Migne Reading Room

PG 38 · cols. 523–528 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:523Read from the page
χρῆμα τοὺς ἱερεῖς τοῦ Βάαλ, καὶ τὰ θυσιαστήρια καθεῖλεν. Τοῦ δὲ Ἰωρὰμ ἀκούσαντος καὶ αὐτὸν ὁρῶντος ἐπὶ τοῦ ἅρματος παραγενόμενον, εἰς συνάντησίν τε παρατάξασθαι ἐξιόντος, πληγεὶς πέπτωκεν καὶ ἀπέθανεν. Ἰεζάβελ δὲ πόρνη οὖσα, τοὺς ὀφθαλμοὺς ἐστιβίσατο, καὶ τὴν στολὴν ἠλλάξατο, δι' ἐπόπτου παρέκυπτεν, θέλξαι τὸν Ἠοῦ βουλομένη· αὐτὸς δὲ παριὼν ἴδεν αὐτὴν, καὶ προσέταξεν κατεαγῆναι ὅθεν διέκυπτεν· καὶ οὕτως αὐτῆς διασκορπισθείσης τὸ μὲν αἷμα κύνες ἔλειξαν κατὰ τὴν Ἠλιοῦ προφητείαν ἐν μερίδι τοῦ ἀμπελῶνος Ναβουθὲ οὗ ἀπέκτεινεν· αἱ δὲ πόρναι τῷ ταύτης αἵματι παρὰ τὴν κρήνην ἐλούσαντο.
the priests of Baal, and tore down the altars. And when Joram heard and saw him arriving on his chariot, and went out to draw up in battle array to meet him, he was struck, fell, and died. And Jezebel, being a harlot, painted her eyes with antimony, changed her robe, and leaned out through a window, wishing to charm Jehu; but he, passing by, saw her and commanded that she be cast down and shattered from where she was looking out; and when she was thus dashed to pieces, dogs licked her blood according to the prophecy of Elijah in the portion of the vineyard of Naboth whom she had killed, and the harlots washed themselves in her blood by the spring.
ΛΟΓΟΣ ΞϚʹ.
Discourse 66.
Πρὸς Ὀλυμπιάδα.
To Olympias.
98 Παντός σοι μύθοιο καὶ ἔργματος ἔμπνοος εἰκὼν, 99 Θηλυτέρη Χειρωνὶς ὑπὸ προπόδεσσι γάμοιο, 100 Ἣ σ' ἐκ πατρὸς ἔδεκτο καὶ ἔπλασεν ἤθεσι κεδνοῖς· 101 Αὐτοκασιγνήτη μέγ' ἀμύμονος ἀρχιερῆος 102 Ἀμφιλόχου, τὸν ἔπεμψα Θεῷ Θέκλῃ γε σὺν ἁγνῇ.
98 A living image for you of every word and deed, 99 a female Chiron at the threshold of marriage, 100 who received you from your father and moulded you in worthy ways; 101 own sister of the greatly blameless high priest 102 Amphilochius, whom I sent to God together with pure Thecla.
Αὕτη ἐστὶν Ὀλυμπιὰς ἡ κατὰ τὸν Χρυσόστομον Ἰωάννην, ἐπὶ μὲν τῶν χρόνων Γρηγορίου τοῦ Θεολόγου κόρη τυγχάνουσα παρθένος ἔτι, καὶ τῶν λόγων αὐτοῦ ἐν ἀκροάσει γενέσθαι κατηξιωμένη· διόπερ καὶ εἰς τοσοῦτον ἀρετῆς ἐλήλακεν ὕψος, ὡς τοιαύτη γενέσθαι οἷον ἂν αὐτὴν ὁ τῶν θεοφόρων χορὸς μεγαλαυχεῖ. Καὶ γὰρ καὶ Βασίλειος ὁ θεῖος καὶ Γρηγόριος ὁ τούτου ἀδελφὸς τῆς Ὀλυμπιάδος μνήμην ποιοῦνται, πολλοῖς αὐτὴν ἐγκωμίοις ἐξαίροντες, ὡς αὐτοῦ Γρηγορίου τοῦ Νυσαέως ἔστιν ἀκοῦσαι ἐν τῇ βίβλῳ τῶν Εἰς τοὺς μακαρισμοὺς λόγων. Αὕτη μὲν οὖν τῶν Γρηγορίου τοῦ μεγάλου Θεολόγου λόγων ἠξιωμένη,
This is Olympias, who lived in the time of John Chrysostom, being in the days of Gregory the Theologian still a young virgin maiden, and deemed worthy to be a hearer of his discourses; wherefore she also attained to such a height of virtue as to become such a one as the choir of the God-bearing boasts of. For both the divine Basil and his brother Gregory make mention of Olympias, exalting her with many praises, as one may hear from Gregory of Nyssa himself in the book of his discourses On the Beatitudes. She, then, having been deemed worthy of the discourses of Gregory the great Theologian,
PG 38:524Read from the page
