ τὸ χεῖρον ἔγωγε πέπλασμαι, ἐκ προσώπου τῆς ἀνθρωπότητος ἡ θεοῤῥήμων γλῶσσά φησι, μόνος ἂν ἐδεόμην τῆς σωτηριώδους τοῦ Θεοῦ ἐντολῆς· ἣ περιφρουροῦσα καὶ σώζουσα εἰς μέγα ἄν με προῆγεν ὑψοῦσα δόξης τε καὶ τιμῆς· νῦν δὲ ἐπειδὴ οὐχ ὡς Θεὸν ἀμετάθετον, ἀλλ' ὡς ζῶον ἔκτισεν εὐμετάβολον, ἀμφιρεπῆ τε κλιτόν τε, ἐπ' ἀρετήν τε καὶ κακίαν ὁμοίως ῥέπειν καὶ ἐπικλίνεσθαι, ὁποτέρωσε νεύσειε, δυνάμενον, διὰ τοῦτο καὶ πλείοσι βοηθήμασιν ὡς φιλάγαθος ὑποστηρίζει· τῶν βοηθημάτων δὲ ἓν καὶ τὸ κάλλιστον ἡ διὰ λουτροῦ καὶ βαπτίσματος χάρις ἐστίν. Καὶ γὰρ ὃν τρόπον Ἑβραίων παῖδές ποτε ἀμνοῦ ἀλόγου τῷ αἵματι τὰς τῶν οἰκιῶν ἀλείφοντες ἐν συντάγματι Κυρίου φλιὰς, ὅτε πᾶν πρωτογενὲς ἐν Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐν μιᾷ ἐξανηροῦντο νυκτὶ, τότε οὗτοι τῷ τυπικῷ χρίσματι ἐκείνῳ τὴν ἀπὸ τοῦ ὀλοθρευτοῦ λύμην διεδίδρασκον· οὕτω κἀμοὶ τοῦ ἀμνοῦ τοῦ Θεοῦ τοῦ τὴν ἁμαρτίαν αἴροντος τοῦ κόσμου τὸ πνεῦμα καὶ τὸ αἷμα Χριστοῦ, σφραγὶς θεόῤῥυτος καὶ ἴαμα ἀλεξίκακον, τῷ τε νῷ καὶ τῷ σώματι ὡς οἴκου φλιαῖς νοητοῦ χριομένη, χρηματίζει καὶ παντοίων ἀποτρόπαιον ἀποδείκνυται κακῶν. Τοῖς μὲν οὖν ὡς ἀτελέσι καὶ νηπίοις τὸ τυπικῶς ἢ σκιωδῶς ἐκεῖ παρειλημμένον χρίσμα τυπικήν τε καὶ πρόσκαιρον εἴτουν σωματικὴν σωτηρίαν τοῖς χριομένοις ὑπετείνατο· ἐνταυθοῖ δὲ ἡ διὰ λουτροῦ παλιγγενεσίας διδομένη χάρις τοῦ Πνεύματος καὶ τὸ τοῦ φωτοδότου αἷμα Ἰησοῦ ἀρίστη γίνεται σφραγὶς καὶ ἀσφάλεια μυστικὴ νοὸς καὶ ψυχῆς καὶ σώματος, οἷόν τις ἀῤῥαβὼν ζωῆς αἰωνίου καὶ ἀκαταλύτου βασιλείας, τοῖς ἀξίοις λαμβάνουσιν βραβευομένη· ἐν αὐτῷ γὰρ τῷ τοῦ ἀμνοῦ τοῦ Θεοῦ χρίσματι, τοῦ βάθους τῆς λύπης καὶ τῆς ἀπογνώσεως, καὶ δὴ καὶ τοῦ τῆς ἁμαρτίας βάρους κατὰ μικρὸν ἀνακουφιζόμενοι, καὶ τὸν αὐχένα ἀνατείνοντες τῆς ψυχῆς, πρὸς τὴν οὐράνιον ζωὴν τὰς πορείας κατευθυνόμεθα τοῦ νοῦ. Καὶ γὰρ ὥσπερ ὁδοιπόρος, ἐπιτηδείου καταλύματος εὐμοιρηκὼς, καὶ τῶν κόπων ἀναπνεύσας, νεαρᾷ προθυμίᾳ καὶ συντονωτέρᾳ πρὸς τὸ ἑξῆς τῆς πορείας διανίσταται, οὕτω καὶ ὁ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος καὶ αἵματος ἐν αἰσθήσει καρδίας καὶ πίστει βεβαίᾳ κατηξιωμένος τοῦ Χριστοῦ, τῶν τε λυπούντων ἁπάντων, τῶν τε βαρυνόντων νοητῶς ἢ καὶ ὁρωμένως τὸ ἄχθος καὶ τῆς ἀκηδίας τὸν ὄγκον ἀποσκευαζόμενος καὶ ἀνανεούμενος, εὐσταλῶς τε καὶ πεπονημένως πρὸς τὰς ἀγαπητὰς τοῦ τῶν φώτων
If in truth I had been fashioned not mutable, but immutable and unswerving towards the worse, the divinely speaking tongue says in the person of humanity, I would have needed only the saving commandment of God; which, guarding and saving me, would have led me forward to a great height, exalting me in glory and honour; but now, since He created me not as an unchangeable God, but as a living creature easily changeable, swaying both ways and inclinable, able