Migne Reading Room

PG 38 · cols. 541–546 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:541Read from the page
νήπιος ὢν ᾔτει τὸν πατέρα τὸ πύρινον ἡνιοχῆσαι ἅρμα, καὶ λάμψαι τοῖς ἀνθρώποις· οὐκ ἰσχύσας δὲ οὐδὲ τὴν κατὰ τάξιν εὑρηκὼς ἐξανῦσαι πορείαν, ὡς ἔνιοι, κεραυνωθεὶς ὑπὸ τοῦ Διὸς ἐῤῥίφη, ὡς δὲ ἕτεροι, ὑπὸ τῆς ἀμέτρου φλογὸς τοῦ πυρίνου ἅρματος κατεκάη. Τοῦτον αἱ ἀδελφαὶ ἐπένθουν οἰκτρῶς· ἃς ἐλεήσας ὁ Ζεὺς εἰς αἰγείρους μετέβαλεν. Αὗται λέγονται καὶ μετὰ τὸ ἀποδενδρωθῆναι δακρύειν ἤλεκτρον ἐν τῷ Πακτώλῳ (ita cod.) ποταμῷ. Ἡ δὲ Νιόβη ἓξ υἱοὺς καὶ ἓξ θυγατέρας ἐσχηκυῖα κατεκαυχᾶτο τῆς Λητοῦς, ὡς αὕτη μὲν δύο τέτοκεν τῷ Διὶ, αὐτὴ δὲ δώδεκα· ἀνθ' ὧν οἱ τῆς Λητοῦς ὀξυνθέντες Ἀπόλλων καὶ Ἄρτεμις ἀπέκτειναν τοὺς ἐξ αὐτῆς· ἡ δὲ τῷ πένθει κατείχετο. Ταύτην ὁ Ζεὺς οἰκτείρας, ἐκείνους μὲν ἔθαψεν, αὐτὴν δὲ εἰς λίθον μετέβαλεν, ἀφ' ἧς τῶν ὀφθαλμῶν πηγὰς δακρύων ἐκρέειν φασὶν καὶ μέχρι τοῦ νῦν.
being young, asked his father to drive the fiery chariot and to shine upon mankind; and being unable and not knowing how to complete the orderly course, according to some he was struck by a thunderbolt from Zeus and cast down, while according to others he was consumed by the immeasurable flame of the fiery chariot. His sisters mourned him piteously, whom Zeus, taking pity on them, changed into black poplars. These are said even after being turned into trees to weep amber by the river Pactolus (so the manuscript). And Niobe, having had six sons and six daughters, boasted over Leto, saying that Leto had borne two to Zeus, whereas she herself had borne twelve; in return for which Leto's children, Apollo and Artemis, being provoked, slew her offspring, and she was overcome with grief. Zeus, pitying her, buried them and changed her into a stone, from whose eyes they say springs of tears flow forth even to the present day.
ΛΟΓΟΣ ϞΘʹ, ΛΟΓΟΣ Ρʹ.
Oration 99, Oration 100.
Εἰς τὸν πατέρα.
On his father.
Μέμνηται Μωϋσέως καὶ τῆς Βηθλεὲμ καὶ τῆς Χριστοῦ μεταμορφώσεως. Κεῖνται δὲ ἱστορίαι ἐν τοῖς ἤδη προλεχθεῖσιν.
He mentions Moses and Bethlehem and the Transfiguration of Christ. The accounts are set forth in what has already been said above.
ΛΟΓΟΣ ΡΑʹ.
Oration 101.
Εἰς τὴν μητέρα.
On his mother.
Σάῤῥα σοφὴ τίουσα φίλον πόσιν.
Wise Sarah honouring her dear husband.
