PG 38:517Read from the page129 Οὐκ ἀΐεις καὶ πρόσθε τεὸν πατέρ' ὡς ἀπάτησεν
Do you not hear also how of old your father was deceived by
130 Ἀνδροφόνοιο φυτοῦ εὔχροος ἀγλαϊῆ.
The fair-coloured splendour of the man-slaying plant?
Μέμνηται τῆς κατὰ τὸν Ἀδὰμ παραβάσεως· ἔστι δὲ ἡ ἱστορία ἐν τῷ βʹ λόγῳ.
He mentions the transgression of Adam; and the story is in the 2nd discourse.
139 Τοῦτο δὲ καὶ πλέον ἐστὶ γελοίϊον, οἶδεν ἄκοσμον
And this is even more ridiculous: a woman having an unadorned
140 Εἶδος ἔχουσα γυνὴ, καὶ πατέει Δανάην.
Form knows it, and tramples upon Danae.
Δανάη γυνή ἐστιν ἐρωμένη Διὸς, Ἀκρισίου μὲν θυγάτηρ, Περσέως δὲ μήτηρ· αὕτη δὲ τρόποις ἐμηχανᾶτο στιβαζομένη, αἰσχροῖς δὲ σχήμασι κλεϊζομένη· διὸ ὁ Ζεὺς ὡς χρυσὸς αὐτῇ φαινόμενος συνεκάθευδεν αὐτῇ. Περιτιθεμένη γὰρ ἑαυτῇ τὸ χρυσίον ἡ Δανάη, εἶδός ἐστιν ἐν ᾧ μετεμορφοῦτο ὁ Ζεὺς οὕτως εὐσχήμονι, καὶ γὰρ διεῤῥύη τὸ χρυσίον, καὶ συνεγένετο αὐτῇ. Μιμεῖται τοίνυν τὴν Δανάην, φησὶν ὁ θεῖος Γρηγόριος, γυνὴ καλλωπιζομένη, κἂν εὔσχημον εἶδος ἔχῃ, προσεπινοοῦσα χρωμάτιά τινα δι' ὧν τοὺς ἀνθρώπους ἐφέλκεται, ὡς ἡ Δανάη.
Danae is a woman beloved of Zeus, daughter of Acrisius and mother of Perseus; and she contrived by her ways, being pressed together and famed for shameful postures; wherefore Zeus, appearing to her as gold, slept with her. For as Danae put the gold around herself, it is a form so comely into which Zeus was transformed, for indeed the gold flowed through and lay with her. A woman who adorns herself, therefore, says the divine Gregory, imitates Danae, even if she has a comely form, devising in addition certain paints through which she attracts men, like Danae.
153 Πυνθάνομ', ὡς κενεὴν καὶ ἀνείδεον ὑστερόφωνον,
I hear how someone, longing for the empty and formless late-sounding
154 Ἠχώ τις ποθέων, πλάζεθ' ὑπὲρ σκοπιῶν.
Echo, wandered over the crags.
Ἤδη μὲν περὶ Πανὸς εἴρηται, ὡς αὐλητὴς ὢν τῶν ὀρέων τοῖς ἀντηχήμασιν ἐτέρπετο τῆς ἑαυτου φωνῆς.
It has already been said concerning Pan that, being a flute-player of the mountains, he delighted in the reverberations of his own voice.
155 Καὶ μορφῆς ποθ' ἑῆς τις ἐράσσατο, καὶ κατὰ πηγῆς
And once someone fell in love with his own form, and into a spring
156 Ἥλατ' ἐπ' εἰδώλῳ κάλλεος οὐλομένου.
Leapt after the image of his ruinous beauty.
Κεῖται μὲν ἐν τῷ ξγʹ λόγῳ. Νάρκισσος οὗτος ἦν ὁ κυνηγέτης, ὃς ὢν χαρίεις τὴν ὄψιν ὑπεράγαν, ὀργῶν τε τῇ Ἀφροδίτῃ, καὶ πιόμενος ἐπὶ πηγὴν ἔρχεται· τῆς οἰκείας δὲ μορφῆς ἐρασθεὶς τῆς πηγῆς κατεπήδησεν, ὁμοῦ τοῦ κάλλους τοῦ ὀλεθρίου τῷ εἰδώλῳ τὸν θάνατον ἐπισπασάμενος.