to lean and incline alike towards virtue and towards vice, whichever way it might nod, for this reason, as a lover of the good, He supports me with more aids; and one of the aids, indeed the fairest, is the grace through the laver and baptism. For in the same manner as the children of the Hebrews once, anointing the doorposts of their houses with the blood of an irrational lamb at the ordinance of the Lord, when every firstborn in Egypt from man to beast was destroyed in one night, then escaped the ruin from the destroyer by that figurative anointing; so for me too the Spirit and the blood of Christ, the Lamb of God who takes away the sin of the world, a divinely flowing seal and an evil-averting remedy, anointed upon mind and body as upon the doorposts of an intelligible house, proves to be and is shown to be an averter of all manner of evils. To those, then, as being imperfect and infants, the anointing received there figuratively or shadowily held out a figurative and temporary, that is, bodily, salvation to those anointed; whereas here the grace of the Spirit given through the laver of regeneration and the blood of Jesus the light-giver becomes an excellent seal and mystical safeguard of mind and soul and body, like an earnest of eternal life and an indissoluble kingdom, awarded as a prize to those who receive it worthily; for in the very anointing of the Lamb of God, being gradually lightened from the depth of grief and despair, and indeed from the weight of sin, and lifting up the neck of the soul, we direct the journeys of the mind towards the heavenly life. For just as a traveller, having obtained a suitable lodging and rested from his labours, rises up with fresh and keener eagerness for the rest of the journey, so too he who in perception of heart and firm faith has been counted worthy of the grace of the Holy Spirit and of the blood of Christ, casting off the burden of all things that grieve and weigh upon him intelligibly or even visibly, and the mass of despondency, and being renewed, [hastens] well-girt and laboriously towards the beloved [mansions] of the [Father] of lights
PG 38:712Read from the pageΠατρὸς ἀναπτεροῦται μονάς· καὶ ἵνα μήτις ἀδύνατον εἶναι ὑποκρούσῃ τὰ θεαρχικὰ δῶρα ταῦτα λαβεῖν, μήτε γὰρ πᾶσιν προκεῖσθαι τὴν διπλῆν ταύτην κάθαρσιν καὶ τοῦ Χριστοῦ μεγαλοδωρεὰν, εὐθὺς ἡ μεγαλόφωνος ἀπηκρινομένη λέγει βροντή·
is winged up [to] the Monad of the Father; and lest anyone object that it is impossible to receive these thearchic gifts, since this twofold purification and the munificence of Christ are not set before all, straightway the loud-voiced thunder speaks in reply:
97 Ξυνὸς μὲν πάντεσσιν ἀὴρ, ξυνὴ δέ τε γαῖα, κ. τ. ἑξ.