Σάῤῥα μεμαρτύρηται τὸν Ἀβραὰμ τετιμηκέναι, καθὼς Πέτρος φησὶν ὁ ἀπόστολος, ὡς Σάῤῥα τῷ Ἀβραὰμ ὑπήκουσεν, κύριον αὐτὸν καλοῦσα. Καὶ γὰρ ὅτε πρὸς αὐτὴν περὶ τοῦ Ἰσαὰκ γέγονεν ἐπαγγελία, ὑπὸ τὴν σκηνὴν οὖσα, λεγόντων ἀκούσασα πρὸς Ἀβραὰμ τῶν ξενωθέντων αὐτοῖς ἀγγέλων περὶ τῆς συλλήψεως αὐτῆς, ἐγέλασεν, καί φησιν· Εἰ
Sarah is attested to have honoured Abraham, as Peter the Apostle says, that Sarah obeyed Abraham, calling him lord. For when the promise concerning Isaac came to her, being inside the tent and hearing the angels who were entertained by them speaking to Abraham concerning her conception, she laughed and says: If
PG 38:542Read from the page
οὔπω μέν μοι γέγονεν ἄχρι τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτης· διὸ καὶ ἠρνήσατο μετέπειτα φοβηθεῖσα, καὶ ὡς Οὐκ ἐγέλασα, λέγουσα· ὅμως κατὰ τὸν καιρὸν εἰς ὥρας τὸν Ἰσαὰκ τέτοκεν.
it has not yet happened to me until now, and my lord is old; wherefore she also denied it afterwards in fear, saying, "I did not laugh"; nevertheless at the appointed time in due season she bore Isaac.
Ἄννα σὺ δ' υἷα φίλον καὶ τέκες εὐξαμένη. Καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ.
And you, Hannah, bore a dear son after praying, and you gave him, Samuel, to the temple as a pure servant.
Ἡ μὲν τοῦ Σαμουὴλ μήτηρ Ἄννα τὸν Σαμουὴλ εὐξαμένη τῷ Θεῷ καὶ τεκοῦσα προσήνεγκεν· ἡ δὲ Νόννα τοῦ θείου Γρηγορίου ἡ μήτηρ καὶ τέτοκεν εὐξαμένη, καὶ τῷ Θεῷ τουτονὶ τὸν μέγαν παρέσχεν ἀρχιερέα.
Hannah the mother of Samuel, having prayed to God and borne Samuel, offered him up; and Nonna the mother of the divine Gregory both bore him after praying and presented this great high priest to God.
Ἡ δ' ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν.
And the other received great Christ in her bosom.
Ἑτέρα ἐστὶν Ἄννα τῆς Θεοτόκου ἡ μήτηρ, ἥτις τὴν Μαριὰμ διὰ τῆς προσευχῆς κυήσασα, Χριστὸν δι' αὐτῆς τὸν ὄντως μέγαν Θεὸν ἀνθρωπίνως τοῖς κόλποις ὑπεδέξατο. Μήτηρ μὲν οὖν Χριστοῦ Μαρία ἡ Θεοτόκος, Μαρίας δὲ μήτηρ Ἄννα, καὶ πατὴρ Ἰωακείμ.
The other is Anna the mother of the Theotokos, who, having conceived Mary through prayer, received through her Christ, the truly great God, in human fashion in her bosom. The mother of Christ, then, is Mary the Theotokos, and the mother of Mary is Anna, and her father Joachim.
Sequentia usque ad carm. 140 continuatim leguntur in codice.
The following, as far as poem 140, are read continuously in the manuscript.
Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ' ἐνώτισα φυσιόωντα, Καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν.
Empedocles, you I have straightway put to flight in your boasting, and the craters of Aetna's fire showed you to be mortal.
Ὁ Ἐμπεδοκλῆς βουλόμενος ἑαυτῷ Θεοῦ δόξαν περιποιήσασθαι, ἐν τῷ ἀναδιδομένῳ πυρὶ τῆς Αἴτνης βαλὼν ἑαυτὸν ἀνῃρέθη. Κεῖται ἡ ἱστορία ἐν τῷ ξδʹ λόγῳ.
Empedocles, wishing to procure for himself the glory of a god, cast himself into the fire sent up by Aetna and perished. The story is set forth in Oration 64.
Νόννη δ' οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ Τῇδέ ποτ' εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη. Καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι Σουσάννῃ Μαριάμ τε καὶ Ἄνναις ἕρμα γυναικῶν.
But Nonna did not leap into craters; rather, praying once at this table, a pure offering, she was lifted up from here. And now she is pre-eminent among pious women, Susanna, Miriam, and the Annas, a mainstay of women.
