νηρά· καὶ νῦν ἀπήγγελκάς μοι, ὡς ἀπέκλεισέν με Κύριος εἰς τὰς χεῖράς σου, καὶ οὐκ ἀπέκταγκάς με· καὶ εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ καὶ προπέμψοι αὐτὸν ἐν εἰρήνῃ, καὶ Κύριος ἀνταποδώσει αὐτῷ ἀγαθὰ ὃν τρόπον πεποίηκάς μοι· καὶ νῦν οἶδα ὅτι βασιλεύων βασιλεύσεις ἐν Ἰσραὴλ, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν χειρί σου, καὶ νῦν ὄμοσόν μοι, ὅτι οὐκ ἀφανίσεις τὸ ὄνομά μου μετ' ἐμὲ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.» Καὶ ὤμοσεν αὐτῷ· καὶ ἀπῆλθεν ἕκαστος τὴν ὁδὸν αὐτοῦ· ταυτὸ μὲν ἐποίησεν, καίτοι τὰ χείριστα πεπονθώς· ἀλλ' οὐκ ἀνῆκεν τὴν ἀπειλὴν ὁ μὴ βουληθεὶς συνιέναι τοῦ ἀγαθῦναι Σαοὺλ, ἐπεὶ μηδαμῶς ἤρεμον ἡ μοχθηρία. Πάλιν δὲ στρατοπεδεύσας, ἐπ' αὐτὸν ἐκπορεύεται· καὶ δὴ λαμπηδόσι τυπεὶς κατὰ κράνους ἡλιακαῖς ὑπὸ λαμπήνῃ ἐν ἀγρῷ, καθ' ἣν δὲ καὶ σκιάδιον· τῷ δὲ πρὸς κεφαλῆς ψυχροῦ πλήρης φακὸς ὕδατος ἦν καὶ δόρυ. Ὡς δὲ γλυκὺς τοὺς ἀμφ' αὐτὸν σὺν αὐτῷ κατεῖχεν ὕπνος, τὸν φακὸν ὁ Δαβὶδ ἀφελόμενος ᾤχετο· καὶ τὸ δόρυ μικρὸν ἐν μέσῳ· καὶ τῶν βλεφάρων αὐτοῖς τὸν ὕπνον ἐξετίναξεν εὐκραῶν ἀνέμων συρίγματα ἠρεμαῖα, σὺν τέττιγες ἠχοῦντ' ἐξ ἀκρεμόνων· περὶ δὲ τὸν Σαοὺλ ἄλλοθεν ἄλλος περισταδὸν τεύχεσιν ἀστράπτοντες περιειστήκεισαν. Ὡς δ' ὁ πάνυ μάλιστα τῆς δυνάμεως καθηγούμενος Ἀβεννὴρ, ἔστη δὲ μάλα πλησιέστερον ὁ Δαβὶδ, ὀνειδείοις τὸν Ἀβεννὴρ κατακερτομῶν ὁ γλυκύτατος· «Υἱοὶ, φησὶ, θανάτου πάντες ὑμεῖς, οἱ φυλάσσοντες τὸν κύριον ὑμῶν τὸν βασιλέα, ὅτι εἰσῆλθεν εἷς διαφθεῖραι τὸν βασιλέα, καὶ οὐκ ἦν ὁ αἰσθανόμενος· καὶ νῦν τῶν παιδαρίων ἓν διελθέτω, καὶ τὸν φακὸν τοῦ ὕδατος ἀνελέτω καὶ τὸ δόρυ, καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως, καὶ φυλάσσετε τὸν κύριον ὑμῶν τὸν βασιλέα.» Καὶ ταῦτα εἰπὼν, καὶ τὸ σκεῦος ἐπιδοὺς, καὶ πιστωσάμενος ἔργῳ τὸν βασιλέα, καὶ αὖθις εὐχείρωτον αὐτὸν καταστῆναι, πρὸς ἑαυτὸν ἐπορεύθη. Τρίτον ἄλλοτε πάλιν ὁ Σαοὺλ αὐτοῦ καταστρατοπεδεύσας, καὶ γενόμενος σχεδὸν ἐπ' αὐτῷ, φήμης ἐπικαταλαβούσης,
il; and now you have declared to me how the Lord shut me up into your hands, and you did not slay me; and if a man should find his enemy and send him on his way in peace, the Lord also will repay him with good, just as you have done to me; and now I know that reigning you shall surely reign in Israel, and the kingdom of Israel shall be established in your hand, and now swear to me that you will not blot out my name after me from the house of my father." And he swore to him; and each went his own way. The same thing he did, although he had suffered the very worst; yet Saul, who refused to understand so as to do good, did not relax his threat, since wickedness is in no way quiet. Again having encamped, he marches out against him; and indeed, struck upon his helmet by the sun's rays beneath a covered chariot in the field, over which was also a canopy; and at his head was a flask full of cold water and a spear. And when sweet sleep held those around him together with himself, David took away the flask and departed, and the spear a little in the midst; and gentle whisperings of temperate winds shook sleep from their eyelids, together with cicadas chirping from the branches; and around Saul on every side they stood round about flashing in their armour. And as Abner, who most especially commanded the host, [was there], David stood very close by, the gentlest of men taunting Abner with words of reproach: "Sons of death," he says, "are all of you who guard your lord the king, because one entered to destroy the king, and there was none who perceived it; and now let one of the young men come over and take back the flask of water and the spear, and become sons of valour, and guard your lord the king." And having said these things, and handed over the vessel, and assured the king by deed that he had again fallen easily into his power, he went back to his own place. On another occasion, a third time, Saul again having encamped against him, and having come nearly upon him, when a report overtook him,