97 Common to all is the air, and common the earth, and what follows.
Κοινὸς μὲν ὁμολογουμένως πᾶσι χερσαίοις καὶ πτηνοῖς ζώοις εἰς διατριβὴν ὁ ἀὴρ ὁμοίως ὑφαπλούμενος εἰς πνοήν τε τὴν κατὰ φύσιν καὶ ἐκπνοήν· κοινὴ δὲ καὶ ἡ γῆ ὄχημα πᾶσιν ἢ δίαιτα τοῖς οἰκοῦσιν ὑποβεβλημένη, καὶ τοῖς παρ' αὐτῆς ὡσαύτως δεξιουμένη καρποῖς, ὥσπερ καὶ ἡ θάλασσα τοῖς πλωτοῖς, εἰ καὶ τὸ πλέον αὐτῶν ἔχειν ἡ τῆς προαιρέσεως ἐκβιάζεται πλεονεξία· κοινὸς δὲ πρὸς τοῖς ἄλλοις στοιχείοις καὶ ὁ ὑπερτεταμένος τῶν ὅλων οὐρανὸς, ἥλιός τε καὶ σελήνη καὶ ὅσα ὥρια, εἴτουν αἱ τοῦ ἔτους ὧραι, κυκλικῶς καὶ ἰσοτίμως ἀεὶ τὸν ἀνθρώπινον βίον περιελισσόμεναι· κοινὸν δὲ τοῖς ἀνθρώποις καὶ τὸ σωτηριῶδες ὑπάρχει λουτρὸν, τοῦ μὲν οὖν ὕδατος τοῦ ἐν τῷ βαπτίσματι καὶ αὐτοῖς διδομένου τοῖς νηπίοις, πάντες μονονουχὶ φάναι χωροῦσι τὸ μυστήριον, τοῦ Πνεύματος δὲ καὶ τοῦ αἵματος, ἀμυδρότερον μὲν καὶ σκιωδέστερον τοῖς τὴν πίστιν ἀτελεστέροις ἢ τὸν βίον νωθροτέροις, λαμπρότερον δὲ καὶ φωτοφανέστερον τοῖς βεβαιοτέροις καὶ καθαρωτέροις ἐλλάμποντος καὶ θεουργοῦντος, εἰς τὸ τέλος αὐτὴ καθαρῶς ἡ τελεσιουργία ἢ θεουργία τούτοις παραστήσεται ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.
Confessedly common to all land and winged living creatures for their abode is the air, spread out alike for natural inhalation and exhalation; and common too is the earth, laid beneath as a support or dwelling for all who inhabit it, and welcoming them equally with its fruits, just as the sea also is for swimming creatures, even though the greed of free choice forces its way to have the larger share of them; and common, in addition to the other elements, is the heaven stretched over all things, and sun and moon and all seasonal things, that is, the seasons of the year, revolving cyclically and with equal honour around human life; and common to men is also the saving laver: of the water in baptism, which is given even to infants themselves, all—one might almost say—have room for the mystery; while of the Spirit and the blood, shining forth and deifying more dimly and shadowily for those more imperfect in faith or more sluggish in life, but more brightly and luminously for those firmer and purer, unto the end the very perfection or deification itself will purely stand present for them in Christ Jesus. Amen.
Ἐξήγησις τῶν ἀποῤῥήτων τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἐπῶν· Περὶ ἀρετῆς ἀνθρωπείας λόγος θʹ.
Exposition of the Arcane Poems of Saint Gregory the Theologian: On Human Virtue, Discourse 9.
Θεωρητικώτατον λόγον καὶ φιλοσοφώτατον καὶ τῆς Γρηγορίου τῷ ὄντι θεοῤῥημοσύνης ἄξιον διὰ τῶν προκειμένων τούτων ἐπῶν περὶ ἀνθρωπίνης ὁ θεόληπτος διασκευάζεται ἀρετῆς, ἐν ᾧ πᾶσαν μὲν οἴησιν νοὸς καὶ αὐταρέσκειαν ἢ ἀνθρωπαρέσκειαν κολάζει ψυχῆς, ταπεινοφροσύνην δὲ καὶ φρονήματος μετριότητα τοῖς ἐρασταῖς αὐτῆς περιποιεῖ· λέγει δὲ οὕτως·
Through these present verses the divinely inspired man constructs a most contemplative and most philosophical discourse concerning human virtue, truly worthy of Gregory's divine eloquence, in which he chastises all conceit of mind and self-pleasing or man-pleasing of soul, and procures humility and moderation of spirit for its lovers; and he speaks thus:
1 Τὴν ἀρετὴν ποθέω μὲν, ἀτὰρ τόδε μ' οὐκ ἐδίδαξεν,
1 Virtue indeed I long for, yet this it has not taught me,
2 Ἥτις δὴ τελέθει καὶ ὁππόθεν ἵξετ' ἔμοιγε, κτλ.
