αὐτῷ τὸν Θεὸν προηγόρευται, ὡς ἂν αὐτῷ χρήσαιτο κατ' ἀρέσκειαν· Δαβὶδ δὲ μηδαμῶς τοῦτο πράττειν ἐπωμόσατο τὸν Θεὸν, εἰ τὴν χεῖρα τοῦ διαφθεῖραι τὸν χριστὸν ἐποίσει Κυρίου· πλὴν ὅτι τῆς διπλοΐδος Σαοὺλ λαθραίως ἀποκείρας τὸν εὐχείρωτον ἐφείσατο διαφθεῖραι, πλείοσι λόγοις πεπεικὼς τοὺς συνόντας αὐτῷ μὴ δεῖν ὁπωσοῦν μηδ' ὅσιον τῷ χριστῷ Κυρίου τῷ βασιλεῖ λοιμῶς ἐπιέναι, μηδὲ χεῖρας αὐτῷ φονίους ἐπανατείνειν. Οὗτος εἶπεν· οἱ δὲ τοῖς λόγοις ὑπήκουον, οὐδ' ἠπείθησαν, ἀλλ' ἡσύχασαν. Ἀναστὰς δὲ Σαοὺλ τὸν Δαβὶδ προθυμούμενος συλλαβεῖν, εἴχετο τῆς ὁδοῦ· βραχὺ δὲ προῄει, καὶ Δαβὶδ κατὰ πόδα τοῦ σπηλαίου προπηδήσας, καθάπερ ὑψιπέτης ἀετὸς κορυδῶν ὑπεριπτάμενος χαμαιπετῶν ἔστη, καὶ λόγοις προσεφώνει ταχυτάτοις τὸν βασιλέα, καὶ δή φησι· «Κύριε βασιλεῦ.» Σαοὺλ δὲ τὴν φωνὴν ἐπεγνωκὼς εἶναι τοῦ Δαβὶδ ἀπεστράφη· καί φησιν ὁ λαλῶν· «Τί τὸ ἀδίκημά μου, καὶ τί τὸ ἁμάρτημά μου ἐναντίον σου, ὅτι καταδιώκεις ὀπίσω μου, ὡς καταδιώκει ὁ νυκτικόραξ, καὶ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν; Ἰδοὺ οἱ ὀφθαλμοί σου, καὶ οἱ ὀφθαλμοὶ βλέπουσι τῶν μετὰ σοῦ, ὡς ἀπέκλεισέν σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε· καὶ τὸ πτερύγιον ἰδοὺ τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, καὶ οὐκ ἀπέκταγκά σε· καὶ νῦν ὀπίσω τίνος καταδιώκεις σὺ βασιλεῦ Ἰσραήλ; ὀπίσω κυνὸς τεθνηκότος ἢ ψύλλου ἑνός. Γένοιτο Κύριος εἰς κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ, ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σὲ, καθὼς λέγει ἡ παραβολὴ ἡ ἀρχαία, Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια, ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σέ.» Ταῦτα μὲν ὁ Δαβίδ· Σαοὺλ δὲ κατανυγεὶς ἔκλαυσεν, καί φησι· «Φωνή σου αὕτη, τέκνον Δαβίδ·» καὶ ἔκλαυσεν, καὶ εἶπεν Σαούλ· «Δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δὲ ἀνταπέδωκά σοι πο-
God had foretold to him, so that he might deal with him at his pleasure; but David swore by God that he would by no means do this, if he should lay his hand upon the Lord's anointed to destroy him; except that, having stealthily cut off [part] of Saul's cloak, he spared him when easily in his power to destroy, having persuaded those with him by many arguments that it was in no way right or pious to assail the Lord's anointed, the king, in a pestilent manner, nor to lift murderous hands against him. Thus he spoke; and they obeyed his words, and did not disobey, but kept quiet. And Saul rose up, eager to seize David, and went on his way; and he had gone a little way, when David leaped out right after him from the cave, and stood like a high-flying eagle soaring above ground-hugging larks, and addressed the king in very swift words, and says: "My lord the king." And Saul, recognizing the voice to be David's, turned round; and the speaker says: "What is my wrongdoing, and what is my sin against you, that you pursue after me, as the night-raven pursues, and lay snares for my soul to take it? Behold, your eyes and the eyes of those with you see how the Lord shut you up into my hands in the cave, and I was unwilling to kill you; and behold, the skirt of your cloak is in my hand, and I have not slain you; and now after whom do you pursue, O king of Israel? After a dead dog or a single flea. May the Lord be judge between me and you, and my hand shall not be upon you, as the ancient proverb says: From the lawless shall come forth transgression, but my hand shall not be upon you." Thus David spoke; and Saul, pierced to the heart, wept, and says: "Is this your voice, my son David?" And he wept, and Saul said: "You are more righteous than I, because you have repaid me with good, whereas I have repaid you with ev-