It is set out in the 63rd discourse. This was Narcissus the hunter, who, being exceedingly graceful in appearance and ardent for Aphrodite, also comes to a spring to drink; and having fallen in love with his own form, he leapt down into the spring, drawing death upon himself together with the image of his ruinous beauty.
157 Ἄλλη δ' ἂν ποταμοῦ καλοῖς ἐπεμήνατο ῥείθροις·
And another raged with love for the fair streams of a river;
158 Μαίνετο, οὐδ' ὄχθας ἥγ' ἀπέλειπε φίλας·
She raged, nor did she leave its dear banks;
159 Λάπτεν ὕδωρ, χείρεσσιν ἀφύσσετο, ἀφρὸν ἔμαρπτεν·
She lapped the water, drew it with her hands, grasped at the foam;
160 Ἀλλ' οὐδ' ὣς πυρόεις ὕδασι λῆγε πόθος.
Yet not even so did her fiery longing cease in the waters.
161 Οὕτω τυφλὸν ἔρως καὶ ἀνάρσιον.
So blind and hostile a thing is love.
Ἥρα ποτὲ τοῖς ὕδασιν ἐπεμάνη· ἄλλοι δὲ τὴν Τυρώ φασι τὸν ἐγχώριον ποταμὸν ἐρᾷν τὸν Ἐνιπέα, ἔνθα
Hera once raged with love for the waters; but others say that Tyro loved the native river Enipeus, where
Notes, col. 517
On the reading
Printed ἀγλαϊῆ, for ἀγλαΐη.
Printed ἑαυτου, for ἑαυτοῦ.
PG 38:518Read from the pageγενομένη, ταῖς ὄχθαις τοῦ ποταμοῦ παρεκαθέζετο· φλεγομένη δὲ ὑπὸ τοῦ πόθου, τὰ γέλωτος ἔπραττεν ἔργα, ἔπινεν ὕδωρ, ἤντλει ταῖς χερσὶν, ἐκράτει προσεγγίζουσα, τὸν ἀφρὸν ἐλούετο, διηντλεῖτο καὶ τυχεῖν οὐκ ἠδύνατο τοῦ ποθουμένου· οὐ γὰρ οἷόν τε συγγενέσθαι αὐτῇ τὸ ὕδωρ. Ὡς δὲ ταῦτα ἐποίει, πλέον ἐξήπτετο, καὶ ὁ πυρωθεὶς ἔρως ἐν τοῖς ὕδασιν οὐκ ἤθελε παύσασθαι. Οὕτω, φησὶν ὁ θεῖος Γρηγόριος, τυφλόν τι καὶ ἄδικον ἔρως λίαν, καὶ τὸν ἔμφρονα πολλάκις ἔξω τοῦ νοῦ βάλλων· τοῦτο δέ φησι κατὰ γυναικῶν καλλωπιζομένων, ὅτι διὰ πολλῶν τρόπων οἰστρηλατοῦνται, στιβιζόμεναι, χρωματιζόμεναι, κοσμούμεναι, καὶ σωφροσύνην σχηματιζόμεναι, δι' αὐτῶν τῶν ἐπιτηδευμάτων τὸν ἐγκάρδιον ὑποφαίνουσιν ἔρωτα. Κεῖται ἐν τῷ ρμβʹ λόγῳ.
having come, she sat beside the banks of the river; and burning with longing, she did laughable deeds: she drank water, drew it with her hands, grasped it as she approached, bathed in the foam, drenched herself, and could not obtain what she longed for; for it was not possible for the water to unite with her. And as she did these things, she was inflamed all the more, and the fiery love would not cease in the waters. Thus, says the divine Gregory, love is something exceedingly blind and unjust, often casting even the sensible person out of his mind; and he says this against women who adorn themselves, because they are driven by frenzy in many ways, painting their eyes with antimony, colouring themselves, decking themselves out, and feigning chastity, while by their very practices they betray the passion in their hearts. It is set out in the 142nd discourse.