2 What indeed it is and whence it will come to me, etc.
Πάντα τὰ ὄντα τοῦ κατ' αὐτὰ ἐφίεται παναγάθου· ἀναλόγως γὰρ τῆς αὐτῶν οὐσίας ἢ φύσεως τὰ ἁπλῶς μὲν ὄντα τοῦ εἶναι, τὰ ζῶντα δὲ τοῦ ζῇν, τὰ φυτικὰ δὲ τοῦ φύεσθαι, τὰ κινητικὰ δὲ τοῦ κινεῖσθαι, καὶ τὰ αἰσθητικὰ μὲν τοῦ αἰσθάνεσθαι, τὰ λογικὰ δὲ τοῦ λογίζεσθαι, καὶ τὰ νοητικὰ δηλαδὴ κατ' ἀναλογίαν τῆς αὐτῶν προκοπῆς ὀρέγεται τοῦ νοεῖν· ὁ ἄνθρωπος δὲ τῶν εἰρημένων πάντων μέτοχος ὢν, εἴγε πρὸς τὸ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ὑπερεκτείνοιτο, πρὸς τοῖς ἄλλοις ἔτι καὶ τὴν ἔφεσιν προσλαμβάνει τῆς ἀρετῆς, δι' ἧς τοῦ ἀκροτάτου τῶν ἀγαθῶν ἐλπίζει κατευστοχεῖν. Ἡ τοίνυν ἀρετὴ τῶν πάντων ἀγαθῶν οὖσα τὸ κάλλιστον· τί γὰρ ἂν καὶ ἐπινοηθείη κρεῖττον ἢ ἀξιεραστότερον αὐτῆς, δι' ἧς
All existing things desire the all-good that accords with them; for in proportion to their essence or nature, things that simply exist desire to be, living things to live, vegetative things to grow, mobile things to move, sentient things to perceive, rational things to reason, and intellectual things clearly reach out to intellect in proportion to their progress; and man, being a partaker of all the things mentioned, if indeed he stretches out beyond towards what is according to the image and likeness of God, takes on in addition to the rest the desire for virtue, through which he hopes to hit the mark of the highest of goods. Virtue, therefore, being the fairest of all goods—for what could even be conceived better or more worthy of love than it, through which
Notes, col. 712
On the reading
Printed ἀπηκρινομένη, for ἀποκρινομένη.
PG 38:713Read from the pageὁ τελισκόμενος κολλᾶται Θεῷ, καὶ ἓν πνεῦμα, κατὰ τὸν Ἀπόστολον, αὐτῷ γίνεται; Καθ' ὅσον τοιγαροῦν ὑψηλόν τε καὶ νοερὸν καὶ τῆς πρώτης μακαριότητος πρόξενον τὸ χρῆμα πεπίστευται τῆς ἀρετῆς, κατὰ τοσοῦτον καὶ πολλὰ ἔχει τὰ πρὸς τὴν κατόρθωσιν ταύτης ἀνάντη καὶ δυσχερῆ. Ἵνα γὰρ τὸν τοῦ δυσμενοῦς φθόνον παρῶ ἐπισκοπεῖν ἀεὶ τὴν πρόθεσιν τοῦ πρὸς αὐτὴν ἀνιόντος πειρωμένου, αὐτὴ ἡ κατ' αἴσθησιν ζωὴ, ὅ τε σύμφυτος τῆς ψυχῆς θυμὸς καὶ ἡ ἐπιθυμία, εἰ μὴ πνευματικῷ νόμῳ παιδευθέντα καὶ ταχθέντα, καταπιθῆ καὶ εὐήνια γένοιτο τῷ λογισμῷ, οὔπως ἂν ὁ ἐχθρὸς ἀποστραφείη, οὐδ' εἰλικρινὴς ἀνθρώπῳ κατορθωθείη ἀρετή· δι' ὃ καὶ ὁ τῷ ἔρωτι αὐτῆς κάτοχος φιλοσόφως εἰς ἑαυτὸν τὸν λόγον μετασχηματίζων, Τὴν ἀρετὴν, φησὶ, ποθῶ μὲν, καὶ οὐκ ἀρνήσομαι· τοῦτο γὰρ καὶ πάντες οἱ τοῦ ὄντως ἐρασταὶ καλοῦ· ἀλλὰ τοῦτό με οὐκ ἐδίδαξε, τίς ποτε αὕτη, καὶ ὅθεν ἄν μοι προστεθείη, κομιδῇ ταύτης ἔχοντι τὴν ὄρεξιν· οἷς καὶ ἀνιῶμαι τῇ ἀτελότητι ταύτης ἀλγυνόμενος· πᾶς γὰρ πόθος ἀτέλεστος, ὀδύνη τῷ κεκτημένῳ τοῦτον χρηματίζει.
