τες καὶ ἐπιγείων, ἐπὶ τούτοις καὶ διερευνησάμενοι καὶ τῶν οὐρανίων, πρὸς δὲ τὸ ἄφραστον τοῦ μεγάλου Θεοῦ δημιουργοῦ πῶς ἄγει καὶ ποῦ φέρει καὶ εἰς ὅ τι καταπαύει· τὸ δὲ πᾶν ὁ πολὺς ἐν τῇ διακοσμήσει κόσμος ἔχων ἐν ἑαυτῷ πλέον τι κεκρυμμένον, ὡς ἂν δὲ ταύτῃ διαπεράσοιεν τῇ νεότητι τῷ πνεύματι τῷ θειοτέρῳ παρέξοιεν τὴν διάνοιαν, τὸ καλὸν ἀνιχνεύοντες καὶ ἐν φωτὶ τῆς γνώσεως διὰ παντὸς ὁδοιποροῦντες, καὶ τοῦ βίου κανόνα φέροντες ταῖς θείαις ἐπιπνοίαις, καὶ συνέμπορον ὁδηγὸν καὶ καλὸν βοηθὸν εὑράμενοι τὸν Χριστὸν, σὺν ἐλπίσιν ἐλαφραῖς ἐντεῦθεν κουφίζοιντο, τῆς καθαρᾶς δὲ τύχοιεν καὶ ἀτελευτήτου ζωῆς, μηκέτι δι' ἐσόπτρου ἐν αἰνίγματι βλέποντες, ἀλλὰ τρανῶς αὐτὴν κατοπτεύοντες τὴν ἀλήθειαν, ἧς ἀρχὴ καὶ τέλος Τριὰς ἡ μονόσεπτος, εἷς Θεὸς Πατὴρ, Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα, ἓν φῶς τριλαμπὲς θεωρούμενον. Τοσοῦτον δὲ τῶν ἀπαιδεύτων καθάπτεται Γρηγόριος ὁ πανάριστος τῶν πλούτῳ καὶ μάλιστα κομώντων, ὡς πιθήκοις αὐτοὺς καὶ ὄνοις παραβάλλειν· φησὶ γάρ· Τίς χάρις ἐὰν πίθηκον ἔχεις ἀνθρωπόμορφον ὕβριν, χρυσοῖς σχοινίοις περιγυρωθέντα τὸν τράχηλον; ποία δὲ χάρις ὄνῳ χρυσοῦ τάλαντα βαστάζειν; ὁ γὰρ ὄνος καὶ πολύχρυσος ὢν ὀγκᾶται μόνον· οὐδὲ γὰρ χάρις ἐστὶν ξίφει μολιβδίνῳ κρύπτειν κολεοῖς ἀργυρέοις, ἅτινα μηδὲν ὄφελος τῷ πολέμῳ· πᾶς τοίνυν ὁ πλούτῳ φυσώμενος ἄνθρωπος ἀπαίδευτος ὢν καὶ ἀνόητος, πίθηκός ἐστιν κεχρυσωμένος· ὄνος δὲ πολύχρυσος ὀγκούμενος, καὶ ξίφος μολίβδινον ἐν ἀργυραῖς φυλαττόμενον θήκαις. Καλὸν δὲ καὶ πρὸς τέρψιν, τῶν ἐπῶν ἐπὶ λέξεως μνημονεῦσαι· φησὶν γάρ·
and of earthly creatures, and besides these searching out heavenly things as well, and furthermore the ineffable [working] of the great God the Creator—how He leads, whither He bears, and unto what He brings to rest; and the whole universe, vast in its ordering, holding something further hidden within itself—so that passing through this youth they may yield their mind to the more divine Spirit, tracking down what is noble and journeying continually in the light of knowledge, bearing the rule of life through divine inspirations, and having found Christ as fellow-traveller, guide, and good helper, they may be lifted up from here with light hopes, and attain the pure and endless life, no longer seeing through a mirror in a riddle (1 Cor. 13:12), but clearly beholding the truth itself, whose beginning and end is the solely worshipped Trinity, one God—Father, Son, and Holy Spirit—contemplated as one triple-shining light. And so strongly does the most excellent Gregory rebuke the uneducated, especially those who pride themselves on wealth, as to compare them to apes and asses; for he says: What grace is there if you have an ape, a human-shaped outrage, with golden cords wound round its neck? What grace is there for an ass to carry talents of gold? For an ass, even when laden with much gold, only brays; nor is there any grace in hiding a leaden sword in silver scabbards, which are of no use in war. Every man, therefore, puffed up with wealth while uneducated and senseless, is a gilded ape, a braying ass laden with much gold, and a leaden sword kept in silver sheaths. And it is good, even for delight, to recall the verses word for word; for he says:
173 Τίς χάρις ἢν σὺ πίθηκον ἔχεις βροτοειδέα λώβην 174 Χρυσείοισι βρόχοισι δέρην περιγυρωθέντα; 175 Οὐ γὰρ κόσμος ἄμειψε γελοῖον εἶδος ἐλαφρόν. 176 Τίς δὲ χάρις κανθῶνι φέρειν χρυσοῖο τάλαντα; 177 Κανθὼν καὶ πολύχρυσος ἐὼν ὀγκηθμὸν ἀείδει.
173 What grace is there if you have an ape, a mortal-shaped disgrace, 174 with golden nooses wound round its neck? 175 For adornment has not changed its ludicrous, trivial form. 176 And what grace is there for a pack-ass to carry talents of gold? 177 A pack-ass, even when laden with much gold, sings a bray.