Σουσάννα σώφρων οὖσα, χεῖρας ἀθεσμοτάτας ἐξέφυγεν ἱερέων ἀκολάστων. Κεῖται ἐν τῷ γʹ λόγῳ. Μαριὰμ δέ ἐστιν ἡ Μωϋσέως ἀδελφὴ καὶ Ἀαρὼν,
Susanna, being chaste, escaped the most lawless hands of licentious priests. It is set forth in Oration 3. And Miriam is the sister of Moses and Aaron,
PG 38:543Read from the page
ἥτις μετὰ τὴν διάβασιν τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τὴν παντελῆ τῶν Αἰγυπτίων καθαίρεσιν, λαβοῦσα τὸ τύμπανον, πασῶν ἐξῆρχεν τῶν Ἰσραηλιτίδων, χορεύουσα καὶ τὴν ἐπινίκιον ᾠδὴν ᾄδουσα· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἄννα δέ ἐστιν ἡ τοῦ Σαμουὴλ μήτηρ, ἥτις τεκοῦσα, τῷ Κυρίῳ ἐξωμολογήσατο, Ἐστερεώθη, λέγουσα, ἡ καρδία μου ἐν Κυρίῳ· αἷς τὴν ἰδίαν συγκρίνει μητέρα Γρηγόριος, ἐπείπερ εὐχομένη παρὰ τῇ θείᾳ τραπέζῃ, τῆς ζωῆς ἐλύθη τῆς ἐπικαίρου.
who, after the crossing of the Red Sea and the complete destruction of the Egyptians, took the timbrel and led all the Israelite women, dancing and singing the song of victory: "Let us sing to the Lord, for gloriously has He been glorified." And Hannah is the mother of Samuel, who, having given birth, gave praise to the Lord, saying: "My heart has been established in the Lord." To these Gregory compares his own mother, since while praying beside the divine table she was released from temporal life.
Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, λήξατε μύθων, Καὶ σύ γ' Ἀρισταίου κεκεαυχέος ὀφρὺς ἄπιστε.
Heracles, Empedotimus, Trophonius, cease from fables, and you too, untrustworthy pride of vain-boasting Aristeas.
Κεῖνται αἱ παροῦσαι ἱστορίαι ἐν τῷ ξδʹ λόγῳ.
The present stories are set forth in Oration 64.
Οὐ μόσχων θυσίην σκιοειδέα, οὐδὲ χιμάῤῥων, Οὐδὲ πρωτοτόκων Νόννα ἔθηκε Θεῷ. Ταῦτα νόμοις προτέροισιν ὅτ' εἰκόνες, ἡ δ' ἄρ' ἑαυτὴν Δῶκεν ὅλην βιότῳ μάνθανε καὶ θανάτῳ.
Not a shadowy sacrifice of calves, nor of goats, nor of firstborn did Nonna offer to God. Those belonged to former laws when there were types; but she gave herself wholly, learn this, in life and in death.
Μόσχων θυσίαν καὶ χιμάῤῥων καὶ πρωτοτόκων λύτρα τῷ Μωϋσῇ προσέταξεν ὁ Θεὸς νομοθετῶν διδόναι Θεῷ· Γρηγόριος δέ φησιν, ὅτι τοῖς σκιώδεσι ταῦτα ἀναγκαῖα ἦν· νυνὶ δὲ οἷον Νόννα πεποίηκεν ἑαυτήν τε καὶ τὸν ἄνδρα καὶ τὸν παῖδα καθιερώσασα τῷ Θεῷ.
God, when giving the law to Moses, commanded that a sacrifice of calves and goats and a ransom of the firstborn be given to God; and Gregory says that these were necessary for those under the shadow, whereas now Nonna has done such a thing, having consecrated herself, her husband, and her child to God.
Πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν.
Faith translated Enoch and Elijah.
Κεῖται ἐν τῷ βʹ λόγῳ.
It is set forth in Oration 2.
Δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάϊν, ὡς δὲ θύγατρα Κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην.
Abraham gave his son as a sacrifice to God, and likewise renowned Jephthah his daughter, both a great one.
