Migne Reading Room

PG 38 · cols. 693–703 · Read from the page

Of Nicetas David * Paraphrase of the arcane poems of St Gregory, edited in Greek by Ern. Droncke, and by us in Greek and Latin

Of Nicetas David * Paraphrase of the arcane poems of St Gregory, edited in Greek by Ern. Droncke, and by us in Greek and Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:693Read from the page
ἡμετέραν ἀναλαβὼν, ταῖς σαῖς ἐναπόθου ἀκοαῖς, μικρὰν δὲ τέρψιν καὶ ἡδύτητα τῇ παρούσῃ προσαναμίξομεν ᾠδῇ· καὶ τὴν περὶ ψυχῆς ὑμνολογίαν ἢ θεολογίαν οὐκ ἀηδῆ τοῖς συνετῶς ἐπαΐειν ἐθέλουσι παραθησόμεθα.
taking up our [lyre], store it in thy ears, and we shall mingle a little delight and sweetness with the present song; and we shall set forth the hymnody or theology concerning the soul, not unpleasant to those who wish to hearken with understanding.
55 Ἦν ποτε, ἦν ὅτε κόσμον ἐπήξατο νοῦ λόγος αἰπὺς, κτλ.
55 There was a time, there was when the lofty word of Mind framed the world, etc.
Ἄνωθεν τὸν περὶ ψυχῆς λόγον ἀπ' ἀρχῆς τῆς τοῦ κόσμου γενέσεως ὁ θεῖος ἀναλαβόμενος ἱεροφάντης, ἦν ποτε, ἦν ὅτε, φησὶν, ὁ ὕψιστος τοῦ πρώτου νοῦ λόγος, τῷ πατρικῷ βουλήματι τὸν ὅλον τουτονὶ κόσμον ὑπέστησεν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι· εἶπεν γὰρ, καὶ ὅσα καὶ οἷα ἠθέλησεν παρήχθη. Ὡς οὖν ἅπαντα πρῶτον, οὐρανὸς, γῆ, θάλασσα καὶ τὰ ἐν αὐτοῖς ὑποστάντα εἰς ἕνα κόσμον συνεκέκριτο, ἐζητεῖτο δὲ οἷόν τις κόσμος δεύτερος, τῆς τε μητρὸς τῶν ἁπάντων σοφίας ἐπιστήμων, καὶ τῶν ὁρατῶν καὶ ἐπιγείων ἁπάντων κατ' εἰκόνα τοῦ κτίστου θεοειδὴς βασιλεύς· δι' ὃ λέγει, « Ἤδη μὲν καθαροὶ, » καὶ τὰ ἑξῆς. Οἱ μὲν καθαροὶ καὶ ἀθάνατοι τῶν ἀγαθῶν ἀγγέλων διάκοσμοι, τὸν οὐράνιον διαλαχόντες χῶρον, τὴν ἐμὴν δόξαν διαιωνίως μέλποντες ὑμνοῦσιν· γῆ δὲ καὶ ὁ φαινόμενος ὅλος οὑτοσὶ κόσμος τοῖς ἀλόγοις ζώοις καὶ ταῖς φυσικαῖς χάρισι τῶν ὁρατῶν ἡδόμενος καθωραΐζεται, ἐξ ἀμφοῖν δὲ τοῖν γενοῖν, ἀθανάτων φημὶ καὶ θνητῶν, ἤτοι λογικῶν καὶ ἀλόγων, νοήμονα μέτοχον κόσμου τοῦ νοητοῦ καὶ αἰσθητοῦ ἤρεσέ μοι συμπῆξαι· τοῦτον δὲ εἶναι ἄνθρωπον μέσον οὐρανίων μεγέθους καὶ χθονίων ταπεινότητος, τῇ ὁράσει μὲν τοῖς ὁρατοῖς, τῷ νοῖ δὲ τοῖς νοητοῖς ἐπιβάλλοντα, καὶ ταῖς νοεραῖς θεωρίαις μυσταγωγούμενον καὶ τερπόμενον, ἄγγελον ἄλλον, ἀπὸ γῆς ἤρεσε κατασκευάσαι, τῶν ἐμῶν ποιημάτων τε καὶ βουλευμάτων μύστην καὶ δοξαστήν.
Taking up the discourse concerning the soul from above, from the beginning of the generation of the world, the divine hierophant says: There was a time, there was when the supreme Word of the first Mind, by the Father's will, brought this whole universe into subsistence out of non-being into being; for He spoke, and as many things and of such a kind as He willed were brought forth. When therefore all things at first—heaven, earth, sea, and the things that had subsisted in them—had been compacted into one world, there was sought, as it were, a second world, knowledgeable in the wisdom that is mother of all things, and a godlike king over all visible and earthly things according to the image of the Creator; wherefore He says, "Already the pure," and what follows. The pure and immortal ranks of the good angels, having obtained the heavenly region as their lot, eternally sing and hymn My glory; while the earth and all this visible world is adorned, delighting in the irrational animals and in the natural graces of visible things; and out of both races, I mean the immortal and the mortal, that is, the rational and the irrational, it pleased Me to frame an intelligent sharer in both the intelligible and the sensible world; and it pleased Me to fashion this being, man, midway between the greatness of heavenly things and the lowliness of earthly things, applying himself by sight to visible things and by mind to intelligible things, and being initiated and delighted by intellectual contemplations, another angel, from earth, an initiate and glorifier of My works and counsels.
70 Ὡς ἄρ' ἔφη, κτλ.