165 Πείθομαι ὥς ποτε ταῦρον ἀνὴρ σοφὸς ἤπαφε τέχνῃ
I am persuaded that once a clever man deceived a bull by art,
166 Χρώμασι μορφώσας δουρατέην δάμαλιν·
Fashioning a wooden heifer with colours;
167 Ξεῖνος ἔρως, ἀπνόοισιν ἐπ' εἴδεσιν, ἔμπνοα βαίνει
A strange love, for lifeless forms, goes upon living things
168 Ὁππότε καὶ σὺ νέοις μήσαιο τοῖον ἄγος.
Whenever you too devise such a pollution for youths.
Λόγος ἐστὶν, ὅτι τῶν ἀρχαίων τις σοφὸς ζωγράφος δάμαλιν ξυλίνην στήσας ἐζωγράφησεν, ὡς μέν τινες, ὅτι ὑδάτων δαμάλεως τοῖς χρώμασιν ἐπιμίξας καὶ οὕτως σκευάσας ἔστησεν ὅμως τὴν δάμαλιν τὴν ξυλίνην· ταῦρος δὲ ἐνεχθεὶς καὶ παραστὰς ἐπεμαίνετο τῇ δαμάλει τῇ ξυλίνῃ ξένον ἔρωτα ἐπιδεικνύμενος. Φησὶν ὁ θεῖος Γρηγόριος, ὅτι αἱ ζωγραφούμεναι γυναῖκες ψιμυθίοις καὶ φυκαρίοις καὶ χρώμασιν ἄλλοις τοὺς ἄνδρας ἐπισπῶνται πρὸς ἔρωτα. Εἰ γὰρ ἐπ' ἄψυχα μανίαν τῷ ταύρῳ τὰ τοιαῦτα πεποίηκεν, πόσῳ μᾶλλον ἐπ' ἀνδράσιν τῇ ὁμοίᾳ περιεχομένοις σαρκί;
There is a story that a certain clever painter among the ancients set up a wooden heifer and painted it, as some say, mixing a heifer's secretions with the colours and having prepared it thus, he nevertheless set up the wooden heifer; and a bull, brought and standing beside it, raged with love for the wooden heifer, displaying a strange passion. The divine Gregory says that women who paint themselves with white lead and rouge and other colours draw men to passion. For if such things produced madness in the bull towards lifeless things, how much more in men who are clothed in the same flesh?
169 Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ' ἀνέρας, οἷσιν ὁμοῖος
Orpheus persuaded wild beasts, and you persuade men, who have a mind
170 Θήρεσίν ἐστι νόος, θηλυμανής τε βίος.
Like wild beasts, and a life mad after women.
Κεῖται ἡ κατὰ τὸν Ὀρφέα διήγησις ἐν τῷ ξβʹ λόγῳ.
The narrative concerning Orpheus is set out in the 62nd discourse.
185 Πῶς δὲ σὺ τόσσον ἔρωτος ἐπ' ἀνδράσι κεστὸν ἄγουσα
And how, woman, bringing against men so great a girdle of
186 Λυσιγάμοιο γύναι τῆλε μένεις κακίης;
Marriage-dissolving love, do you remain far from vice?