he who is being initiated is joined to God, and becomes one spirit with Him, according to the Apostle? Inasmuch, therefore, as the matter of virtue is believed to be lofty and intellectual and productive of the first blessedness, in that same measure it also has many steep and difficult obstacles towards its achievement. For, to pass over the envy of the adversary, who is ever watching the purpose of him who attempts to ascend towards it, the very life according to sense, and the innate spiritedness and desire of the soul, unless they be disciplined and ordered by a spiritual law and become obedient and tractable to reason, in no wise would the enemy be turned away, nor would pure virtue be achieved by man; wherefore he also who is possessed by love of it, philosophically transforming the discourse to himself, says: Virtue indeed I long for, and I will not deny it; for this all lovers of the truly noble also do; but this it has not taught me, what ever it is, and whence it might be added to me, who have the appetite for it exceedingly; by which things I am also grieved, pained by its imperfection; for every unfulfilled longing proves a pain to him who possesses it.
Εἰ μὲν δὴ καθαρὸς, κ. τ. ἑ.
If indeed pure, etc.
Ἡ μὲν ἀληθὴς ἀρετὴ καὶ τῷ ὄντι καθαρὰ, τῷ πάσης κακίας καὶ ῥυπαρίας σαρκὸς καὶ πνεύματος πάμπαν ἀπηλλάχθαι, ὕδατι προσέοικε καθαρωτάτῳ, καὶ ῥεύματι κρήνης ἐξαλλομένῳ ζώσης, ἐξ οὐδεμιᾶς χειμερίων ὑδάτων, ἤτοι χειμάῤῥων, ἐπιμιξίας τὸ τοῦ νάματος θολουμένῳ διειδέστατον. Εἴπερ οὖν τις οὕτω καθαρός ἐστιν, ὡς ἀμιγῆ πάσης κακίας καὶ ἁμαρτίας ἀμίαντον τὴν αὑτοῦ τηρήσας ψυχὴν καὶ τὸν νοῦν, ἀθόλωτον δὲ τὴν σάρκα καὶ ἄῤῥυπον, ζητῶ τίς ἂν οὗτος εἴη; εἰ γὰρ ἄστρα οὐ καθαρὰ ἐναντίον αὐτοῦ, κατὰ τὸ λόγιον, ἔα δὲ οἱ κατοικοῦντες οἰκίας πηλίνας· ἢ γὰρ ἐκ καρδίας ἰδίας βόρβορον ἀτόπων ἀναφέρει ἄνθρωπος λογισμῶν· αὕτη μία αἰτία τῆς κακίας· ἔπειτα σάρκα βαρεῖαν καὶ ἰλυώδη πρὸς τὸ γεῶδες βρίθουσαν φρόνημα συνεφελκόμενος ῥυπαίνεται· πρὸς δὲ καὶ τῷ ἄρχοντι τοῦ σκότους τῷ τῆς ἡμετέρας ἐχθρῷ σωτηρίας ἔξωθεν παροτρυνόμενος, καὶ πρὸς ἁμαρτίαν ὑφαπτόμενος, πῶς ἂν δυναίμην ἀκραιφνῆ προΐσχειν τὴν ἀρετήν;
True and genuinely pure virtue, by being altogether freed from all vice and filthiness of flesh and spirit, resembles purest water and a stream leaping forth from a living spring, whose utmost clarity of flow is muddied by no admixture of winter waters or torrents. If, then, anyone is so pure as to have kept his soul and mind unmixed with all vice and undefiled by sin, and his flesh unmuddied and stainless, I ask who this might be? For if the stars are not pure before Him, according to the oracle, let alone those who dwell in houses of clay; for either man brings up from his own heart the mire of absurd thoughts—this is one cause of vice—and furthermore, dragging along a heavy and muddy flesh that weighs down the mind towards the earthly, he is defiled; and besides, being spurred on from without by the ruler of darkness, the enemy of our salvation, and inflamed towards sin, how could I hold forth pure virtue?
