λεπτὰ καὶ παμποίκιλα νήματα, οὐδὲ λίθους διαυγεῖς, οὐδὲ γῆν πολύμετρον κυμαίνουσαν καρποὺς ὁμοίαν τῆς Αἰγύπτου, οὐδὲ πλῆθος θεραπόντων καὶ τετραπόδων ἀγέλας· γάμος δὲ τοῖς θέλουσι φροντιζέσθω, δέσποιναν ἄγων ὑψηλὴν καὶ τιμωμένην ἀχθηδόνα· καὶ θρόνος ἄλλοις ποθείσθω, καιροῦ φρύαγμα πίπτων, ὃς πολλοὺς πατῶν ὑπ' ὀλίγων πατεῖται πολλάκις καὶ χειροτέρων· οὐδὲν γὰρ βέβαιον ἐν ἀνθρώποις ὃ παρὰ τὰ κτήνη τοῖς τέκνοις οἱ ὄντως γονεῖς περιποιήσαιντο· πλὴν εἰ μὴ τῶν λόγων ἡ δύναμις τὸ φυσικὸν κάλλος τῆς εἰκόνος δι' οὗ τῆς κτηνώδους φύσεως καὶ θηριώδους ἡ ἀνθρωπεία μάλιστα διακέκριται· τίνες οἱ λόγοι δὲ, φησὶν ὁ αὐτὸς θεολόγος. Καλὴ μὲν τῆς ῥητορικῆς ἡ θερμὴ δύναμις ἔν τε δημηγορίαις καὶ ψήφοις δικαστικαῖς, καὶ λόγοις ἐγκωμιαστικοῖς· καλὸν δὲ τῆς ἱστορίας ἡ διάνοια πεπληρωμένη σύμμικτος γὰρ ἡ ἱστορία, σοφία πολλῶν, νοῦς ὑποθέσεων· οὐ μικρὸν δὲ τέχνη γραμματικὴ καὶ μάλα γε μέγιστον, λεπτύνουσα τὸν νοῦν, καὶ τὴν βάρβαρον ἠχὴν ἐξελληνίζουσα, καὶ τῆς εὐγενοῦς γλώσσης καλλίστη βοηθὸς, καὶ τῆς λογικῆς τέχνης τὰ παλαίσματα, ὑφ' οἷς τὸ ἀληθὲς κρύπτεται, ὁ τετριμμένος δὲ λόγος περιφανέστατον ἔθηκεν. Ὅσοι τοίνυν μὴ τούτοις τιμῶσι τοὺς παῖδας τοὺς ἰδίους, οὐδὲν ἄξιον τῆς εἰκόνος ἐπ' αὐτῶν διαπράττονται, καὶ τῆς φυσικῆς αὐτοὺς τοῦ λόγου διακοσμήσεως ἀλλοτριοῦσιν, οὐδὲν περισσὸν αὐτῶν νέμοντες τῶν προλεχθέντων θηρῶν, οὔτε τῶν ἐν αἰσθήσει καὶ φθορᾷ περιττὸν ἐννοούμενοι· τί δὲ τὸ κέρδος τῆς παιδεύσεως, αὐτὸς ὁ θεολόγος φησί· Πρῶτον μὲν τὸ τῆς κτηνώδους ἀνοίας φυσικῶς καὶ ὡς πρέπον ἀνθρώποις ὑπερανέχειν· δεύτερον τὸ λεπταῖς μερίμναις τὰ βάθη τῆς σοφίας καταμανθάνειν, ὧν οἱ σοφοὶ κατεζήτησαν καὶ ταῖς βίβλοις συνέγραψαν· ὁ μὲν τούτου, τοῦ δὲ τίς, ἄλλος τῶν ἀερίων καὶ θαλασσίων τὴν φυσικὴν κατανοήσαν-
fine and many-coloured threads, nor translucent stones, nor wide-measured land waving with crops like that of Egypt, nor a multitude of servants and herds of four-footed beasts; let marriage be cared for by those who wish it, bringing in a haughty mistress and an honoured burden; and let a throne be longed for by others, a falling pride of the moment, which while trampling many is often trampled by a few and worse men. For nothing is secure among human beings which true parents might procure for their children beyond what beasts have, except the power of letters, the natural beauty of the image by which human nature is most distinguished from brutish and bestial nature. And what are these letters, says the same Theologian? Noble is the ardent power of rhetoric both in public harangues and in judicial verdicts and in panegyric speeches; noble too is the mind filled with history, for history is composite, the wisdom of many, the sense of subjects; and no small thing is the art of grammar, nay rather a very great thing, sharpening the mind and Hellenizing barbarous sound, and the fairest helper of a noble tongue; and the wrestling-bouts of the logical art, beneath which truth is hidden, while practised reason has set it forth most conspicuously. Whoever, therefore, do not honour their own children with these things achieve nothing worthy of the image in them, and alienate them from the natural adornment of reason, bestowing upon them nothing beyond the aforementioned beasts, nor conceiving anything beyond things in sense-perception and corruption. And what is the gain of education? The Theologian himself says: First, to rise naturally and as befits human beings above brutish folly; second, to learn thoroughly with subtle cares the depths of wisdom, which the wise searched out and wrote down in books—one investigating this, another that, another the natural [order] of creatures of air and sea