PG 38:519Read from the pageΤὴν Ἀφροδίτην ἔφορον εἶναί φασι τῆς πορνείας καὶ τῶν ἐρωτικῶν ἁπάντων καὶ πρὸς ἡδονὴν σαρκὸς ὁρώντων· ὅθεν, ὡς Ὅμηρός φησι, τὴν Ἀφροδίτην ἔχειν τὰ πρὸς ἀπάτην ἐπιτήδεια πολλαχοῦ τις ἂν ἴδοι, μάλιστα δὲ ἐκ τῶν κατὰ τὴν Ἥραν· μᾶλλον ὁ Ζεὺς Ὁμήρῳ μεμυθολόγηται τοῖς Τρωσὶν ἐχαρίζετο καὶ τοὺς Ἕλληνας ἡττᾶσθαι παρεσκεύαζεν διὰ τὴν τῆς Θέτιδος ἱκετείαν ἕνεκεν Ἀχιλλέως, ἵνα ζητήσωσιν αὐτὸν Ἕλληνες ἡττώμενοι· καὶ γὰρ ἦν παροξυσμὸς μεταξὺ Ἀχιλλέως καὶ Ἀγαμέμνονος ἕνεκεν Χρυσηΐδος καὶ Βρισηΐδος. Χρύσης γὰρ ἱερεὺς ὢν Ἀπόλλωνος παρῆν ἐπὶ ναύσταθμον τῶν Ἑλλήνων Χρυσηΐδα τὴν ἰδίαν λυτρωσόμενος παῖδα, γέρας Ἀγαμέμνονι δοθεῖσαν ὑφ' Ἑλλήνων· αὕτη γὰρ καὶ Βρισηῒς ἡ τοῦ Ἀχιλλέως ἐξαίρετοι τῆς αἰχμαλωσίας ὑπῆρχον νεάνιδες. Λύτρων δὲ πολλῶν ὑπὸ Χρύσου παρεχομένων, Ἀγαμέμνων οὐ προσέσχεν, ἀλλὰ γὰρ ἠτίμασεν τὸν ἱερέα πρὸς τούτοις. Ὁ δὲ τῷ Ἀπόλλωνι κατὰ τῶν Ἑλλήνων ἐντυγχάνει· λοιμικῆς δὲ νόσου τὸ στρατόπεδον νεμομένης, Κάλχαντος ἀληθὲς διασαφήσαντος, Ἀγαμέμνων ἠναγκάζετο τὴν Χρυσηΐδα τῷ πατρὶ τῷ οἰκείῳ ἀποδοῦναι· διέστηκεν δὲ πρὸς Ἀχιλλέα, ὡς ἅτε Κάλχαντα τὸν χρησμὸν ὧδε φῆναι παρεσκευασμένον. Ἀφελεῖται οὖν τὴν Βρισηΐδα τοῦ Ἀχιλλέως, δι' ἣν εἰς λόγους καταστάντες διηνέχθησαν. Ἀχιλλέως δὲ κλαίοντος ἀντὶ τῆς κόρης, ἡ μήτηρ Θέτις ἀνελθεῖν λέγεται καὶ λόγοις αὐτὸν αἱμυλίοις μεταβαλεῖν· εἶτ' ἔπειτα εἰς Ὄλυμπον ἀφικομένη τῷ Διῒ προσαγγέλλει τοῖς Τρωσὶν ἐπαμύναι, ὅπως Ἕλληνες ἡττώμενοι δεηθῶσιν Ἀχιλλέως. Ζεὺς δὲ τῆς Θέτιδος τὴν ἱκετείαν δεξάμενος, ἐπὶ μὲν τῇ ὑποσχέσει κεκίνηκε τὰς ὀφρύας, τὰς δὲ τρίχας τῆς κεφαλῆς σεῖσαι κατανεύσει λέγεται, συγκινῆσαί τε τὸν οὐρανὸν ὅλον τῶν τριχῶν αὐτοῦ κινουμένων. Τῆς τοί-
They say that Aphrodite is the overseer of fornication and of all amorous matters and things tending towards pleasure of the flesh; whence, as Homer says, one may see in many places that Aphrodite possesses the means suited for deception, and especially from the story concerning Hera; rather, Zeus is represented in myth by Homer as favouring the Trojans and causing the Greeks to be defeated on account of the supplication of Thetis on behalf of Achilles, so that the Greeks, being defeated, might seek him; for indeed there was a sharp contention between Achilles and Agamemnon on account of Chryseis and Briseis. For Chryses, being a priest of Apollo, came to the naval station of the Greeks to ransom his own daughter Chryseis, who had been given as a prize to Agamemnon by the Greeks; for she and Briseis, who belonged to Achilles, were choice maidens from the captivity. Although a rich ransom was offered by Chryses, Agamemnon paid no heed, and moreover dishonoured the priest besides. He therefore appeals to Apollo against the Greeks; and when a