μέλλουσα πρὸς γάμον συνάπτεσθαι ἀνδρὶ (τοῦτο γὰρ ὑπὸ τῶν γονέων ποιεῖν ἠναγκάζετο· καὶ γὰρ ἦσαν τῶν ἐν πάσῃ σχεδὸν τῇ ὑφ' ἡλίῳ πλούτῳ προέχοντες καὶ ἀξιώμασιν), ὅμως τῶν θείων οὐκ ἐλιθάργησε διδασκαλιῶν. Τοῦτον οὖν τὸν λόγον δι' ἐπῶν πρὸς αὐτὴν ὁ Θεολόγος γεγράφηκεν. Πάσης δὲ σοφίας ἔμπειρος ἡ Ὀλυμπιὰς, ὅπως χρὴ τῷ γάμῳ προσιέναι καὶ συζῇν τῷ ἀνδρί. Ἱκανῶς οὖν καταρτήσας αὐτὴν ὑπόδειγμα, τὴν ἀδελφὴν Ἀμφιλοχίου τοῦ τῆς Εἰκονιαίων ἐπισκόπου παράγει· αὕτη δὲ σοφὴ τὰ πάντα καὶ ταῖς κατὰ Θεὸν ἀρεταῖς διαφαίνουσα, ἣ καὶ τὴν Ὀλυμπιάδα ἐξ ἁπαλῶν ὀνύχων ἤθεσι σεμνοῖς ὑποδεξαμένη διέπλασεν· Θηλυτέραν δὲ Χειρώνην ταύτην φησὶν ἐκ τοῦ κατὰ τὸν Ἀχιλλέα παραδείγματος μεγαλαυχούμενος. Οὗτος γὰρ τεχθεὶς, Χείρωνι τῷ ἱπποκενταύρῳ τροφεῖ ὁμοῦ καὶ διδασκάλῳ παραδίδοται ὑπὸ Θέτιδος τῆς μητρός. Ὁ οὖν Χείρων λαβὼν τὸν Ἀχιλλέα, τοῖς ὀπισθίοις αὐτοῦ μέρεσι κατὰ τὸ ἱππικὸν ἐπικαθίσας ἔθος, ἐγύμναζεν τὰ πολεμικὰ καὶ μάλιστα διδάσκων τὴν τοξείαν· ὃν καὶ διέτρεφεν ἐλάφων μυελοῖς καὶ ἄλλων ζώων· διὸ καὶ Ἀχιλλεὺς κέκληται μὴ μετασχὼν χειλοῦ· χειλὸς γὰρ ἡ χορτώδης ὑπάρχει τροφή. Τὴν τοίνυν ἀδελφὴν Ἀμφιλοχίου Χειρώνην θηλυτέραν φησὶν, ὅσον ἐν γυναιξὶν ὑπερέχουσαν, ἐκ τοῦ πατρὸς τὴν Ὀλυμπιάδα δεξαμένην καὶ σεμνοῖς ἤθεσι διαπλάσασαν. Ὡς γὰρ ὁ Χείρων ἔμπειρος ὢν τῶν πολεμικῶν, τοιοῦτον ἀνέδειξε τὸν Ἀχιλλέα παιδεύσας οἷος ἦν· οὕτω δὴ καὶ αὐτὴ τῶν κατὰ Θεὸν ἀρετῶν ἐργάτης τε οὖσα καὶ διδάσκαλος, τοιαύτην ἀνέδειξε τὴν Ὀλυμπιάδα· τοσοῦτον μεγάλοις παιδοτρίβαις τὸ προσμένειν, μέγαν τὸν παιδαγωγούμενον ἀπεργάζεται· ὡς ἔστιν ἀρχαίας ἐπιμνησθῆναι φράσεως, ὅτι μεγάλων διδασκάλων μεγάλοι γενήσονται καὶ οἱ μαθηταί. Ὥσπερ γὰρ ἁπαλὸς
when she was about to be joined in marriage to a husband (for she was compelled by her parents to do this, since they were among those pre-eminent in wealth and dignities almost throughout the whole world under the sun), nevertheless did not forget the divine teachings. The Theologian, therefore, wrote this discourse in verse to her. And Olympias was experienced in all wisdom, as to how one ought to approach marriage and live together with a husband. Having sufficiently trained her, he brings forward as an example the sister of Amphilochius, bishop of Iconium; and she was wise in all things and shone forth in virtues according to God, who also received Olympias from her tenderest years and moulded her in reverent ways. And he calls her a female Chiron, glorying in the example of Achilles. For when the latter was born, he was handed over by his mother Thetis to Chiron the hippocentaur as both foster-father and teacher. Chiron, then, taking Achilles and seating him upon his hindquarters after the equestrian custom, trained him in matters of war, especially teaching him archery; and he nourished him on the marrow of deer and other animals, wherefore he was also called Achilles because he did not partake of fodder (cheilos), for cheilos is grassy nourishment. Accordingly he calls the sister of Amphilochius a female Chiron, inasmuch as she excelled among women, having received Olympias from her father and moulded her in reverent ways. For just as Chiron, being skilled in warfare, by educating Achilles made him such as he himself was, so too she, being both a worker and a teacher of the virtues according to God, made Olympias such; so greatly does abiding with great trainers make the pupil great, as one may recall the ancient saying, that of great teachers the disciples too will become great. For just as soft
Notes, col. 524

On the reading

Printed ἐλιθάργησε, for ἐληθάργησε.