Ἡ μὲν ἱστορία τῆς Ἀβραὰμ θυσίας ἐν τῷ αʹ λόγῳ κεῖται. Ἡ δὲ τῆς Ἰεφθάε θυσίας ἐξήγησίς ἐστιν αὕτη· Τίκτεται δὲ αὐτῷ καὶ Ἰεφθάε ἀπὸ παλλακῆς, ἀνὴρ ἀμφοτεροδέξιος, σοφός τε καὶ θείου Πνεύματος καὶ δυνάμεως πλήρης. Τοῦτον οἱ ἀδελφοὶ ζηλώσαντες, ἀτίμως αὐτὸν ὡς παλλακῆς υἱὸν ἐξ-
The story of Abraham's sacrifice is set forth in Oration 1. And the explanation of Jephthah's sacrifice is this: there is born to him also Jephthah from a concubine, an ambidextrous man, wise and full of divine Spirit and power. His brothers, envying him, dishonourably cast him out as the son of a concubine
Notes, col. 543

On the reading

Printed κεκεαυχέος, for κενεαυχέος.

PG 38:544Read from the page
αποστέλλουσι, πατρῴας αὐτὸν ἀπωσάμενοι κληρονομίας· ὁ δὲ ἀναστὰς, ἐπ' ἀλλοδαπῇ μετῴκησεν. Οὐκ εἰς μακρὰν δὲ πόλεμος ἐφύετο τῶν Ἀμμανιτῶν, παρῆσάν τε τὸν Ἰσραὴλ κακωσόμενοι· πτοηθέντες δὲ καὶ γενόμενοι ἔντρομοι, τὸν Ἰεφθάε συμμαχῆσαί σφισιν ἐξελιπάρουν. Αὐτὸς μὲν οὖν εὖ εἰδὼς τῇ μὲν κακίᾳ προσανέχειν, τοῖς ἀτίμοις δὲ μὴ προχείρως συνέπεσθαι, πρεπόντως καὶ ὡς θέμις ἦν ἀπεκρίνατο· Ὑμεῖς γάρ με, φησὶν, μεμισήκατε καὶ παρ' ὑμῶν ἐξαπεστάλκατε, καὶ νῦν ἐν τῷ καιρῷ τῆς ἀνάγκης ὑμῶν ἐρεῖτε· Δεῦρο καὶ πολέμησον τὸν πόλεμον ἡμῶν· οἱ δὲ τοῖς ῥήμασιν καταιδεσθέντες αὐτοῦ, συνιέντες τε, καὶ μέντοι πρὸς τὸν πόλεμον ἱκανὸν ὑπάρχοντα προγινώσκοντες, ὅμως ἠπίοις ῥήμασιν κατεμάλασσον, αὐτὸν ἄρχειν μετὰ τὸν πόλεμον παντὸς Ἰσραὴλ ὑποσχόμενοι. Πεισθέντος γοῦν καὶ πρὸς τὴν μάχην ἀφικομένου, οἱ μὲν πολέμιοι κατὰ κράτος ἐτρέποντο· τούτῳ δὲ δι' εὐχῆς ἦν, τὸν πρώτως αὐτῷ συναντήσοντα τῶν οἰκείων ἐπανιόντι καθιεροῦν τῷ Θεῷ· μονόπαις δὲ τούτῳ παρθένος ἦν ὅτι λίαν καλὴ, ἣ προσυπαντήσασα τῷ πατρὶ μετὰ χαρμοσύνης καὶ τυμπάνων, τῶν ἄλλων προηγεῖτο· βαρὺ δὲ καὶ λίαν στενάξας ἐκ βάθους ὀδυνηρὸν, Οἴ μοι, φησὶ, θύγατερ, ἔμποδος ἕστηκάς μοι· τὸ γὰρ στόμα μου περὶ σοῦ πρὸς τὸν Θεὸν ἤνοιξα, καὶ νῦν σκόλοψ γέγονας ἐν ὀφθαλμοῖς μοι· οὐ γὰρ δυνήσομαι τὴν εὐχὴν παραβῆναι. Ἡ δὲ νεᾶνις ἀλύπῳ τε προθέσει καὶ ψυχῆς ἀνδρειότητι, Πληρώσαις, ἔφη, πάτερ, τὴν ὑπόσχεσιν οὗ χάριν συνέτριψεν Κύριος τοὺς ἐχθροὺς ὑπὸ χεῖράς σου· μικρὸν δὲ ταῖς συνεταίραις ταύτην συνεῖναι φήσασα συγχωρῆσαι, τὴν παρθενίαν ἀνὰ τὰ ὄρη τεσσάρακοντα ἡμερῶν κλαύσασα μετὰ τῶν παρθένων Ἰσραὴλ, πατρικῆς ὑπὸ χειρὸς ἐργασθεῖσα τῷ Θεῷ καθιερώθη.