pestilential disease ravaged the camp and Calchas declared the truth, Agamemnon was compelled to restore Chryseis to her own father; but he fell out with Achilles, as though he had suborned Calchas to utter the oracle in this way. He therefore takes Briseis away from Achilles, on whose account they fell into words and quarrelled. And as Achilles wept for the maiden, his mother Thetis is said to have come up and changed his mood with soothing words; and then afterwards, arriving at Olympus, she petitions Zeus to aid the Trojans, so that the Greeks, being defeated, might have need of Achilles. And Zeus, accepting the supplication of Thetis, moved his brows in confirmation of the promise, and is said to have shaken the hair of his head as he nodded assent, and to have shaken all heaven as his hair moved. Of Thetis, there-
PG 38:520Read from the page⟨ν⟩υν Θέτιδος τὴν ἱκετείαν πληρῶσαι θέλων ὁ Ζεὺς καὶ εἰς πέρας ἄγων, τοῖς μὲν Τρωσὶν ἐβοήθει, τοῖς δὲ Ἕλλησι κακὰ ἐβουλεύετο. Φροντίζουσα δὲ τῶν Ἑλλήνων ἡ Ἥρα βουλεύεται πρὸς μίξιν ἀπατῆσαι τὸν Δία καὶ πρὸς ὕπνον καθελκύσαι, ὅπως καθεύδοντος τοῦ Διὸς ἀβοήθητοι γενόμενοι Τρῶες τοῖς Ἕλλησιν ἡττηθῶσιν. Ταῦτα βουλευσαμένη λαμβάνει τὰ καλλωπίσματα ἐκ τοῦ κεστοῦ τῆς Ἀφροδίτης (ὁ δὲ κεστὸς κάψιόν ἐστί τι, ἱμὰς ποικίλος, ἐν ᾧ πάντα τὰ πρὸς κάλλος καὶ εὐμορφίαν καὶ χάριτας ἐναπόκεινται)· εἶτα κοσμησαμένη ἄνεισιν παρὰ τὸν Δία καὶ κινεῖ αὐτὸν πρὸς ἡδονὴν καὶ λαγνείαν. Καθέλκει οὖν αὐτὸν εἰς ὕπνον τριῶν ἡμερῶν· καθευδόντων δὲ, φησὶ, βοτάνας ἀνέδωκεν εὐώδεις ἡ γῆ, κρόκον φημὶ καὶ λωτὸν καὶ ὑάκινθον· ἔχει δὲ τὸ ἔπος ὧδε·
-fore, Zeus, wishing to fulfil the supplication and bring it to completion, aided the Trojans and plotted evils against the Greeks. But Hera, caring for the Greeks, plans to deceive Zeus into union and draw him down to sleep, so that while Zeus slept the Trojans, left without aid, might be defeated by the Greeks. Having planned this, she takes the adornments from the girdle of Aphrodite (and the girdle is a kind of casket, an embroidered strap, in which all things pertaining to beauty and comeliness and graces are stored); then, having adorned herself, she goes up to Zeus and moves him to pleasure and lust. She therefore draws him down into a sleep of three days; and while they slept, he says, the earth sent up fragrant herbs, crocus I mean and lotus and hyacinth; and the verse runs thus:
Τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
Beneath them the divine earth put forth fresh-sprouting grass,
Λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον·
And dewy lotus and crocus and hyacinth,
Πυκνὸν καὶ μαλακὸν ὃς ἀπὸ χθονὸς ὕψος ἔεργεν.
Thick and soft, which held them high off the ground.