Ἐπειδὴ οὖν ῥύσις εἰμὶ παγεῖσα.
Since then I am a congealed flux.
Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, φησὶν ὁ Ἰὼβ, ἐτύρωσας δέ με ἴσα τυρῷ, διὰ βίου τε ῥέοντος καὶ εὐμεταβόλου διεκτρέχω; οὐκ ἦν ἐοικὸς, ἤτοι προσφυὲς, ἄῤῥευστόν με Θεῷ βίον καὶ παντάπασιν ἀναμάρτητον βιοῦν.
Didst Thou not milk me like milk, says Job, and curdle me like cheese, and do I not run through a flowing and changeable life? It was not likely, that is, natural, for me to live a life unflowing like God and altogether sinless.
Εἰ δ' οὐκ ἀργύρεος πάντῃ νόος, ἀλλ' ἐπίμικτος.
And if the mind is not altogether of silver, but mixed.
Εἰ δὲ τοῦτο, φησὶν, ἀληθὲς, καὶ ὁ τροπικῶς προσειρημένος ῥοῦς, ἤτοι βίος, οὐκ ἀργύρεος οὐδὲ δόκιμος παντελῶς καὶ καθαρὸς, ἐπιμιξίᾳ δὲ τῆς κακίας θολούμενος μολύνεται καὶ ἀκόσμως καταχραίνεται, πῶς ἂν εἴη τοῦτο ἀρετή; Φράσον δή μοι, φησὶν ὁ σοφώτατος, εἰ ἄξιον τὴν οὕτω διακειμένην ἕξιν καλεῖν ἀρετήν· καὶ γὰρ κἀγὼ ὧδε κἀκεῖ τοῦ νοῦ περιελίσσων, καθαράν τέ τινα καὶ ἀκραιφνεστάτην βίωσιν ἐν ἀνθρώπῳ μὴ δυνάμενος ἰδεῖν, ἀπορῶ, πῶς ἀρετὴν τὴν ἐπίμικτον πρὸς κακίαν ὀνομάσαιμι.
And if this, he says, is true, and the stream spoken of figuratively, that is, life, is not of silver nor altogether approved and pure, but being muddied by the admixture of vice is defiled and disorderly stained, how could this be virtue? Tell me indeed, says the most wise one, whether it is worthy to call a habit thus disposed virtue; for I too, turning my mind hither and thither, being unable to see any pure and most stainless manner of life in man, am at a loss how I could name virtue that which is mixed with vice.
16 Ψυχρὴ μὲν χιόνος φύσις ἔπλετο ἀργυφέη τε, κ. τ. λ.
16 Cold indeed is the nature of snow and silvery-white, etc.
Οἶδα, φησὶν ὁ θεῖος τῶν ἔργων Θεοῦ ἐξηγητὴς,
I know, says the divine interpreter of the works of God,
Notes, col. 713
On the reading
Printed καταπιθῆ, for καταπειθῆ.