70 Thus then He spoke, etc.
Ταῦτα μὲν ὁ δημιουργὸς Λόγος, οὐ λόγοις ταπεινοῖς οὕτως ἔφη καὶ μεριστοῖς, νοήμασι δὲ ἑνιαίοις καὶ θεοπρεπέσιν, ὁμοῦ τε ταῦθ' οὕτω δρᾷν ἐνενόησε, καὶ ἔργον παρέστη τὸ ἐννόημα· καὶ παρὰ μὲν τῆς νεωστὶ γενομένης ὕλης τοῖς ἀθανάτοις αὐτοῦ δακτύλοις μερίδα χοὸς, ὡς αὐτὸς οἶδεν, ἀνειληφὼς, τὴν ἐμὴν διεπλάσατο μορφὴν, ἐν αὐτῇ δὲ μοῖραν τῆς ἰδίας ἀπορρήτως ἐνέθηκε ζωῆς (τοῦτο γὰρ τὸ, μοιρήσατο)· ἐνέπνευσε γὰρ πνεῦμα, ὃ δὴ ἀπόῤῥοιά τίς ἐστι τῆς ἀσωμάτου θεότητος καὶ ἀθεάτου. Ἐκ τε οὖν τοῦ χοὸς τῆς σαρκὸς ἐμοὶ σχηματισθείσης, καὶ τῆς ψυχῆς δέ μοι διὰ τῆς παντοκράτορος κτισθείσης πνοῆς, εἰς ἄνθρωπον, φησὶ, ἕνα συνεπάγην, εἰκὼν τοῦ ἀθανάτου γενόμενος Θεοῦ, τῷ αὐτεξουσίῳ νῷ καὶ ἀρχικῷ· τούτοις γὰρ ἡ πρὸς τὸν Πλάστην ὁμοίωσις ὁρᾶται, καὶ ὁ ἐν ἀνθρώπῳ νοῦς ἀμφοτέρων τῆς τε ψυχῆς βασιλεύει καὶ τοῦ σώματος, δι' ὃ καὶ αὐτοκράτωρ τῶν ἐν ἡμῖν ἀνηγόρευται παθῶν· ἐντεῦθεν καὶ πρὸς ἄμφω τοὺς βίους γήϊνον καὶ οὐράνιον φυσικῶς ἐπιῤῥέπειν μοι δοκῶ, τὸν μὲν διὰ τὸ σῶμα, τὸν δὲ διὰ τὸ πνεῦμα στέργων, καὶ πρὸς ἑκάτερα ταῖς ἐπιθυμίαις διελκόμενος.
These things the Creator Word spoke, not thus with lowly and divided words, but with unified and God-befitting thoughts; and no sooner did He think to do these things thus, than the thought stood forth as deed; and having taken with His immortal fingers a portion of dust from the newly created matter, as He Himself knows, He moulded my form, and ineffably placed within it a portion of His own life (for this is what "apportioned" means); for He breathed in a spirit, which is a certain efflux of the bodiless and invisible Godhead. Out of the dust, then, when flesh had been shaped for me, and a soul had been created for me through the almighty breath, I was compacted, he says, into one man, having become an image of the immortal God, by the self-determining and sovereign mind; for in these the likeness to the Maker is seen, and the mind in man rules over both the soul and the body, wherefore it has also been proclaimed autocrat of the passions within us; hence I seem to myself naturally to incline towards both lives, the earthly and the heavenly, cherishing the one on account of the body and the other on account of the spirit, and drawn in both directions by desires.
PG 38:695Read from the page
78 Ἤδε μὲν ἀρχεγόνοιο βροτοῦ δέσις, κτλ.
78 Such was the binding of the primeval mortal, etc.
Ἡ μὲν ἐν ἀρχαῖς τοῦ προπάτορος δέσις, ἤτοι πλάσις καὶ ἔμπνευσις, τὸν εἰρημένον διεσκευάσθη τρόπον· ἐξ ἐκείνης δὲ τῆς ἀρχῆς ἄχρι τέλους σὰρξ μὲν ἐκ σαρκὸς, ψυχὴ δὲ βλαστοῦσα ἐκ ψυχῆς, τὸ σῶμα μὲν ἐκ τῆς σωματικῆς ῥύσεως ὁρατῶς, ἡ ψυχὴ δὲ ἀγνώστως καὶ ἀοράτως τῇ τοῦ σώματος διαπλάσει συνεισπίπτει· πῶς τοῦτο ἢ πῶς ἐκεῖνο; ὡς μόνος οἶδεν ὁ πρῶτον συνδήσας τὴν εἰκόνα τῷ χοῒ καὶ πνεῦμα συνδεδηκὼς τῇ σαρκί· εἰ μή τις, φησὶ, τοῖς ἐμοῖς συνηγορῶν λόγοις καὶ τοῦτον θαῤῥαλέως προσθήσει τὸν λόγον, πολλοῖς οὕτω δογματίζουσιν ἑσπόμενος, ὡς ἄρα καὶ τὸ σῶμα, τὸ πρῶτον πλασθὲν ἀπὸ γῆς, πρὸς τοὺς καθεξῆς βροτοὺς πάντας συγκιρνώμενον, ὥσπερ ἀνδρομέα γίνεται ῥύσις, καὶ ὡς ἀπὸ τῆς πρωτοπλάστου ῥίζης ἐκείνης ἄλλοτε ἄλλον ἔχουσα βροτὸν ἐκ βροτοῦ οὐκ ἀπολήγει. Ἀναλόγως δὲ τούτῳ καὶ ἡ παρὰ Θεοῦ πνευσθεῖσα ψυχὴ, τοῖς τῶν ἀνθρώπων σώμασι πλαττομένοις, οἷα ἀρτιγέννητος, καὶ αὐτὴ συνεισπίπτει καὶ συνεξανθεῖ, καὶ ὥσπερ ἐκ σπέρματος τῆς ἀρχεγόνου ψυχῆς ἐκείνης εἰς πολλὰς καὶ ἀπείρους πληθύεται, καὶ ἐν τοῖς θνητοῖς καὶ ὁμοειδέσι σώμασι καταμερίζεται, κατὰ βούλημα καὶ σθένος τοῦ εὐλογοῦντος καὶ προστάττοντος αὐξάνειν τε καὶ πληθύειν καὶ πληροῦν ἅπαν τὸ πρόσωπον τῆς γῆς.
The binding, that is, the fashioning and inbreathing, of the forefather in the beginning was contrived in the manner stated; and from that beginning until the end, flesh from flesh, and soul sprouting from soul, the body visibly from the bodily flux, and the soul unknowingly and invisibly enters together with the formation of the body; how this, or how that? As He alone knows who first bound the image to the dust and bound spirit together with flesh; unless someone, he says, pleading for my words, will also boldly add this account, following many who dogmatize thus, that the body too, first fashioned from earth, being mingled with all successive mortals, becomes as it were a human stream, and as from that first-fashioned root, having one mortal from another at different times, does not cease. And analogously to this, the soul breathed by God also enters together with and blossoms forth together with the bodies of men as they are fashioned, as though newly born, and as if from the seed of that primeval soul is multiplied into many and countless [souls], and is distributed among mortal and like-formed bodies, according to the will and power of Him who blesses and commands to increase and multiply and fill all the face of the earth.
91 Τοὔνεκεν ἡγεσίην νοερὴν λάχεν, κτλ.