and sent him away, thrusting him out from his paternal inheritance; and he rose up and migrated to a foreign land. Before long a war of the Ammonites broke out, and they came to afflict Israel; terrified and trembling, they entreated Jephthah to fight as their ally. He then, knowing well how to resist wickedness and not to follow dishonourable men readily, answered fittingly and as was right: "For you," he says, "hated me and sent me away from you, and now in the time of your distress will you say, Come and fight our battle?" And they, put to shame by his words and understanding, and moreover knowing beforehand that he was capable for war, nevertheless softened him with gentle words, promising that he should rule over all Israel after the war. When he was persuaded, then, and came to the battle, the enemies were routed by force; now he had made a vow to consecrate to God the first of his household who should meet him upon his return. He had an only child, an exceedingly fair virgin, who came out to meet her father with joy and timbrels, leading the others; and groaning heavily and most painfully from the depths, he says: "Woe is me, daughter, you have stood as a stumbling-block to me; for I have opened my mouth concerning you to God, and now you have become a thorn in my eyes, for I shall not be able to transgress the vow." And the maiden, with untroubled resolve and courage of soul, said: "May you fulfil, father, the promise for the sake of which the Lord has crushed the enemies under your hands"; and having asked him to grant that she might spend a little time with her companions, after weeping for her virginity upon the mountains for forty days with the virgins of Israel, she was dealt with by her father's hand and consecrated to God.
Notes, col. 544

On the reading

Printed τεσσάρακοντα, for τεσσαράκοντα.

PG 38:545Read from the page
Σάῤῥα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἢ ποθέουσα Τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι;
Dear Sarah, how did you leave your Isaac, or was it in longing to meet Abraham's bosom with all speed?
Σάῤῥαν τὴν ἰδίαν ἀποκαλεῖ μητέρα, διὰ τὸ αὐτὸν ἐξ ἐπαγγελίας κατὰ τὸν Ἰσαὰκ τεχθῆναι, καὶ τῷ Θεῷ καθιερωθῆναι. Κόλπους δέ φησιν Ἀβραὰμ οἷς ὁ πτωχὸς ἐπαναπαύσασθαι λέγεται. Κεῖται περὶ τῶν κόλπων τοῦ Ἀβραὰμ ἱστορία ἐν τῷ αʹ λόγῳ.
He calls his own mother Sarah, because he was born from a promise like Isaac and was consecrated to God. And he means the bosom of Abraham in which the poor man is said to have rested. The account concerning the bosom of Abraham is set forth in Oration 1.
Στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα, Νόννα παρ' ᾗ ἐλύθης εὐχομένη πύματα.
This table is a stele for you of your honey-sweet death, Nonna, beside which you were released while praying your last.