PG 38:715Read from the pageψυχράν τε οὖσαν τὴν τῆς χιόνος φύσιν καὶ λευκὴν, ξανθὴν δὲ τὴν τοῦ πυρὸς καὶ θερμὴν, καὶ τὰς ἐναντίας ἐν τούτοις ποιότητας οὕτω παντελῶς ἀμιγεῖς, ὡς εἴ τις βιάσαιτο ψυχράναι μὲν τὸ πῦρ τῇ χιόνι, θερμᾶναι δὲ τὴν χιόνα τῷ πυρὶ, λυθῆναι πρότερον ταῦτα ἢ μιγῆναι· πῶς δὲ τῷ κάλλει τὸ αἶσχος ἐπεισῆλθεν; πῶς τῇ ἀρετῇ ἡ κακία ἐπεφύη; πῶς δὲ τῇ τοῦ μεγάλου Θεοῦ εἰκόνι ἡ κακόζηλος ἁμαρτὰς ἐπεισπίπτουσα ἀτιμοῖ καὶ καταισχύνει, εἴπερ ἀληθῶς δι' ἀρετῆς ἔγωγε Θεὸς καὶ σὸς κλῆρος εὔχομαι εἶναι καὶ κληρονομία; Πυνθάνομαι πολλῶν ἐξηγουμένων ἀκούων, ὡς ἄρα Ἀλφειὸς ἐκεῖνος ὁ ἐξ Ἀρκαδίας ἐπὶ τὴν Σικελίαν ῥέων ποταμὸς ἐπὶ πολὺ τῆς πικρᾶς θαλάσσης τὸ γλυκὺ ῥεῦμα τοῦ νάματος ἀνεπίμικτον τῆς θαλαττίας ἅλμης διεκβάλλει· καὶ τοῦτο θαῦμα, φησὶ, μέγα καὶ ἔκπληξις, εἴπερ ἀλώβητον αὑτοῦ τὴν γλυκύτητα καὶ ἀνύβριστον διεκπερᾷ· ὡς γὰρ ἡ ἅλμη λώβη ἐστὶ τῆς τοῦ ὕδατος γλυκύτητος, οὕτω τοῦ ἀέρος μὲν ἡ κάτωθεν ἀπὸ γῆς ἀνιοῦσα ἀχλὺς, τῶν σωμάτων δὲ ἡ νόσος, τῆς ἀρετῆς δὲ αὐτῆς ἡ τῆς ἁμαρτάδος νὺξ ἀτιμία καὶ ὕβρις ἐστίν. Πολλάκι ταρσὸν ἄειρα πρὸς αἰθέρα ἢ τῆς χειρὸς ἐκπετάζων ἐν τῇ προσευχῇ ἢ τὰ τοῦ νοῦ κινήματα πρὸς οὐρανὸν ὑψοῦντα καὶ τὸν Ὕψιστον, φροντὶς παρεμπεσοῦσα τῶν ἀνθρωπίνων, καθείλκυσεν καὶ κατέβαλεν χαμαί. Ἄλλοτε πάλιν ὁ θεοπτικώτατος τῆς ὑπερφαοῦς θεότητος καθαράν μοι, ἔφη, καταυγασάσης λαμπηδόνα, νέφος ἐπεισφρῆσάν ποθεν καὶ κάκιστος ζόφος διέκοψε τὴν ἔλλαμψιν· καὶ ἡ μὲν τοῦ ἀγαθοῦ θεωρία ἐξ ὀφθαλμῶν ἀπῆλθεν, ὧδε προσιόντα διέδρα ἄφνω ἀποπτᾶσα ἀπέκναισέ με, κατέθλιψέ με· τοῦτο γὰρ τὸ, ἐδάϊξεν.
that the nature of snow is cold and white, and that of fire is bright-red and hot, and that the opposite qualities in these are so altogether unmixed that if one should force oneself to cool fire with snow, or to warm snow with fire, these would sooner be dissolved than mingled; how then did ugliness enter into beauty? How did vice grow upon virtue? And how does perverse-emulating sin, falling upon the image of the great God, dishonour and shame it, if indeed through virtue I boast to be a god and Thy lot and inheritance? I enquire, hearing many expounding, how that famous Alpheus, the river flowing from Arcadia to Sicily, for a long space casts its sweet stream of water through the bitter sea unmixed with the sea's brine; and this, he says, is a great marvel and astonishment, if it passes through with its sweetness unharmed and uninsulted; for just as brine is a bane to the sweetness of water, so the mist ascending from the earth below is to the air, and disease is to bodies, and the night of sin is dishonour and insult to virtue itself. Often I raised my wing towards the ether, either spreading out my hand in prayer or lifting the movements of the mind towards heaven and the Most High, [and] a care for human affairs, intervening, dragged me down and cast me to the ground. At another time again, the most God-beholding [sage] said, when the super-luminous Godhead had shone upon me a pure splendour, a cloud creeping in from somewhere and an evil gloom cut off the illumination; and the contemplation of the good departed from my eyes, suddenly flying away it escaped me as I approached hither, it vexed me, it crushed me; for this is what "rent" means.