91 Wherefore it obtained an intellectual leadership, etc.
Ἐπειδὴ τῷ κατ' ἀρχὰς χειρὶ Θεοῦ πλαστουργηθέντι πάντα καθεξῆς τὰ τῶν ἀνθρώπων σώματα συμφυᾶ καὶ ὁμοούσια, τῇ πρωτοκτίστῳ δὲ ἢ πρωτογόνῳ τοῦ προπάτορος ψυχῇ, ἀναλόγως καὶ πᾶσαι τῶν βροτῶν ἐκεῖθεν βλαστάνουσι καθ' ὁμοιότητα· διὰ τοῦτο καὶ τὴν νοερὰν τοῦ νοὸς ἡγεμονίαν ἅπασαι διαλαγχάνουσιν. Ἐπειδὴ δὲ ἀντίθεσιν εἶδε τῷδε τῷ λόγῳ ἀνακύπτουσαν ὁ θεηγόρος, τὴν ἀνόητον καὶ ἄλογον λέγω κίνησιν τῶν νηπίων καὶ βρεφῶν, παραδείγματι ταύτην πιθανῶς ἄγαν ἐπιλύεται. Ὡς γὰρ ἐν μικροτάτοις αὐλοῖς καὶ στενοπόροις πνεῦμα μέγα ἐναπολειφθὲν, στενήν τε καὶ ἔκτροπον, ὅ ἐστι δύσηχον, ἀναβάλλει τὴν ἠχὴν, εἰ καὶ πάνυ ὁ αὐλητὴς ἐπιστήμων ὢν τύχοι· ἡνίκα δ' ἂν πλατεῖς οἱ αὐλοὶ καὶ συμμέτρως εὐρύποροι εἰς χεῖρας ἀνδρὸς τεχνίτου περιενεχθεῖεν, τότε δὴ τελείαν καὶ εὔρυθμον ἀφιᾶσι τὴν φθαγγήν· οὕτω καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ, ἐν νηπιώδεσι μὲν ἀσθενοῦσα μέλεσιν ἀνοηταίνει, τελειουμένοις δὲ καὶ αὐτὴ τελείας τὰς ἐνεργείας καὶ πάντα τὸν οἰκεῖον συναναλάμπει σύμφυτον νοῦν.
Since all human bodies in succession are connatural and consubstantial with the one fashioned in the beginning by the hand of God, and analogously all the souls of mortals sprout from the first-created or first-born soul of the forefather in likeness thereto; for this reason all of them also obtain by lot the intellectual leadership of the mind. And since the God-inspired speaker saw an objection arising to this argument—I mean the unintelligent and irrational movement of infants and babes—he solves this very persuasively by an example. For just as in very small and narrow-bored pipes a great breath shut up within sends forth a thin and discordant, that is, harsh-sounding tone, even if the piper should happen to be very skilled; whereas when wide and proportionately broad-bored pipes come into the hands of a craftsman, then indeed they emit a perfect and harmonious sound; so too the soul of man, being weak in infantile limbs, acts without understanding, but as they are perfected, it too shines forth with perfect energies and all its own connate mind.
97 Αὐτὰρ ἐπειδὴ τεῦξεν ἑὸν βροτὸν ἄφθιτος Υἱὸς, κτλ.
97 But when the immortal Son had wrought His own mortal, etc.
Ἐπειδὴ ὁ θεῖος Λόγος, ὁ ἀθάνατος τοῦ Πατρὸς Μονογενὴς, κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον ἐδημιούργησε, τίνος ἕνεκεν; Ὡς ἂν, φησὶν, ἔχοι τοῦτον ἐν ἡμέραις ἐσχάταις δόξης ἰδίας ἀφορμὴν καινοπρεποῦς καὶ μεγαλοπρεποῦς, ὅτε δὴ τοῦ κτίσαντος ἀνθρωπι-
Since the divine Word, the immortal Only-Begotten of the Father, created man according to His own image, for what purpose? That He might have him, he says, in the last days as an occasion of His own novel and magnificent glory, when indeed the Creator's human-
Notes, col. 695

On the reading

Printed φθαγγήν, for φθογγήν.

PG 38:697Read from the page
σθέντος καὶ νέου Ἀδὰμ γεγενημένου, ὁ παλαιὸς Ἀδὰμ διὰ πίστεως ὅλον τὸ γήϊνον ἀμείψας, καὶ τῷ οὐρανίῳ Θεῷ προσκολληθεὶς, Θεὸς αὐτῷ συνοδεύσει πρὸς τὸν οὐρανόν. Ταύτην μεταξὺ τοῦ λόγου τὴν αἰτίαν τῆς πλάσεως ὑπαινιξάμενος ἐπάγει· « Οὔτε μιν, οὔτ' ἀνέηκεν ἐλεύθερον, » καὶ ἑξῆς· ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὡς οὔτε παντάπασιν ἐλεύθερον ἀφῆκεν τὸν ἄνθρωπον καὶ αὐτοδέσποτον (πῶς γὰρ καὶ ἦν ἄξιον ἔξω τῆς παντοκράτορος κεῖσθαι δεσποτείας;), οὔτε δὲ παντελῶς τοῦτον τρόπον ἀλόγων ἀνάγκης ὑπέζευξε ζυγοῖς· τὸν φυσικὸν δὲ νόμον καὶ ἀγαθὰς ἐννοίας τῇ αὐτοῦ καρδίᾳ ἐγγραψάμενος, ἐν τοῖς μεσαιτάτοις τοῦ ἀειθαλοῦς παραδείσου ἀμφιτάλαντον τίθησι χωρίοις, καὶ ἀμφιῤῥεπῆ μὲν ὡς αὐτοκίνητον καὶ αὐτεξούσιον, γυμνὸν δὲ ὡς ἁπλοῦν καὶ ἀπόνηρον, διπλόης τε πάσης ἐλεύθερον καὶ ὑποκρίσεως· καὶ γὰρ ἔμοιγε κριτῇ ἡ θεόφθεγκτος ἀπεφήνατο φωνή· ὁ παράδεισος οὗτος οὐρανία χρηματίζει κατάστασις καὶ δίαιτα ἁγίων νοῶν, οὗ δὴ τὸν ἄνθρωπον ἐν ἀρχαῖς ὁ πλάσας, γεωργὸν ἐννοιῶν θείων καὶ λόγων δραστήριον ἐθήκατο.