Φησὶν οὖν ὁ θεσπέσιος Θεολόγος, ὅτι τὸν κεστὸν τῆς Ἀφροδίτης ἐπιφέρεται γυνὴ τοιούτοις σχηματιζομένη καλλωπισμοῖς πρὸς ἀπάτην ἀνδρῶν καὶ λαγνείαν· ἡ δὲ τοιοῦτον κεστὸν φέρουσα πῶς δύναται σωφρονεῖν, κἂν τοῦτο πολλάκις οἰηθείη; Λυσίγαμον δὲ τὸν κεστὸν καλεῖ· καὶ γὰρ τῶν πρὸς αἰσχρὰν μίξιν ὑπηρέτης ἐστὶν καὶ πρόξενος τὰ πρὸς ἀπάτην ἔχων κείμενα, ὥς φησιν αὐτῇ Διομήδης τῇ Ἀφροδίτῃ·
The wondrous Theologian says, therefore, that a woman who decks herself out in such adornments for the deception of men and for lust wears the girdle of Aphrodite; and how can she who wears such a girdle be chaste, even if she should often imagine this? And he calls the girdle marriage-dissolving; for indeed it is the servant and procurer of things tending towards shameful union, having stored in it the means for deception, as Diomedes says to Aphrodite herself:
Εἶκε, Διὸς θύγατερ, πολέμου καὶ δηϊοτῆτος!
Yield, daughter of Zeus, from war and combat!
Ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
Is it not enough that you beguile weak women?
Γάμος δὲ οὐκ ἂν κληθείη τὸ δι' αἰσχρότητος τὴν σύστασιν ἔχον· λύει τοιγαροῦν γαμικὸν θεσμὸν ἡ τοιῶσδε κεχρημένη γυνή.
For that which has its constitution through shamefulness could not be called marriage; therefore the woman who conducts herself in this way dissolves the ordinance of marriage.
PG 38:521Read from the page221 Κελτοὶ μὲν κρίνουσι γόνον Ῥήνοιο ῥεέθροις.
The Celts judge their offspring by the streams of the Rhine.
Οἱ Κελτοὶ ἔθνος εἰσίν· ποταμὸς δὲ τῇ τούτων προσπαράκειται χώρᾳ Ῥῆνος καλούμενος. Ἐν τοῖς ὕδασι τοῦ Ῥήνου τὴν γονὴν διακρίνουσι· καὶ γὰρ παρὰ τὸν ποταμὸν πορευόμενοι, εἰ γνήσιός ἐστιν ὁ παῖς ἢ ἀλλότριος, τόδε ὕδωρ σαφηνίζει τούτοις τὴν γονὴν, καὶ εἰ μὲν νόθον ἐστὶ τὸ παιδίον . . .
The Celts are a nation; and a river called the Rhine borders upon their country. In the waters of the Rhine they test their offspring; for indeed, going to the river, whether the child is legitimate or alien, this water makes clear to them the parentage, and if the little child is illegitimate . . .
291 Ἐσθὴρ εἶδος ἔτευξεν ἐράσμιον, ἀλλά τι κείνης
Esther fashioned a lovely form, yet as some
292 Ἔργον ἀριπρεπίης ἔθνος ἔμεινεν ὅλον.
Work of her splendour a whole nation remained alive.