Τίς ὁ φθόνος;
What is the envy?
Τίς ἡ αἰτία τῆς τοῦ καλοῦ ἀτευξίας καὶ ἀπολισθήσεως;
What is the cause of missing and slipping away from the noble?
Ἢ ποθέεσθαι
Or to be longed for
Αἰὲν ἐμοὶ, κ. τ. ἑξ.
Always to me, etc.
Πυθόμενος τίς ἡ αἰτία τῆς τοῦ ἀγαθοῦ ἀποφυγῆς καὶ τοῦ δύσληπτον τὴν αὐτοῦ καθεστάναι θεωρίαν, πρῶτον μὲν ἐπήγαγεν ὡς ὑπερβολῇ χρηστότητος τὸ Θεῖον, ἀεὶ ποθεῖσθαι ποθεῖ, διψῶν τὸ διψᾶσθαι καὶ ποτίζον τοὺς πιεῖν προστρέχοντας· τὸ δὲ, ἐμοὶ, ἀντὶ τοῦ, κατὰ τὴν ἐμὴν κρίσιν, δηλοῖ· Τοῦτο δὲ, φησὶ, καὶ ἀνθρώπου νόμος ἐστίν· ὡς γὰρ πατὴρ ἀεὶ ἀγαπᾶσθαι καὶ ζητεῖσθαι πρὸς τῶν αὑτοῦ ἐκγόνων ποθεῖ καὶ ἀπαιτεῖ, οὕτω καὶ ὁ διαφερόντως φιλάνθρωπος Θεός· αὐτὸ δὲ τοῦτο καὶ ἡμῖν λυσιτελέστερον καὶ κρεῖττον εἶναι, μὴ προχείρως μηδὲ ῥᾷστα καταθεωρεῖν τὸν ἀκατάληπτον· οὕτω γὰρ τῶν μὴ ἀξίως μηδὲ διὰ πολλῶν τῶν ὑπὲρ ἀρετῆς πόνων προπεπαιδευ[ο]μένων, ῥᾷον ὡς ἀναξίων ἡ χάρις καταφρονηθεῖσα ἀποστήσεται.
Having asked what is the cause of the flight of the good and of its contemplation being hard to grasp, first he added that by excess of goodness the Divine ever longs to be longed for, thirsting to be thirsted after and giving drink to those who run to drink; and "to me" signifies instead of "according to my judgement." And this, he says, is also a law of man; for just as a father ever longs and demands to be loved and sought by his own offspring, so too does the pre-eminently philanthropic God; and this very thing is also more profitable and better for us, not readily nor most easily to contemplate the incomprehensible One; for thus, from those who have not been previously trained worthily nor through many labours for the sake of virtue, grace, being despised, will more easily depart as from unworthy persons.
33 Τοῦτο γὰρ ἔμπεδόν ἐστιν, ὃ νοῦς κάμε, κ. τ. λ.
33 For this is steadfast, at which the mind laboured, etc.
Εἰπὼν ὅτι βέλτιόν ἐστιν ἀνδρὶ κόπῳ μὲν τὴν θεωρίαν λαβεῖν τοῦ ἀγαθοῦ, κόπῳ δὲ φυλάξαι, τὴν αἰτίαν ἐπήγαγεν εὐθὺς, τοῦτο λέγων, Ἔμπεδόν ἐστι, βέ-
Having said that it is better for a man to receive the contemplation of the good with toil and to guard it with toil, he immediately added the reason, saying this: It is steadfast, [firm-]