[having been] ... and become the new Adam, the old Adam through faith having exchanged all that is earthly and cleaved to the heavenly God, as a god will journey together with Him to heaven. Hinting at this cause of creation in the midst of his discourse, he adds: "Neither did He leave him free," and what follows; and what he says is this: That He neither left man altogether free and his own master (for how indeed was it fitting to lie outside the almighty lordship?), nor yet did He wholly yoke him under the yokes of necessity in the manner of irrational creatures; but having inscribed the natural law and good conceptions upon his heart, He places him poised in the balance in the very midst of the ever-blooming paradise, inclined to either side as self-moved and possessing free will, and naked as simple and guileless, free from all duplicity and hypocrisy; for indeed, in my judgement, the divinely uttered voice declared: this paradise is called a heavenly state and way of life of holy minds, where indeed He who fashioned man in the beginning placed him as an active tiller of divine conceptions and words.
107 Οἴου μιν ἀπέεργε τελειοτέροιο φυτοῖο, κτλ.
107 From one more perfect plant alone He debarred him, etc.
Ἑνὸς φυτοῦ μόνου τὴν γεῦσιν ἐκώλυσεν ὁ Πλαστουργός. Εἰ μέν τι καὶ ξύλου εἶδός τι ἦν ἐκεῖ τὸ τῷ πρωτοπλάστῳ ἀπηγορευμένον, τοῖς εἰποῦσιν οὐ διοίσομαι· θεωρίας δὲ μετάληψιν κρείττονος ἢ κατὰ τὴν ἕξιν Ἀδὰμ τὸ φυτὸν ἐκεῖνο νοεῖν καὶ πάνυ συνθήσομαι τῷ διδασκάλῳ. Αὕτη γὰρ, φησὶ, τελείαν ἐν ἑαυτῇ διάκρισιν τοῦ ἀγαθοῦ τε ἔχει καὶ τοῦ κακοῦ, κατὰ τὸν αὐτῆς μεταλαμβανομένη καιρόν· δι' ὃ οὐ τοῖς πρὸς Θεὸν ὁδεύειν ἀρχομένοις, ἤτοι νηπίοις καὶ ἀτελέσιν ἐν Χριστῷ, λυσιτελὴς, ἀλλὰ τοῖς τὴν νοερὰν προκεκοφόσιν ἡλικίαν, καὶ εἰς μέτρον πνευματικῆς ἀναβάσεως ἐν θεωρίᾳ καὶ πράξει Χριστοῦ κατηντηκόσιν, τοσοῦτον βαρύνουσα τοὺς ἀτελεῖς, ὅσον καὶ ἡ στερεὰ τροφὴ τοὺς γάλακτος ἔτι δεομένους. Ἀλλ' ἐπειδὴ τοῦ φθονεροῦ δαίμονος ἐπιβουλαῖς καὶ γυναικὸς παραινέσεσιν ἡττηθεὶς, τῆς ἀπειρημένης ἐκείνης γεύσεως πρὸ ὥρας καὶ παρὰ τὴν ἐντολὴν μετέσχε, τοὺς δερματίνους μὲν χιτῶνας, ἤτοι τὴν βαρεῖαν καὶ θνητὴν σάρκα, ἀντὶ τοῦ διαφανεστάτου καὶ λεπτοτάτου σώματος νεκροφόρος ἀμφιάσατο γεγονώς. Τῷ θνητὸν δὲ τοῦτον γενέσθαι, διακέκοπται μὲν ἡ ἁμαρτία τῷ θανάτῳ, ὡς μὴ διαιωνίζειν τὸ κακὸν, καὶ τοῦτο δὲ ἔργον ἀγαθότητος Θεοῦ· αὐτὸς δὲ
The Fashioner forbade the tasting of one plant alone. If indeed there was also some kind of tree there that was forbidden to the first-formed man, I shall not differ with those who say so; yet I shall wholly agree with the teacher in understanding that plant as the partaking of a contemplation higher than according to the condition of Adam. For this, he says, has in itself the perfect discernment of both good and evil, when partaken of at its proper season; wherefore it is not profitable for those beginning to journey towards God, that is babes and the imperfect in Christ, but for those who have advanced in intelligible age and have attained to a measure of spiritual ascent in the contemplation and practice of Christ, weighing down the imperfect as much as solid food does those who still need milk. But when, worsted by the plots of the envious demon and the counsels of the woman, he partook of that forbidden tasting before the time and contrary to the commandment, having become a bearer of death he clothed himself in the tunics of skin, that is the heavy and mortal flesh, in place of the most transparent and subtle body. And by his becoming mortal, sin was cut short by death, so that evil should not become eternal, and this too is a work of the goodness of God; while he himself
117 Ἦλθε μὲν ἄλσεος ἐκτὸς ἐπὶ χθόνα, τῆς γένος ἦεν, κτλ.
117 He came outside the grove onto the earth, from which was his race, etc.
Τοῦτο τῆς παραβολῆς τὸ κέρδος, καὶ ταύτην ὁ ἄνθρωπος ἀπώνατο τῆς παραβάσεως ἀντάμειψιν, τὸ ἔξω πεσεῖν τοῦ παραδείσου, καὶ εἰς γῆν, ἐξ ἧς ἐλήφθη, στραφῆναι, καὶ ζωὴν ἐπώδυνον καὶ πολύμοχθον κατακριθῆναι· τῷ ἐριτίμῳ δὲ τῆς ζωῆς ξύλῳ τῷ ἐν μέσῳ τοῦ παραδείτου νοουμένῳ, ὃ δὴ τυχὸν ἡ ἀκραιφνεστάτη Θεοῦ θεωρία καὶ ἀκροτάτη τοῦ ἀκαταλήπτου γνῶσίς ἐστι, τούτῳ δὴ τῷ φυτῷ τὸν πύρινον αὐτοῦ ζῆλον, ὃν καὶ φλογίνην ῥομφαίαν ἡ θεία λέγει Γραφὴ καὶ Χερουβεὶμ κατονομάζει, ἀγγελικὰς δυνάμεις
This was the gain of the comparison [or transgression], and this recompense did man reap from the transgression, to fall outside paradise, and to return to the earth from which he was taken, and to be condemned to a painful and toilsome life; and for the precious tree of life understood to be in the midst of paradise, which perhaps is the purest contemplation of God and the highest knowledge of the Incomprehensible, over this plant indeed His fiery zeal, which divine Scripture also calls a flaming sword and names Cherubim, angelic powers
Notes, col. 697

On the reading

Printed παραδείτου, for παραδείσου.