Ἐσθὴρ τῶν θυγατέρων ἦν Ἰσραὴλ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος· αὕτη δὲ ὡραία ἦν τῷ εἴδει σφόδρα. Ἀταρξέρξης τοίνυν ὁ Περσῶν βασιλεὺς ἐρασθεὶς αὐτῆς, εἰς γυναῖκα ταύτην προσελάβετο. Τῷ οὖν Ἀταρξέρξει δυναστεύων τις ἦν Ἀμὰν τοὔνομα, ὃς αὐτοῦ τῆς βασιλείας εἶχεν τὰ δεύτερα. Ζήλῳ τοίνυν βαλλόμενος τῷ πρὸς Ἰουδαίους Ἀμὰν, πείθει τὸν Ἀταρξέρξην πάντας ἀναιρεθῆναι τοὺς Ἰουδαίους. Μαρδοχαῖός τις πρὸς γένους ἦν τῇ Ἐσθὴρ, ἀνὴρ φρόνιμος καὶ σοφὸς καὶ πνεύματος ἔμπλεως θείου. Τακτῆς δὲ οὔσης τῆς ἡμέρας καθ' ἣν τὸ πρόσταγμα πληροῦν ἅπαντας τοὺς ὑπ' αὐτῷ τεταγμένους ὁ βασιλεὺς διετάξατο, τὴν Ἐσθὴρ εἰς λόγους κινήσας ὁ Μαρδοχαῖος πείθει καλλωπισαμένην εἰς τὸν βασιλέα παρ' ἔθος αὐτομολῆσαι· οὐ γὰρ εἰ μὴ κέκλητο δυνατὸν ἦν αὐτὴν ἀφικέσθαι. Ταύτην δὲ ποικίλως ἐστιβασμένην ὁ Ἀταρξέρξης θεασάμενος πρὸς αὐτὸν ἀφικομένην, ἔκλυτος ὑφ' ἡδονῆς γεγονὼς ἐξελίμπανεν· ἡ δὲ πλέον ἐξάπτειν αὐτὸν βουλομένη τοὐναντίον ἀντεξελύετο λυγιζομένη καὶ καταμαλακιζομένη· τούτου δὲ ταύτης ἐπειλημμένου καὶ μή ποτε διαφωνήσοι δεδιττομένου, φιλήμασί τε καὶ ψήγμασι καὶ ὅσοις ἔστιν ἀνακτᾶσθαι τοὺς ἐκλελυμένους σχηματιζομένου, τῆς Ἐσθῆρος τὸ ἀπόῤῥητον διασαφησάσης, αὐτίκα τὴν μὲν πρόσταξιν ἠκύρωσεν ὁ βασιλεὺς, μηδὲν
Esther was one of the daughters of Israel at the time of the Babylonian captivity; and she was exceedingly fair in form. Artaxerxes, therefore, the king of the Persians, having fallen in love with her, took her to wife. Now under Artaxerxes there was a certain powerful man named Haman, who held the second place in his kingdom. Haman, then, being struck with jealousy towards the Jews, persuades Artaxerxes that all the Jews should be destroyed. There was a certain Mordecai related to Esther, a prudent and wise man and full of the divine spirit. When the day was appointed on which the king had ordered all those under his authority to carry out the decree, Mordecai, engaging Esther in conversation, persuades her to adorn herself and go voluntarily to the king contrary to custom; for unless she had been summoned, it was not possible for her to come. And when Artaxerxes beheld her coming to him variously arrayed, being overcome with pleasure he began to faint away; and she, wishing to inflame him further, on the contrary likewise fainted away, bending and growing soft; and when he took hold of her and feared lest she should expire, and busied himself with kisses and caresses and whatever means can revive those who have fainted, Esther having disclosed the secret, the king immediately annulled the decree, nothing
PG 38:522Read from the pageτῶν δογματισθέντων Ἰουδαίους πεπονθέναι προστάξας, τὸν δὲ ταύτης αὐτῷ τῆς συμβουλίας Ἀμὰν αἴτιον ξύλῳ κρεμάσας ἀπώλεσεν, πᾶσαν τὴν ἐκείνου ἀρχὴν τῷ σοφῷ προσνείμας Μαρδοχαίῳ. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι Ἐσθὴρ καλλωπισαμένη τὸ ἔθνος ἔσωσεν ὅλον· οὐ γὰρ ἀπατῆσαι ἀλλὰ σῶσαι τὰς ψυχὰς ἠγωνίσατο. Τοῦτο δὲ καὶ Ἰουδὶθ ἐποίησεν Ὁλοφέρνου πολιορκοῦντος μετὰ πολλῆς δυνάμεως, τῆς πόλεως ἐξελθοῦσα καὶ τοῖς πολεμίοις ἑαυτὴν ἐπιδοῦσα, καλλωπισαμένη τε καὶ Ὁλοφέρνην δι' ἀπάτης ἀνελοῦσα, καὶ τοῖς ὁμοφύλοις εὑραμένη σωτηρίαν.
having commanded that the Jews should suffer none of the things decreed, and having destroyed Haman, who was responsible for this counsel to him, by hanging him on a tree, assigning all his authority to the wise Mordecai. The divine Gregory says, therefore, that Esther by adorning herself saved the whole nation; for she strove not to deceive, but to save souls. This Judith also did when Holofernes was besieging [them] with a great force: going out of the city and giving herself up to the enemy, adorning herself and slaying Holofernes by deceit, and winning deliverance for her own people.
