πικρὸς, δικαστήρια, δικολογίαι, μάστιγες, ἀπειλαὶ, δεσμωτήρια, συκοφαντίαι, δικαστὴς ἀπάνθρωπος, καὶ δήμιος ἀπαραίτητος, πόλεμοι, φυγαὶ, καὶ θράσος βαρβαρικὸν, δούλιος ζυγὸς ἐλευθερικὴν ἡμέραν ἀτιμάζων, πικροῦ δεσπότου καθημερινὴ συμφορὰ, θαλασσοπορίαι, κίνδυνοι, ναυάγια, κλέπται, λῃσταὶ γῆς ἀποστερηταὶ, καὶ θαλάσσης καταποντισταὶ, ξένης ὄνειδος χώρας, ἀλλοτρίωσις δὲ πατρίδος. Πάντα ταῦτα τοῦ βίου παίγνιον τοῦ ὀδυνηροῦ· καὶ μέντοι καὶ τὰ δοκοῦντα τερπνὰ τοῖς ἀνθρώποις, οἷα κόρος μὲν ὑβριστής ἐστιν, καὶ βάρος ὁ λαιμὸς ἔχει τι μικρόν· τὰ δὲ λοιπὰ πάντα ἄμαρα (ita cod.), τάφος ἡ γαστὴρ, δυσωδίας ἀεὶ πεπληρωμένος, τοῖς γάμοις αἱ μοιχεῖαι παρέπονται, τοῖς τοκετοῖς ἠλιτόμηνα καὶ παράσημα ἀμβλωθρίδιά τε ἐκπτώματα, καὶ παῖδες παράφοροι καὶ μογιλάλοι τῶν τεκόντων ὄνειδος, καὶ τῆς ἀνθρωπίνης γενεᾶς παίγνιον ἀειγέλαστον· μέριμνα μὲν ἡ πολυτεκνία, δυστεκνία δὲ λύπη, μόχθος ἡ πενία· πλοῦτος δὲ οὐ μόνον ἀβέβαιος, ἀλλὰ καὶ ἐπίβουλος, τὸ κάλλος εὐδιάλυτον ἔαρος ἄνθος, ἄρτι νέος ῥοδοειδὴς σφριγῶν τὸ σῶμα καὶ ἡβάσκων· εἶτα γέρων σκυθρωπὸς ἐῤῥυτιδωμένος καὶ κεκυφώς. Τίς ἡ δίκη, τί τὸ κέρδος τῆς ἀνθρωπίνης ζωῆς; Εὐθέως ἀρχομένῳ μὲν ὁ τόπος σκοτία τῆς οἰκήσεως· ἐρχομένῳ δὲ πρὸς τὸ φῶς, πρῶτον αὐτῷ τὸ δάκρυον γίνεται· πρὸ γὰρ ἀποδύρεται τοῖς κατὰ τὸν βίον ὅσοις μέλλει κακοῖς συναντήσεσθαι· τῆς μὲν τικτούσης ὡς ἐκ τάφου προέρχεται γαστρὸς, ὁδεύει δὲ τὸν βίον τρέχων ἐπὶ τάφον ἐπὶ τοὺς λαγόνας τῆς προμήτορος γῆς· ἐκ δὲ τοῦ τάφου τῷ πυρὶ πολλάκις θάπτεται ἀποτόμως. Τὸ μὲν οὖν φίλτρον ἐν ἀνθρώποις ἄπιστόν ἐστιν· ἄρτι φίλος, μετ' ὀλίγον ἐπίβουλος, σήμερον ἐπαινέτης, κακήγορος αὔριον. Ταῦτα, φησὶν ὁ θεῖος Γρηγόριος, εἴ τις ἐπὶ πλάστιγγος ταλαντεύει, πολλῶν εὑρήσει τὴν τῶν κακῶν πλάστιγγα ἐπιβαροῦσαν, τὴν τῶν ἀγαθῶν ἔμπαλιν κουφιζομένην. Οὕτω μὲν οὖν καὶ θηρίων καὶ πετεινῶν εὐτελέστερος ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος, καὶ
harsh, law-courts, lawsuits, scourges, threats, prisons, slanders, an inhuman judge, and an inexorable executioner, wars, exiles, and barbarian insolence, a servile yoke dishonouring the day of freedom, the daily calamity of a harsh master, sea-voyages, dangers, shipwrecks, thieves, robbers pillaging the land, and pirates of the sea, reproach in a foreign country, and estrangement from one's homeland. All these things are the sport of painful life; and indeed even the things that seem pleasant to men, such as satiety, is insolent, and the throat has some slight burden; while all the rest is a trench (so the manuscript), the belly a tomb ever filled with foulness, adulteries attend marriages, premature and misshapen births and miscarriages attend childbearing, and deranged and stammering children are a reproach to their parents and an ever-laughed-at sport of the human race; having many children is anxiety, having bad children is grief, poverty is toil; wealth is not only unstable but also treacherous; beauty is an easily fading spring flower, just now a rosy youth vigorous in body and in his prime, then a gloomy old man wrinkled and bent. What is the justice, what the profit of human life? At the very beginning his dwelling-place is darkness; and coming to the light, a tear is his first thing; for he laments beforehand over all the evils in life he is about to meet; he comes forth from his mother's womb as from a tomb, and travels through life running to a tomb, to the hollows of foremother earth; and from the tomb he is often abruptly buried in fire. Affection among men, then, is untrustworthy: just now a friend, after a little while a plotter; today a praiser, tomorrow a slanderer. If anyone weighs these things on a scale, says the divine Gregory, he will find the scale of evils weighing down by far, while that of good things on the contrary is lifted up. Thus, then, our outward man is more worthless even than wild beasts and birds, and