PG 38:700Read from the page
φημὶ δὴ καὶ οὐρανίας, τοὺς ἀναξίους ἀποκλειούσας καὶ ἀποδιαστελλούσας διέταξεν ὁ Θεὸς, ὅπως μηδεὶς προώριος Ἀδὰμ καὶ τὴν πνευματικὴν ἡλικίαν ἄωρος, μηδεὶς βέβηλος καὶ κακὸς, πρὶν ἢ τοῦ τῆς σαρκώδους ἐπιθυμίας φυτοῦ τὴν κολαστήριον γεῦσιν φυγεῖν, τῷ τῆς ζωῆς ἐγγίσει φυτῷ. « Ὡς δ' ὑπ' ἀήταις, » κ. τ. ἑξ. Ὥσπερ ὑπὸ χειμερινοῖς καὶ βιαίοις πνεύμασιν ἄνθρωπος πλέων τὴν θάλασσαν, καὶ τῆς εἰς τὸ πρόσω φορᾶς ἐκκρουσθεὶς, καὶ κλυδωνισθεὶς, εἰς τὰ ὀπίσω παλίνορσος μετ' αἰσχύνης ἀπεστράφη, ἔπειτα πάλιν ἢ πραϋτέροις πνεύμασι τὰ ἱστία τοῦ πλοίου διϊεὶς, ἢ ἐρέταις χρησάμενος δοκίμοις, σὺν πολλῷ πόνῳ τὸν οἰκεῖον ἐξεπέρανε πλοῦν· τοῦτον, φησὶ, καὶ ἡμεῖς τὸν τρόπον τοῦ Θεοῦ μὲν ἐκπεσόντες διὰ παραβάσεως, πνευμάτων δὲ πονηρῶν ἐπιθέσεσι τῇ τε ἁμαρτίᾳ κατατριβόμενοι καὶ τῷ θανάτῳ, αὖθις δὲ Χριστοῦ Ἰησοῦ κυβερνήτου, τῶν ἀγαθῶν δὲ τούτου ἀγγέλων εὐστοχοῦντες βοηθῶν καὶ συνεργῶν, μόλις ὅπως σὺν οὐκ ἀγεννέσι τοῖς ἡμετέροις ὑπὲρ εὐσεβείας πόνοις τὸν πρὸς ἄνω τοῦ Θεοῦ παράδεισον κατευθυνόμεθα πλοῦν. Τοιαύτη μὲν ἀπὸ τοῦ πρωτοπλάστου τῷ ἀνθρωπίνῳ γένει νεόσπορος ἡ ἁμαρτία φυεῖσα, οὐκ ἀνάρχως οὖσα, διὰ τῶν καθεξῆς, εἰς στάχυν πολύχουν τὸν ὀλεθροτόκον αὐτῆς ἀνέδωκε καρπὸν, οὗ καὶ ἡμᾶς παντάπασιν ἀνακαθηράμενος, Χριστὲ ὁ Θεὸς, τῆς σῆς εὐλογίας, τῆς σῆς δικαιοσύνης καὶ εἰρήνης καὶ χρηστότητος πλήρωσον, ὅτι μόνος εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. Ἀμήν.
I mean and heavenly ones, shutting out and separating the unworthy, God appointed, so that no premature Adam, unripe in spiritual age, and no profane and evil person, before fleeing the punishable tasting of the plant of fleshly desire, should draw near to the plant of life. "And as under blasts," etc. Just as a man sailing the sea under wintry and violent winds, driven off his forward course and tossed by waves, was turned back with shame in retreat, and then again either spreading the sails of the ship to gentler winds or employing proved rowers, with much toil accomplished his own voyage; in this manner, he says, we too, having fallen away from God through transgression and being worn down by assaults of evil spirits and by sin and death, yet again obtaining Christ Jesus as helmsman and His good angels as helpers and fellow-workers, scarcely and with no ignoble toils of our own for piety direct our voyage towards the paradise of God above. Such indeed was the newly sown sin that sprang up from the first-formed man for the human race, not existing without beginning, through those who came after, and yielded its death-bearing fruit in a prolific ear; from which having altogether cleansed us also, O Christ God, fill us with Thy blessing, Thy righteousness and peace and goodness, for Thou alone art blessed and glorified unto the ages. Amen.
Ἐξήγησις τῶν ἀποῤῥήτων τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου ἐπῶν· περὶ Διαθηκῶν καὶ ἐπιφανείας Χριστοῦ, λόγος ηʹ.
Exposition of the arcane verses of the great Gregory the Theologian; on the Covenants and the Manifestation of Christ, Discourse 8.
Συντελέσας τοὺς δογματικοὺς περὶ ψυχῆς λόγους ζʹ, ὁ θεωρητικώτατος Γρηγόριος, ἐντεῦθεν περὶ τῶν δύο Διαθηκῶν, Παλαιᾶς τε καὶ Καινῆς, ἤτοι περὶ νόμου Θεοῦ, διαλαμβάνει. Ὅ τε γὰρ ἐν γράμματι νόμος διὰ Μωϋσέως πρῶτον δεδομένης, ἥ τε χάρις καὶ ἡ ἀλήθεια τοῦ Εὐαγγελίου τὸ δεύτερον διὰ Ἰησοῦ Χριστοῦ γεγενημένη, εἷς νόμος ἐστὶ τοῦ Πνεύματος τῆς ζωῆς, ὃς ἐν Χριστῷ Ἰησοῦ ἐλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου· δύο δὲ Διαθῆκαι εἴρηνται τῷ ἐν δυοῖν χρόνοις, πάλαι καὶ νῦν, καὶ δυοῖν Ἰσραὴλ τῷ παλαιῷ νενομοθετῆσθαι καὶ τῷ καινῷ, καὶ τῷ μὲν τὴν αὑτοῦ δύναμιν ὡς ἐν παραβολαῖς καὶ σκιαῖς ὑποτυπῶσαι παχυτέρῳ τὸν νοῦν ὄντι καὶ ἀτελεῖ, τῷ καινῷ δὲ λαῷ ἐμφανέστερον καὶ θεοπρεπέστερον ὡς ὀξυωπεστέρῳ καὶ τελειοτέρῳ τὰς τῆς βασιλείας τῶν οὐρανίων εὐαγγελίσασθαι ἐν Χριστῷ Ἰησοῦ μαρμαρυγάς. Ἴδωμεν δὲ καὶ τὴν ἰσχνολογίαν τῆς φράσεως, καὶ τῶν ἡρωϊκῶν μέτρων καὶ λέξεων Ἑλληνικῶν τὸ δύσληπτον τοῖς πολλοῖς ὡς οἷοί τέ ἐσμεν ὁμαλίσαντες, τῇ θεολογίᾳ τοῦ θεοφάντορος καταλαμπώμεθα.
