σιν ὀξυφαὴς γίνομαι καὶ ὀξυήκοος, πρὸς τὴν ἐπίσκεψιν δὲ τῶν ἰδίων ἀφεγγὴς καὶ ἐπιλήσμων· καὶ αὖ πάλιν· Οὐράνιος μὲν ἐν λόγοις καὶ μεγαλοῤῥημοσύναις, ἐν φρεσὶ δὲ καὶ νοήμασι χαμερπὴς καὶ ἐπιχθόνιος. « Εἰμὶ γαληνιόων τε καὶ εὔδιος. » Γαλήνιος ἔστιν ὅτε καὶ ἐπιεικὴς καὶ πραῢς τοῖς ἀνθρώποις καθορώμενος· εἰ δέ ποτε πνεῦμα ὀργῆς καὶ μικρὸν ἐκ μικρᾶς αἰτίας ἀντιπνεύσει, οἷάπερ θάλασσα κύμασι φυσιούμενος καὶ ὕβρεσι τὸν λυποῦντα ἢ καὶ χερσὶν ἀντιλυπεῖν ὀρεγόμενος, οὐ πρὶν κατεστόρεσα τὸ φύσημα πρὶν ἢ νηνεμίαν καὶ κατάπαυσιν γεγονέναι τοῦ θυμοῦ, ἡνίκα δὴ τὴν ἀταξίαν ἐπιδεδειγμένου τοῦ θυμοειδοῦς, οὐδὲν θαυμαστὸν τὴν αὐτοῦ ἔξσψιν σβεσθῆναι.
I become sharp-sighted and sharp-hearing, yet towards the inspection of my own faults dim and forgetful; and again: Heavenly in words and lofty speeches, yet in mind and thoughts creeping on the ground and earthly. "I am calm and serene." Sometimes beheld by men as calm and equitable and gentle; yet if ever even a small wind of anger blows against me from a small cause, swelling like the sea with waves and reaching out to grieve in return with insults or even with hands the one who grieves me, I did not lay the puffing down before a stillness and cessation of wrath had come about, when indeed, the spirited part having displayed its disorder, it is no marvel that its kindling should be quenched.
Πολλάκις, φησὶν ὁ θεόληπτος, σὺν ἀγαθαῖς ἐλπίσιν ἄνδρα εὐθυδρομοῦντα, καὶ πρὸς Θεὸν εὐοδούμενον, καὶ ἐν μεσότητι τῆς ἀρετῆς ἐκτεινόμενον, καὶ ἐγγίζοντα πρὸς τὸ τέλειον, ἐξαπιναίως παρεισφθαρεῖσα κακία, καὶ ὀπισθόρμητον αὐτὸν ἀνατρέψασα, ὑπὸ τοὺς πρόποδας τῆς ἀρετῆς καὶ τὴν τῶν εἰσαγομένων κατάστασιν ἐθήκατο. Καὶ γὰρ ὥσπερ οἱ κατὰ ψάμμου θαλασσίας τόπον ἀνάντη προσβαίνοντες, ἅμα τῷ προσπελάσαι τῷ ποδὶ, διαῤῥεούσης αὐτῆς καὶ εἰς τοὐπίσω φερομένης, ἀστατοῦσι μὲν τούτοις τὰ ἴχνη, ἀναῤῥιχᾶσθαι δὲ καὶ προβαίνειν πειρώμενοι οὐδὲν πλέον τοῦ κόπους ἑαυτοῖς παρέχειν εἰκαίους ἀπώναντο· οὕτω, φησὶ, καὶ ὁ ὀλέθριος ἡμῶν Δυσμενὴς, ὡς κατὰ ψάμμου τῆς τῶν λογισμῶν ἀστασίας τῆς ἡμῶν διανοίας φερομένης, καὶ τῇ ἐπιθυμίᾳ τοῦ καλοῦ πτερουμένης, καὶ ἀνιέναι πειρωμένης τὸν οἶμον τῆς ἀρετῆς, ἀπρόκοπον ἀποδείκνυσι τὴν προθυμίαν· δι' ὃ, φησὶ, πῇ μὲν ἀνέρχομαι, μέρος εὐσεβείας οἰόμενος κατορθοῦν, πῇ δὲ ἔμπαλιν ὀπισθόρμητος ἀπολισθαίνω, μᾶλλον ἢ πρώην τοῦ τελείου ἀποπεπτωκώς· δι' ὃ καὶ ἀσχάλλω λοιπὸν καὶ ἀδημονίᾳ καὶ ἀπογνώσει ψηλαφώμενος καὶ κατοδυνώμενος, δυσθάνατον ἐμαυτὸν καὶ ἄθλιον οἰκτιζόμενος ἀποκαλῶ, ὡς ἀεὶ μὲν ὁδεύειν δοκῶν τὸν δρόμον τῆς ἀρετῆς, οὐδέπω δὲ τὸ τέλος αὐτῆς πεφθακὼς, ἀεὶ φόβῳ μεγάλῳ τῆς τοῦ ἀγαθοῦ ἀτευξίας περιστοιχιζόμενος· βίαν μὲν καὶ πόνοις μακροῖς μόλις τι κατορθοῦν νενόμικα, ῥᾷστα δὲ ὡς καταπρανοῦς πρὸς κακίαν ἀπωλίσθησα· πάλιν μηκύνεταί μοι πολλάκις, ὁ φιλάρετός φησιν, ἐγὼ δὲ τὴν λύσιν τῆς ζωῆς οὐ θέλω ἐλπίδι μετανοίας, τὸ τῆς ἁμαρτίας ἴαμα ποθῶν, ταῖς πολλαῖς δὲ τῆς μακροβιότητος ἡμέραις τὴν κακίαν οὐδὲν ἧττον πλεονάζων, οὔτε μετάνοιαν, οὔτ' οὖν θεραπείαν εὑρίσκω τοῦ κακοῦ· καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀρετὴ ἥ γε κατὰ τὴν ἰδίαν αὐτῶν ὑπόληψιν καὶ σπουδὴν ἐπιτηδευομένη, καὶ οὐκ ἐν δυνάμει Ἰησοῦ, τοιαύτη.
Often, says the divinely inspired man, a man running straight with good hopes, and prospering on his way towards God, and stretching out in the midst of virtue, and drawing near to perfection, wickedness suddenly creeping in and overturning him backwards has placed at the foothills of virtue and in the state of beginners. For just as those ascending a steep place over sea-sand, as soon as they set foot upon it, since it flows away and is carried backwards, have unsteady footsteps, and trying to clamber up and advance gain nothing more than giving themselves vain toils; so, he says, our destructive Adversary too, when our mind is carried as over the sand of the instability of thoughts, and is winged by the desire of the good, and tries to ascend the path of virtue, renders our eagerness without progress; wherefore, he says, at one time I ascend, supposing that I achieve a portion of piety, and at another time I slip backwards again, having fallen further from perfection than before; wherefore also I grieve henceforth and, groped at and pained by distress and despair, pitying myself I call myself hard-dying and wretched, as seeming always to travel the road of virtue yet never having attained its end, always encompassed by great fear of failing to obtain the good; with force and long labours I have scarcely thought to achieve anything, yet most easily as down a slope I slipped into wickedness; again, my life is often lengthened, says the lover of virtue, and I do not wish the dissolution of life in the hope of repentance, longing for the remedy of sin, yet in the many days of longevity abounding no less in wickedness, I find neither repentance nor indeed healing of the evil; and such is the virtue of men, at least that which is practised according to their own supposition and zeal, and not in the power of Jesus.