Χρὴ εἰδέναι, ὅτι ὁ ψόγος διὰ τῶν ἐγκωμιαστικῶν προέρχεται, οἷον γένους, παιδεύσεως καὶ πράξεων. Εἰ γὰρ μή τις εὐγενὴς, ἢ φρόνιμος, ἢ εὔτροπος εἴη, ψεκτὸς τοῖς πᾶσι καθέστηκεν. Στήλη δὲ διηνεκές ἐστι κατηγόρημα ἐπί τε τῶν εὖ ἐχόντων καὶ τῶν ἐναντίων, οἷον ὡς Ἀθηναῖοι τὸν Ἀρίθμιον Ἐξελίτην στηλιτεύουσιν, ὅτι διέφθειρεν τοὺς Ἕλληνας χρήμασιν ἐπὶ τὸ μᾶλλον ὑπακοῦσαι τῷ Πέρσῃ, ἀτιμώσαντες καὶ αὐτὸν καὶ ἅπαν αὐτοῦ τὸ γένος, ἄδειαν δεδωκότες ἐν τοῖς γράμμασι τῷ βουλομένῳ ἀνελεῖν αὐτὸν, ἐπιγράψαντες καὶ τὴν αἰτίαν ἐν στήλῃ, ἥτις ἦν αὐτῷ ψόγος, Ὅτι, φησὶ, τὸν χρυσὸν τῶν ρʹ Μήδων εἰς Πελοπόννησον ἤγαγεν. Ὡσαύτως καὶ τῶν εὐεργετῶν ἀνεγράφησαν αἱ εὐεργεσίαι στηλωθεῖσαι, ὡς περὶ τοῦ Βοσπορίτου Λεύκωνος τοῦ ἄρχοντος εὐεργεσία ἐν Ἀθήναις ἀνεγράφη. Στήλης δὲ ἄξιον τῆς ἰδίας μητρὸς τὸ τέλος φησὶν ὁ θεῖος Γρηγόριος, οὐχ ὡς ἄν τις ὑπολάβοι τὴν στήλην ἐπὶ ψόγῳ, ἀλλ' ὥστε τὸν ἔπαινον εἰς τὸ διηνεκὲς ἀνακεῖσθαι. Στήλη δέ ἐστιν, ἢ λίθος, ἢ χαλκὸς ἐπιμήκης, τετράγωνος, ἐν ᾧ στηλιτεύεται ὁ γραφόμενος, καθὼς ἐν τῷ κατὰ τυμβωρύχων λόγῳ φησίν· Στήλῃ γράψατε νεκροφόνον τοὔμπαλιν· ἢ τὸ καλῶς ἐνταῦθα σημαίνων γραφῆναι.
One must know that censure proceeds through the topics of encomium, such as birth, education, and deeds. For if someone is not well-born, or prudent, or of good character, he becomes blameworthy to all. A stele is a perpetual proclamation regarding both those who are in a good state and the opposite, as for instance the Athenians pilloried Arthmius the Exelite because he corrupted the Greeks with money so that they might rather submit to the Persian, disfranchising both him and his whole family, granting impunity in the decree to anyone who wished to kill him, and inscribing the reason also on a stele, which was a censure upon him: "Because," it says, "he brought the gold of the hundred Medes into the Peloponnese." Likewise also the benefactions of benefactors were recorded and set up on stelae, as the benefaction of Leucon the Bosporan, the ruler, was recorded in Athens. And the divine Gregory says that the end of his own mother is worthy of a stele, not as one might suppose a stele for censure, but so that her praise may be set up in perpetuity. A stele is either a stone or an oblong four-sided bronze tablet on which the person inscribed is pilloried, as he says in the oration against tomb-robbers: "Inscribe on a stele the slayer of the dead in turn"; or signifying here that it was inscribed honourably.
PG 38:546Read from the page
ΛΟΓΟΙ ΡΒʹ, ΡΓʹ, ΡΔʹ, ΡΕʹ, ΡϚʹ, ΡΖʹ, ΡΗʹ, ΡΘʹ, ΡΙʹ, ΡΙΑʹ, ΡΙΒʹ, ΡΙΓʹ, ΡΙΔʹ.
Orations 102, 103, 104, 105, 106, 107, 108, 109, 110, 111, 112, 113, 114.
Κατὰ τυμβωρύχων δι' ἐπῶν.
Against tomb-robbers, in hexameters.
Ἑπτὰ βίοιο πέλει τάδε θαύματα, τεῖχος, ἄγαλμα, Κῆποι, πυραμίδες, νηὸς, ἄγαλμα, τάφος.
Seven are these wonders of life: wall, statue, gardens, pyramids, temple, statue, tomb.