Having completed the seven dogmatic discourses on the soul, the most contemplative Gregory henceforth treats of the two Covenants, both Old and New, that is, of the law of God. For both the law in letter given first through Moses, and the grace and truth of the Gospel that came second through Jesus Christ, are one law of the Spirit of life, which in Christ Jesus set me free from the law of sin and of death; and they are called two Covenants because they were legislated at two times, of old and now, and for two Israels, the old and the new, and for the one He sketched out His power as in parables and shadows since it was duller in mind and imperfect, while to the new people more manifestly and in a manner more befitting God, as being keener-sighted and more perfect, He proclaimed the splendours of the kingdom of the heavens in Christ Jesus. Let us look also to the conciseness of the diction, and having smoothed out as far as we are able what is hard for most people to grasp in the heroic metres and Greek expressions, let us be illumined by the theology of the revealer of God.
1 Δεῦρ' ἄγε καὶ δισσοῖο νόμου λόγον ἐξερέεινε, κτλ.
1 Come hither and inquire into the account of the twofold law, etc.
Ἄγε δὴ, φησὶν, ὡς πρὸς ἕτερον ὁ θειότατος ἀποτεινόμενος, τὸν περὶ τοῦ διπλοῦ νόμου λόγον ἐξερεύνα, τῇ ἑαυτοῦ διαλέγεται ψυχῇ· διπλοῦς γὰρ οὗτος,
Come now, he says, addressing himself as it were to another, search out the account concerning the twofold law, conversing with his own soul; for this is twofold,
Notes, col. 700

On the reading

Printed δεδομένης, for δεδομένος.

PG 38:701Read from the page
ὡς παλαιὸς καὶ νέος ἐκφανεὶς, καὶ σκιαγραφήσας μὲν αὑτοῦ τὴν δύναμιν ἐν Μωϋσῇ, τηλαυγέστερον δὲ τὴν αὑτοῦ δόξαν διὰ Ἰησοῦ ἀνακαλύψας Χριστοῦ· καὶ ἐπειδὴ κατ' ἀρχὰς Ἑβραῖοι δι' Ἀβραὰμ καὶ τῶν πατέρων τὸν παμβασιλέα πρῶτοι ἐπέγνωσαν Θεὸν, εἰκότως καὶ πρῶτοι τὸν νόμον ὑπεδέχοντο· καιροῖς δὲ ἰδίοις διὰ τοῦ Μονογενοῦς εἰς τὰ ἄκρα εὐαγγελίζεται τῆς γῆς. Ὅτι δὲ εἷς οὗτός ἐστιν ὁ νόμος, ὥσπερ καὶ ὁ νομοθέτης, ἔν τε τῇ Παλαιᾷ καὶ τῇ Καινῇ, ἄξιον εἰδέναι, ὡς οὐκ ἐναντιουμένοις δόγμασιν ἢ παλιμβούλοις, καὶ ἄλλοτ' ἄλλαις διδασκαλίαις ὁ Θεὸς τῶν γνώσεων τὸν ἄνθρωπον ἄγει πρὸς ἐπίγνωσιν, ὥσπερ τις ἀσύνθετος καὶ παλίμβουλος ἀνὴρ ἑαυτῷ μαχόμενος, ἢ ἐπὶ τοῖς προτέροις ἄλλα προσεπινοῶν· ἄπαγε τὴν χαμαίζηλον ὑπόληψιν ἀπὸ τοῦ τὰ πάντα πρὸ τῆς αὐτῶν γενέσεως ὡρισμένως καὶ ἀπαραποιήτως ἐξεπισταμένου. Τοῦτο γὰρ καὶ ἀνθρώποις ποιεῖν ἢ πάσχειν ἐπονείδιστον.
having been manifested as old and new, and having sketched out its power in Moses, but unveiled its glory more radiantly through Jesus Christ; and since at the beginning the Hebrews through Abraham and the fathers were the first to acknowledge God the King of all, fittingly they were also the first to receive the law; and in its own due seasons through the Only-begotten it is preached to the ends of the earth. And because this law is one, just as the lawgiver also is one, in both the Old and the New, it is worth knowing that it is not by contradictory or changeable tenets, and by teachings varying from time to time, that the God of knowledge leads man to recognition, like some unstable and changeable man fighting against himself or devising other things upon the former ones; away with such a low-minded supposition from Him Who knows all things determinately and unalterably before their coming into being. For to do or suffer this is reproachful even for men.
8 Ἀλλ' ὅδ' ἐμὸς λόγος, κ. τ. ἑξ.
8 But this is my account, etc.
Τοῦτ' ἔστιν· Οὗτος ὁ ἐμὸς λόγος καὶ αὕτη ἐστὶν ἡ παρ' ἐμοῦ περὶ τῆς εἰς τὸν ἄνθρωπον τοῦ φιλανθρώπου κηδεμονίας καὶ βοηθείας διδασκαλία καὶ διάκρισις καὶ ὁ τοῦ λόγου σκοπὸς, ὅτι ἐξ ἀρχῆς ὁ τοῦ γράμματος εἰσήχθη νόμος, τὰς εἰδωλολατρείας καταργῶν, καὶ ὅτιπερ ἐν τούτῳ μηδ' αὐτοῦ τοῦ παλαιοῦ, Ἰσραὴλ πρὸς τὸν νομοθέτην αὐτὸν ἀνανεῦσαι δυναμένου, αὐτὸς ἐκεῖνος ἀνδρούμενος, καὶ τὸν τοῦ πνεύματος νόμον οἷα ῥόδον ἐν κάλυκι τῷ γράμματι κεκρυμμένον ἐξεκάλυψεν, καὶ τὸν πνευματικὸν Ἰσραὴλ τοῦ σαρκικοῦ τῇ θεανδρικῇ ἐνδημίᾳ διημείψατο· οὗτος οὖν, φησὶν, ὁ ἐμὸς ἀπ' ἀρχῆς ἄχρι τέλους περὶ τῆς οἰκονομίας τοῦ θείου Λόγου λόγος, ὃν ἐπὶ τὸ ἀκριβέστατον τοῖς ἔπεσι τούτοις πειράσομαι διασαφῆσαι.
