ποιῆσαι τὸν ὄλεθρον· οὕτω μὲν οὖν, φησὶν ὁ θεῖος Γρηγόριος, μικρὰν ἡδονὴν τῇ ψυχῇ τὸ δοκεῖν ἐνθέμενος ὁ δαίμων, ἤ τινα τῶν εὐτελῶν φροντίδα βιωτικὴν, τερπνῶς ἐν ὕπνῳ τῇ ῥαθυμίᾳ καταφονεύει.
...; thus therefore, says the divine Gregory, the demon, having seemingly placed a small pleasure in the soul or some petty worldly care, pleasantly slays it in sleep through listlessness.
526 Ὡς δ' ὄρνιν φοίνικα φάτις θνήσκοντα νεάζειν 527 Ἐν πυρὶ τικτόμενον πολλῶν ἐτέων μετὰ κύκλα, 528 Γηραλέης κονίης ξεῖνον γόνον αὐτογένεθλον, 529 Ὡς οἵ γε θνήσκοντες ἀείζωοι τελέθουσιν.
526 And as report says that the phoenix bird, dying, grows young again, 527 born in fire after cycles of many years, 528 a strange self-begotten offspring of aged ash, 529 so these, dying, become ever-living.
Φήμη τίς ἐστιν περὶ φοίνικος ὀρνέου ὡς μόνον ἐστὶν, ζεῦγος μὴ κεκτημένον· τοῦτο δὲ κατὰ χρόνον τινὰ, (σχε)δὸν λέγουσι δὲ πεντακοσίων ἐτῶν, ἀποθνήσκειν τοῦτον τὸν τρόπον· Συλλέγει ξύλα θησαυρίζον εἰς ἕνα τόπον, ἐφ' ὃν ἀφ' ὕψους ῥοιζηδὸν καταφερόμενον ἀναδίδωσι πῦρ, ὅθεν ἀναφλέγεται πυρκαϊά· θνήσκει δὲ, φησὶ, συγκαιόμενον, ἐκ τῆς κονίης δὲ πάλιν ἀναφύεται· τοῦτο δὲ μῦθός ἐστιν γραώδης, Ἑλληνικῆς ἀπήχημα τερατολογίας· οὐδὲ γὰρ τοῖς κατὰ τὸν Νῶε πτηνοῖς ἢ κτήνεσι καὶ θηρίοις ἀπηρίθμηταί τι· δύο δύο γὰρ ἢ ἑπτὰ ἑπτὰ πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν ἀπετέθη τῶν πάντων, ἄρσεν καὶ θῆλυ· πᾶσα σὰρξ διεφώνησεν ἀπὸ τοῦ γενομένου κατακλυσμοῦ, πλὴν τῶν ἐν τῇ κιβωτῷ· ὡς μῦθον εἶναι φάσμα τὸν περὶ τοῦ φοίνικος ὀρνέου λόγον· οὐ γὰρ ὡς ἀληθὲς ὁ Θεολόγος τοῦτο παρεισάγει βέβαιον ἀποδεικνὺς, ἀλλ' εἶναι, φησὶ, κατονομάζει· ταύτῃ δὲ τὸν κατὰ τοὺς παρθενεύοντας βίον ἐξεικονίζει· καὶ γὰρ ὥσπερ, φησὶν, ἔστι φήμη τὸν φοίνικα νεάζειν τικτόμενον ἐν πυρὶ πολλῶν μετὰ κύκλους ἐνιαυτῶν, οὕτω δὴ καὶ οἱ βιοῦντες κατ' ἀρετὴν ἅπαντες ἀποθνήσκοντες τοῖς ἐν κόσμῳ βιωτικοῖς, ἀθάνατοι γίνονται, τῷ πόθῳ τοῦ δεσπότου Χριστοῦ πυρπολούμενοι.
There is a certain report concerning the phoenix bird that it is solitary, possessing no mate; and that after a certain time, they say nearly five hundred years, it dies in this manner: it gathers wood, storing it up in one place, upon which, swooping down with a rush from on high, it emits fire, whence a pyre is kindled; and it dies, it says, burned up therewith, and from the ash springs up again; yet this is an old wives' fable, an echo of Greek marvel-mongering; for no such thing was numbered among the birds or cattle and beasts in the time of Noah; for two by two or seven by seven of all creatures were placed with him in the ark, male and female; and all flesh perished from the flood that came, except those in the ark; so that the account of the phoenix bird is a mythical phantom; for the Theologian does not introduce this as true, proving it to be certain, but mentions that there is [such a report]; and by this he portrays the life of those who keep virginity; for just as, he says, there is a report that the phoenix grows young again, born in fire after cycles of many years, so too all who live according to virtue, dying to the worldly affairs in this world, become immortal, set ablaze by longing for the Master Christ.