Τεῖχός ἐστιν τὸ Βαβυλῶνος ὅπερ ἔφημεν ἐπίδρομον τοῖς ἅρμασι· οἱ δέ φασι τὸ Ῥώμης Καπετώλιον. Ἔστι γὰρ κτίσμα μέγα περιβόλοις συνεχόμενον, ἐν ᾧ πλήθη ζωδίων ἐστὶν, καὶ σημεῖον ἑκάστῳ τούτων ἦν ποτε· καὶ γάρ φασι κώδωνας ἐκ χειρὸς ἀποκρεμασθῆναι τούτων. Ζώδιον δὲ κατ' ἔθνος ἦν ἅπαν, ὅπερ, φησὶν, ἐσήμαινεν διὰ τοῦ κώδωνος τὴν οὗπερ εἰκονίζει κίνησιν ἔσθ' ὅτε πολεμικὴν ἔθνους· πολλὰ δὲ καὶ ἄλλα θαύματος ἄξια κατὰ Ῥώμην ἐστίν. Ἄλλοι δέ φασιν ἐν Ἡρακλείᾳ τυγχάνειν ἵδρυμά τι κατὰ ἀμφιθεάτρου, ἐν ᾧ καλλίστη μὲν καὶ θαυμασία τίς ἐστιν οἰκοδομή· ἔχει δέ τι καὶ πλέον. Κατὰ γὰρ τὸ ἀκρότατον τῆς οἱασοῦν γωνίας τοῦ τείχους εἴ τις καθ' ἑαυτὸν τῷ λίθῳ μυστικῶς λόγον ἐπαφῇ, τὸν ἑτέρωθεν ἱστάμενον τηλαυγῶς ῥήματος ἀκροᾶσθαί φασιν. Ἄγαλμα δέ ἐστιν ὁ ἐν Κολοσσαῖς τῇ λεγομένῃ Ῥόδῳ χαλκὸς ἀνδριὰς, ὃν ὑπερμεγέθη τυγχάνοντα καθεῖλον Ἀγαρηνοὶ γεγονότες αὐτοῦ· οὗτος δὲ ὀγδοηκοντάπηχυς ἐλέγετο εἶναι. Κῆποι δέ εἰσιν Ἀλκινόου καὶ Ἀδώνιδος· Ἀλκίνοος δὲ τῶν Φαιάκων γέγονεν βασιλεὺς, φιλόξενος καὶ λαμπρός τις τούς τε οἴκους καὶ κήπους καὶ τὰς εὐωχίας· ἡ γὰρ Ἀλκινόου πλουσία μάλιστα καὶ φιλότιμος τράπεζα. Πυραμίδες δὲ οἱ παρ' ἡμῶν λεγόμενοι τοῦ Ἰωσὴφ σιτοβολῶνες, τῆς κατ' Αἴγυπτον Βαβυλῶνος μικροῦ διεστηκότες. Ναὸς δὲ ὁ ἐν Κυζίκοις τῇ πόλει· μέγας γὰρ οὗτος καὶ θαύματος ἄξιος· ὃς τῷ μὲν Ἀπόλλωνι πρότερον ἵδρυτο, ὑπ' αὐτοῦ δὲ προκεχρησμῴδηται Μα-
The wall is that of Babylon, which we said could be driven over by chariots; others say it is the Capitol of Rome. For it is a great structure enclosed by circuit-walls, in which there are multitudes of figurines, and each of these once had a signal; for they say bells were suspended from their hands. Every figurine corresponded to a nation, and, as they say, it signified by the bell any hostile movement of the nation which it represented; and there are many other things worthy of wonder in Rome. Others say that in Heraclea there is a certain edifice facing the amphitheatre, in which there is a most beautiful and marvellous building, and it has something further besides: for at the extremity of any corner of the wall, if someone secretly whispers a word by himself to the stone, they say that the person standing on the other side hears the utterance clearly. The statue is the bronze colossus in Colossae, the place called Rhodes, which, though it was of enormous size, the Hagarenes pulled down when they came there; and this was said to be eighty cubits high. The gardens are those of Alcinous and Adonis; now Alcinous was king of the Phaeacians, hospitable and splendid in his houses, gardens, and banquets, for the table of Alcinous was especially rich and generous. The pyramids are what we call the granaries of Joseph, standing a short distance from Babylon in Egypt. The temple is that in the city of Cyzicus; for this is great and worthy of wonder, which was formerly dedicated to Apollo, yet it was foretold by an oracle from him that it would belong to Ma-
Notes, col. 546

On the reading

Printed χαλκὸς, for χαλκοῦς.