That is: This is my account and this is the teaching and discernment from me concerning the care and help of the Lover of mankind towards man, and the aim of the discourse, that from the beginning the law of the letter was introduced, abolishing idolatries, and that since therein not even old Israel itself was able to look up to the lawgiver Himself, He Himself becoming man both unveiled the law of the spirit hidden like a rose in a bud within the letter, and exchanged the fleshly for the spiritual Israel by His theandric sojourn; this then, he says, is my account from beginning to end concerning the dispensation of the divine Word, which I shall endeavour to explain most accurately in these verses.
9 Λυσσήεις ὅτε πρῶτον Ἀδὰμ βάλεν ἐκ παραδείσου, κ. τ. ἑξ.
9 When first the raging one cast Adam out of paradise, etc.
Ὅτε ἀπ' ἀρχῆς λυσσώδης καὶ ἀνθρωποκτόνος ὄφις διὰ τῆς ἀπειρημένης τοῦ ὀλεθροφόρου γεύσεως καρποῦ τὸν πρῶτον ἄνθρωπον ἀπατήσας ἐξώθησε τοῦ παραδείσου, καθάπερ, φησὶν, ἐπὶ πολεμίων παρατάξεως, τοῦ στρατηγεῖν τεταγμένου πεπτωκότος, τὸν ἀνηγεμόνευτον τύπτων στρατὸν ὁ δυσμενὴς καὶ κοντοῖς καὶ βέλεσι καὶ πᾶσιν ὅπλοις, κατευμεγεθεῖν ἀγωνίζεται τῶν ἡττωμένων, τὸν ὅμοιον τρόπον καὶ αὐτὸς ὁ Σατανᾶς, τὸν πρῶτον Ἀδὰμ τροπωσάμενος καὶ ὑπαγαγόμενος τῇ ἁμαρτίᾳ καὶ πᾶσι τοῖς ἐξ αὐτοῦ κατὰ πάσας βεβλαστηκόσι γενεὰς, μηχανῇ πάσῃ συνεργαζόμενος τὴν ἁμαρτίαν, τῷ ἴσῳ προστίμῳ καταδικάζει τοῦ θανάτου· αὐτοῦ γὰρ τοῦ Ὑψίστου ταῖς ἐπικλόποις αὐτοῦ καὶ κακομηχάνοις ἀποῤῥήξας βουλαῖς, πρῶτον μὲν τοὺς αὐτοῦ διέστρεψεν ὀφθαλμοὺς, πρὸς τὰ κάλλη τοῦ οὐρανοῦ καὶ τὰς φανοτάτας τῶν ἄστρων ἀγλαΐας ἀτενίζοντα, τούτοις τὸ ὀφειλόμενον τῷ Κτίστῃ προσαναφέρειν σέβας· ἔπειτα πρὸς τὰς τῶν ἀποθανόντων μορφὰς ἀποβλέπειν καὶ τὰ εἴδωλα, ἃ συγγενῶν πόθος χρυσῷ ἢ ἀργύρῳ ἤ τισιν ὕλαις ἄλλαις εὐκόσμως διεμόρφωσεν· μῦθος δὲ καὶ λόγος, ψευδὴς μὲν, ἀνεξέλεγκτος δὲ καὶ ἀεὶ τοῖς ἐπερχομένοις ἔτεσιν ταῖς ψευδοεπείαις ἐπαυξόμενος, καὶ
When from the beginning the raging and man-slaying serpent, having deceived the first man through the forbidden tasting of the deadly fruit, thrust him out of paradise, just as, he says, in a battle array of enemies, when the one appointed to command has fallen, the foe, striking the leaderless army with pikes and darts and all weapons, strives to triumph over the vanquished, in the like manner Satan himself also, having routed the first Adam and subjected him to sin, and cooperating in sin by every device with all who have sprung from him throughout all generations, condemns them to the like penalty of death; for having torn him away from the Most High Himself by his wily and evil-contriving counsels, he first distorted his eyes so that, gazing intently at the beauties of heaven and the brightest splendours of the stars, he should offer to these the reverence owed to the Creator; then to look towards the forms of the dead and the idols which the longing of kinsmen shapely fashioned in gold or silver or some other materials; and myth and speech, false indeed, yet unrefuted and ever growing with the coming years through lying tales, and
PG 38:703Read from the page
ἐν τοῖς τῶν φίλων οὐ κακῶς πιστὸς ἀποδεικνύμενος, ἀλόγιστον περιῆψεν τὴν προσκύνησιν· οὕτως εἰδωλολατρεία τῷ τῶν ἀνθρώπων ἀπ' ἀρχῆς παρεισεφθάρη βίῳ. Καὶ οὐ μόνον οἱ ἐκ τῶν ἄλλων ἐθνῶν τοῖς εἰρημένοις τρόποις κατεφθείροντο, ἤδη δὲ καὶ Ἑβραίων ἱερὸν ἔθνος διὰ τὸν Ἀβραὰμ νομισθὲν ὁλοὸν ἢ ἀπολωλεκὸς βουλήν ἐστιν οὐχ ὑπεῖκον θείοις προφήταις ὀδυρομένοις καὶ ἐξιλασκομένοις τὴν ὀργὴν τοῦ Θεοῦ ὑπὲρ αὐτῶν, οἳ πολλάκις πρότερον διὰ τῆς εἰδωλολατρείας αὐτῶν, ὡς Μωϋσῆς καὶ Ἠλίας, κατεκτέννυσαν αὐτούς.
not wrongly shown to be faithful among his friends, attached an irrational worship; thus idolatry from the beginning crept destructively into the life of men. And not only were those from the other nations corrupted in the ways mentioned, but already even the sacred nation of the Hebrews, deemed [holy] because of Abraham, is destructive or bereft of counsel, not yielding to the divine prophets lamenting and propitiating the wrath of God on their behalf, who often before on account of their idolatry, like Moses and Elijah, slew them.
22 Οὐδὲ μὲν οὐ βασιλῆες ἐτάρβεον, κτλ.
