ταύτην Ὀδυσσεὺς ὀξύνας, τὸν Κύκλωπα ἀπετύφλωσεν. Τοιῶσδε Κύκλωψ Ὀδυσσέως ἤρετο τοὔνομα· Ὀδυσσεὺς δὲ, Οὖτις λέγεται, ἀπεκρίνατο. Μέλλοντος δὲ τοῦ Κύκλωπος τὸν Ὀδυσσέα φαγεῖν, λαβὼν οἶνον Ὀδυσσεὺς προσφέρει τῷ Κύκλωπι ἐπειπών· Κύκλωψ, λάβε καὶ πίε οἶνον. Κύκλωψ οὖν δεξάμενος παρ' ἔθος πιὼν ἐμεθύσθη· τῷ δὲ καθεύδοντι βαθὺ τὸ ξύλον ἐπιβαλὼν ἀπετύφλωσεν ὁ Ὀδυσσεύς. Κύκλωψ οὖν ἀνανήψας καὶ μὴ βλέπων, ἀνὰ τὸ ἄντρον ταῖς χερσὶ τὸν Ὀδυσσέα ζητῶν οὐχ εἷλεν, ἀμφὶ τὰ μῆλα τούτου κρυπτομένου. Στὰς δὲ Κύκλωψ πρὸς τῇ θύρᾳ τοῦ σπηλαίου τὸν λίθον ἀπωσάμενος, καθ' ἓν ταῖς χερσὶν ἐξιοῦσι τοῖς προβάτοις ἐπιτιθεὶς τὰς χεῖρας ἐπιμελῶς ἠρευνᾶτο· κριοῦ δὲ μεγίστου τῆς ἀγέλης προηγουμένου τοῖς ἐρίοις Ὀδυσσεὺς ὑπὸ τὴν κοιλίαν προσδήσας ἑαυτὸν, οὕτω λαθὼν ἔξεισι τοῦ σπηλαίου, πολλὰ τοῦ Κύκλωπος ὕστερον καταγελάσας· Κύκλωψ δὲ τῇ σκάφῃ τὸν Ὀδυσσέα γνοὺς ἐπιβάντα, πέτρας ἀποκινήσας ἐπ' αὐτὸν ἀφῆκεν, καὶ τὴν θάλασσαν διαναστήσας τῇ τῶν λίθων ὁρμῇ, σάλον αὐτοῖς ἐξετάραξεν. Ὀδυσσεὺς οὖν χάριν τῷ Κύκλωπι καταθέμενος, ὡς εἰ σφενδονῶν ἐπιμείναι, θᾶττον εἰς Ἰθάκην ἐπειγόμενον ἐκπέμψειεν, τοῦ βάλλειν ὁ Κύκλωψ ἐπαύσατο, μᾶλλον εὐεργετεῖν ἢ ἀμύνεσθαι τὸν ἐχθρὸν ὑποτοπάσας· φωνήσας δὲ φοβερὸν μετ' οἰμωγῆς, ἅπαντας θᾶττον τοὺς Κύκλωπας συνειλεγμένους, καὶ τίς πυνθανομένους ἡ συμφορὰ καὶ πόθεν, Οὖτίς με φονεύει, ὁ Κύκλωψ ἀπεκρίνατο. Εἰ οὖν οὖτις ὁ φονεύς ἐστιν, θεόθεν εἶναι τούτῳ τὴν ὀργὴν οἱ Κύκλωπες ἐπειπόντες ᾤχοντο. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι νεόκτυπον βροντὴν ἤγαγεν Ἀτθὶς, εἴτε τὴν μοῦσαν τῆς ξένης γλώττης Ἀτθίδος καὶ τὸ αὐ-
Odysseus sharpened this and blinded the Cyclops. In this manner the Cyclops asked Odysseus's name; and Odysseus answered, It is called Nobody. And when the Cyclops was about to eat Odysseus, Odysseus took wine and offered it to the Cyclops, saying: Cyclops, take and drink wine. The Cyclops, then, receiving it and drinking contrary to custom, became drunk; and while he was deeply asleep, Odysseus thrust the stake upon him and blinded him. So the Cyclops, sobering up and not seeing, searched for Odysseus with his hands throughout the cave and did not catch him, as he was hiding among the sheep. And the Cyclops, standing by the door of the cave after pushing away the stone, laid his hands upon the sheep as they went out one by one and searched carefully; but Odysseus, binding himself to the fleece under the belly of the largest ram leading the flock, thus escaped from the cave unnoticed, afterwards mocking the Cyclops greatly. And the Cyclops, realizing that Odysseus had boarded his vessel, tore up rocks and hurled them at him, and stirring up the sea with the force of the stones, raised a swell against them. Odysseus then thanked the Cyclops, saying that if he kept on slinging, he would send him on his way to Ithaca the faster; so the Cyclops ceased throwing, suspecting that he was benefiting rather than punishing his enemy; and shouting dreadfully with a groan to all the Cyclopes who quickly gathered and asked what the calamity was and whence it came, the Cyclops answered: Nobody is killing me. If then nobody is the killer, the wrath upon him is from God, the Cyclopes said, and went away. The divine Gregory says, therefore, that Attica brought forth a new-resounding thunder, signifying either the muse of the rare Attic tongue and its