293 Γράψε ποτ' ὄμματα πόρνης Ἰεζάβελ ἀγριόθυμος, 294 Λοῦσέ γε μὴν πόρνας αἵματι πορνιδίῳ.
293 Once fierce-hearted Jezebel painted the eyes of a harlot; 294 yet she washed harlots in harlot's blood.
Αὕτη ἐστὶν Ἰεζάβελ ἡ τοῦ Ἀχαὰβ γυνὴ, ἧς ἐμνήσθημεν ἐν τῷ κατὰ τὸν προφήτην Ἠλίαν διηγήματι. Αὕτη μετὰ τὸ τὸν Ἀχαὰβ ἀποθανεῖν, καὶ Ἠλίαν μετατεθεῖναι, ἔτι ἐβασίλευεν, υἱὸν ἔχουσα τὸν Ἰωρὰμ τοῦ Ἰσραὴλ βασιλέα· ἦν δὲ τὸ τηνικαῦτα προφητεύων Ἐλισσαῖος. Συνέβη τοίνυν τοὺς ἄρχοντας συνηθροῖσθαι ἐν Ῥεμμὼθ Γαλαὰδ, ἐν οἷς ἦν Ἠοῦ τῶν ἀρχόντων εἷς καθεζόμενος. Ἐλισσαῖος τοίνυν ἀπέστειλεν τὸ παιδάριον αὐτοῦ χρῖσαι τὸν Ἠοῦ εἰς βασιλέα ἐν μέσῳ τῶν ἀρχόντων· ὃς ἐλθὼν λέγει αὐτῷ· Λόγος Κυρίου πρὸς σὲ, ἄρχων τῆς δυνάμεως· ὁ δὲ ἐξανέστη καὶ κατ' ἰδίαν σὺν αὐτῷ πορεύεται· καί φησι· Τάδε λέγει Κύριος· Ἔχρισά σε εἰς βασιλέα ἐπὶ τὸν Ἰσραήλ· καὶ τοῦτο εἰπὼν ᾤχετο. Οἱ μὲν οὖν ἐπυνθάνοντο τί ποτε ἦν ὁ λόγος· Ἠοῦ δέ φησιν· Ἀνὴρ ἐστὶν ἐξεστακὼς, τὰ καὶ τὰ φησὶν, ἀπήγγελλέ μοι· οἱ δὲ συνεστράφησαν ἐν ἑαυτοῖς (Κύριος γὰρ, φησὶν, ἠλλοίωσε τὰς καρδίας αὐτῶν), καὶ ἐβόησαν ἕκαστος, καὶ ἀναστάντες ἔχρισαν αὐτόν. Καὶ ἐβασίλευσεν Ἠοῦ ἐν Ῥεμμὼθ, καὶ πάντας ἀνεῖλεν παρα-
This is Jezebel the wife of Ahab, whom we mentioned in the narrative concerning the prophet Elijah. After Ahab died and Elijah was translated, she still reigned, having her son Joram as king of Israel; and Elisha was prophesying at that time. It happened, then, that the commanders were gathered together in Ramoth-Gilead, among whom Jehu was sitting as one of the commanders. Elisha, therefore, sent his young servant to anoint Jehu as king in the midst of the commanders; and he came and said to him: A word of the Lord to you, commander of the host. And he rose up and went privately with him; and he said: Thus says the Lord: I have anointed you king over Israel; and having said this, he departed. They, then, inquired what the word was; and Jehu said: It is a madman; such and such things, he says, he announced to me. And they turned to one another (for the Lord, it says, changed their hearts), and each one shouted, and rising up they anointed him. And Jehu became king in Ramoth, and immediately slew all