22 Nor indeed did the kings fear, etc.
Οὐ τὸ χυδαῖον τοῦ Ἰσραὴλ πλῆθος μόνον καὶ δημῶδες καὶ ἀσύνθετον ταῖς εἰρημέναις ἐβεβηλοῦτο ἀθεσίαις, ἀλλ' οὐδ' αὐτοὶ, φησὶν, οἱ βασιλεῖς καὶ ἄρχοντες τὸν Θεὸν τῶν πατέρων ηὐλαβοῦντο· καὶ τούτων δὲ οἱ πλείους ὅτι μάλιστα κακοὶ οὔτε τὰ ἄλση καὶ τοὺς συνηρεφεῖς τόπους ἐν παραδεισίοις, οὔτε τὰς τῶν ὀρέων κορυφὰς καὶ τῶν χωρίων τερπνότητας κατελιμπάνοσαν· οἳ δὴ συνιόντες, καὶ θυσιαστήρια τοῖς ὑπ' αὐτῶν σεβομένοις δαίμοσιν ἱδρύοντες, υἱούς τε αὐτῶν ἐπεθύοντο καὶ θυγατέρας, ἐν οἷς αὐτοὶ μιαινόμενοι τὴν τοῦ μεγάλου Θεοῦ ἀγανάκτησιν ἐφ' ἑαυτοὺς ἐξεκαλοῦντο καὶ τὴν ὀργήν· καὶ διὰ ταῦτα διαφόροις αἰχμαλωσίας καὶ ἀπαγωγῆς τρόποις ἐκδιδόμενοι, καὶ ποικίλως προνομευόμενοι, καὶ ἀφιέμενοι ὕστερον πανωλεθρίᾳ καὶ τῇ συντετελεσμένῃ τῆς πόλεως αὐτῶν ἐρημώσει, πολυημέρῳ παρεδόθησαν συμφορᾷ. Ὁ μὲν οὖν παλαιὸς Ἰσραὴλ καὶ κατὰ σάρκα, τὸν εἰρημένον τρόπον ἀθετοῦντες, τῇ ἀπιστίᾳ Χριστοῦ τὸ τελευταῖον ἐξεκλάσθησάν τε καὶ ἐξετινάχθησαν.
Not only was the common, vulgar, and unstable multitude of Israel profaned by the aforesaid lawlessnesses, but not even, he says, did the kings and rulers themselves revere the God of their fathers; and the majority of these, being exceedingly wicked, left neither the groves and shaded places in gardens, nor the peaks of the mountains and the delights of the countryside; who indeed, coming together and setting up altars to the demons worshipped by them, sacrificed their own sons and daughters, whereby, defiling themselves, they called forth upon themselves the indignation and wrath of the great God; and on this account, being given over to various forms of captivity and deportation, and variously plundered, and abandoned at last to utter destruction and the completed desolation of their city, they were handed over to a calamity of many days. Therefore the old Israel according to the flesh, setting [Him] aside in the manner stated, through unbelief in Christ were at last broken off and shaken out.
26 Ὁ δ' ἀντεισῆλθον ἔγωγε, 27 Ἀτραπιτὸν ζήλοιο ποδηγεσίῃ, κ. τ. ἑξ.
26 But in whose place I entered in, 27 Along the path of zeal by guidance, etc.
Διὰ τῶν ἐπῶν δὲ τούτων ἡ θεολογία εἰς τὴν ἀποστολικὴν ἡμᾶς ἔννοιαν προάγει· καὶ γὰρ ὥσπερ τῇ τῶν ἐθνῶν ἀπειθείᾳ πρότερον ὁ Ἰσραὴλ ἠλεεῖτο πιστεύων τῷ Θεῷ, οὕτω πάλιν τῇ τοῦ Ἰσραὴλ ἀπιστίᾳ τὰ ἔθνη πιστεύσαντα σώζεται ἐν τῷ Χριστῷ· ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πάλιν πᾶς Ἰσραὴλ ζηλώσας πιστεύσει καὶ σωθήσεται· οὕτω γὰρ ἀλλήλους οἱ δύο λαοὶ καλῶς ζηλοῦντες καὶ πιστεύοντες ἐν τῇ τοῦ Θεοῦ σοφίᾳ, εἰς τὸν αὐτοῦ ἔλεον ἐπὶ τέλει συγκλεισθήσονται. Φησὶν οὖν ὁ διδάσκαλος ἐκ προσώπου τῶν ἐθνῶν, ὡς τοῦ Ἰσραὴλ ἐκκλασθέντος δι' ἀπείθειαν ἔγωγε τὴν ὁδὸν τῆς πίστεως ἀντεισελήλυθα, ἥτις αὐτοῖς ἐστι ζήλου ποδηγία, καὶ χειραγωγία, πρὸς τὴν σωτήριον πίστιν ὁδοποιοῦσα τοῦ Χριστοῦ· ᾧ καὶ πιστεύσαντες ὀψέ ποτε πρὸς αὐτὸν ἐπιστραφήσονται, καὶ κατὰ τὰ θεαρχικὰ λόγια ἐπιζητήσουσιν, ἡνίκ' ἂν τῶν τῆς ἀπειθείας καρπῶν καὶ τῶν ἀπὸ τοῦ ζήλου καὶ φθόνου τοῦ πρὸς τὰ ἔθνη πυρώσεων καὶ κακώσεων ἀναπλησθῶσιν, ὧν καὶ διημείφθησαν, αὐτοὶ μὲν ἐκβληθέντες δι' ἀπιστίαν, οἱ δὲ διὰ πίστιν εἰσεληλυθότες ἀντ' αὐτῶν.
Through these verses theology leads us forward to the apostolic thought; for just as through the disobedience of the Gentiles Israel formerly obtained mercy by believing in God, so again through the unbelief of Israel the Gentiles, having believed, are saved in Christ; and when the fullness of the Gentiles comes in, then again all Israel, moved to emulation, will believe and be saved; for thus the two peoples, nobly emulating one another and believing in the wisdom of God, will at the end be shut up together unto His mercy. The teacher therefore says in the person of the Gentiles that, Israel having been broken off through disobedience, I have entered in his stead upon the way of faith, which is for them a guiding of zeal and a leading by the hand, making a way towards the saving faith of Christ; in Whom also believing at length they shall turn back to Him, and according to the divinely authoritative oracles they shall seek Him out, when they have had their fill of the fruits of disobedience and of the burnings and afflictions arising from zeal and envy towards the Gentiles, by whom they were also exchanged, themselves having been cast out through unbelief, while the others entered in through faith in their stead.