563 Καί ῥ' οἱ μὲν μιγάδεσσιν ἐπαΐσσουσι γάμοισι, 564 Τοῖς δ' ἄλοχοί τε μέλουσι φίλαι, καὶ θεσμὸς ἔρωτος· 565 Οἰοτόκος δ' ἄλλοισιν ἐπάρκιος ἔπλετο μίξις.
563 And some rush into promiscuous matings, 564 while others care for dear wives and the ordinance of love; 565 and for others a single-bearing union proves sufficient.
Φησὶν ὁ θεῖος Γρηγόριος ὅτι καιρός ἐστιν ἐπιτήδειος πᾶσι τοῖς ἀερίοις καὶ ἐναλίοις καὶ ἐπιγείοις τοῦ γάμου καὶ τῆς πρὸς ἀλλήλους μίξεως· οὐδὲν δὲ τῶν ὅρων τῆς φύσεως ἔξωθεν διεκχέει, οὐδὲ παρὰ τὸ συγγενὲς ἀλλογενεῖ μίγνυται· ὅρος δὲ φύσεώς ἐστιν ἡ σπερματικὴ καταβολή τε καὶ δύναμις· οὐδὲν οὖν τῶν ἁπάντων παρὰ τὸν συγγενέστερον ὅρον τῆς φύσεως καταβάλλεται, δεσμοῦνται τρόπον τινὰ πάντα, μαινόμενα μὲν εὐκαίρως, ἐπειδ' ἂν ὁ τοῦ ἔαρος καιρὸς διεγείρει, μετὰ τὸ τὴν φύσιν ἐξυπηρετήσασθαι δὲ ἐπεχόμενα· τὸ μὲν οὖν θῆλυ τῶν ἀῤῥένων ἐγκυμονῆσαν ἀποτρέχει· τοῦ δὲ θήλεως κατὰ γαστρὸς ἔχοντος, διὰ τῶν αἰσθητηρίων ἀντιλαβόμενον, ἀποπηδᾷ τὸν ἄῤῥενα· διὸ καὶ τὴν γυναῖκα θηλυτέραν οἱ σοφοὶ προσηγόρευσαν· πασῶν γὰρ ἐν πάσῃ τῇ κτίσει θηλειῶν μετὰ τὴν σπερματικὴν σύλληψιν οὐκ ἐπιδεχομένων τὸ ἄρσεν, ἡ γυνὴ τοῦτο ποιεῖν οὐ παραιτεῖται, καὶ μετὰ τὸ συλλαβεῖν ἐπιδεχομένη τὸν σπερματιστὴν ἄρσενα· καὶ πᾶν μὲν ἄλλο τι τῶν γενῶν θῆλυ προσαγορεύεται, θηλυτέρα δὲ ἡ γυνὴ τοῦτον ὡς ἔφημεν τὸν τρόπον, τοῦτ' ἔστιν θηλείας θηλυκωτέρα· καὶ μέντοι τῶν ἀερίων καὶ χθονίων καὶ θαλαττίων εἰσὶν ἃ ταῖς θηλείαις ἀκρατῶς μίγδην ἐπιπηδῶσιν, οἷς δὲ φροντίς ἐστι καὶ γαμικῶν θαλάμων καὶ προσφιλῶν γαμετῶν· ἄλλοι δὲ πλὴν ἑνὸς οὐ μοχθοῦσι τοκετοῦ, τῇ φύσει τὸ πρόσφορον χαριζόμενοι, καὶ αὐτῷ τοῦ δημιουργοῦ λόγου προστάγματι πειθαρχοῦντες, ὡς ἐντεῦθεν τὴν ἀκράτειαν παρὰ φύσιν εὔδηλον εἰσενηνέχθαι· καὶ γὰρ αὐτῆς ἐπάγει Γρηγόριος ὁ Θεολόγος ὧδε φάσκων· Εἰ δὲ καὶ τοῖς ἀνοήτοις περὶ σωφροσύνης λόγος ἐστὶν, καὶ ταύτης μέλει τούτοις, ὦ ἄνθρωπε, τὸ πλάσμα τοῦ
The divine Gregory says that there is a fitting season for all creatures of the air and sea and earth for mating and union with one another; and nothing pours out beyond the bounds of nature, nor mingles with an alien kind contrary to kinship; and the bound of nature is the seminal emission and power; nothing of all things, therefore, is cast down contrary to the nearer bound of nature, and all things are bound in a certain manner, raging in due season whenever the season of spring rouses them, but restraining themselves after serving nature; the female, then, having conceived, runs away from the males; and when the female is with young, perceiving it through her senses, she leaps away from the male; wherefore the wise also called woman more female; for whereas all females in the whole creation do not admit the male after seminal conception, woman does not refuse to do this, admitting the seed-bearing male even after conceiving; and every other kind is called female, whereas woman is called more female in this way, as we have said, that is, more feminine than a female; and indeed among creatures of the air and land and sea there are some that leap incontinently and promiscuously upon the females, while others have care for bridal chambers and beloved wives; and others labour for no more than a single birth, granting to nature what is fitting and obeying the very command of the Creator Word, so that from this it is clear that incontinence has been brought in contrary to nature; for indeed Gregory the Theologian adds concerning it, speaking thus: And if even unreasoning creatures have regard for chastity, and care for it, O man, the handiwork of