PG 38:525Read from the page
τυρὸς τοῦ καλάθου τὸν τύπον ἀναδέχεται, οὕτω δὴ τῶν διδασκάλων τοὺς τρόπους καὶ τὴν ἕξιν, καθ' ἣν, εἴτε νωθροὶ, εἴτε διεγηγερμένοι τύχοιεν οἱ μαθητευόμενοι ἀνατυποῦνται. Ταύτης δὲ τῆς Ὀλυμπιάδος ἀδελφιδοῦς Σέλευκος ἦν, πρὸς ὃν τὴν ἰαμβικὴν ἐπιστολὴν Ἀμφιλόχιος γεγράφηκεν, ὡς ἀπὸ συνηθείας ὢν, θαῤῥῶν τε καὶ τὸν νέον πρὸς λόγους διεγείρων, ἐν ᾗ πρὸς τῷ τέλει τῆς Ὀλυμπιάδος μέμνηται διὰ ἰάμβων λέγων ὧδε·
cheese takes on the shape of the basket, so indeed do disciples take on the imprint of the manners and disposition of their teachers, according to whether they happen to be sluggish or alert. Now the nephew of this Olympias was Seleucus, to whom Amphilochius wrote his iambic epistle, being on familiar terms with him, both encouraging and rousing the young man to learning, in which towards the end he mentions Olympias in iambics, speaking thus:
Τὴν σεμνότητος ἁγνείας τ' ἀσκήσεως Ἔμψυχον εἰκόνα πίστεώς τε σφράγισμα Ὀλυμπιάδα πρόσειπε τὴν σὴν τιτθίδα.
Greet your aunt Olympias, the living image of gravity and the practice of purity, and the seal of faith.
Λέγει δὲ Γρηγόριος ὁ θεῖος σὺν Θέκλῃ τῇ ἀοιδίμῳ τὸν Ἀμφιλόχιον προπέμψαι. Καὶ γὰρ αὐτοῦ προτετελεύτηκεν, πρὸς γένους ὑπάρχων αὐτῷ· ἦν δὲ τῆς Εἰκονιαίων ἐπίσκοπος, ὅθεν ἡ καλλίνικος ὡρμᾶτο μαθήτρια Παύλου, λέγω δὲ Θέκλα ἡ φίλαγνος καὶ καλλιπάρθενος μάρτυς.
And the divine Gregory says that he sent Amphilochius on before with the celebrated Thecla. For indeed he died before him, being related to him by birth; and he was bishop of Iconium, whence sprang the gloriously victorious disciple of Paul, I mean Thecla, the lover of purity and fair virgin martyr.
ΛΟΓΟΣ ΞΖʹ. ΛΟΓΟΣ ΞΗʹ.
Discourse 67. Discourse 68.
Περὶ ἀρετῆς δι' ἐπῶν.
On Virtue, in verse.
22 Πυνθάνομ' Ἀλφειοῖο καλὸν ῥόον, ὡς διὰ πικρῆς 23 Ἔρχεθ' ἁλὸς, μέγα θαῦμα, γλυκὺς πόρος, οὐδ' ἐπίμικτος.
22 I hear of the fair stream of Alpheus, how through the bitter 23 sea it passes, a great marvel, a sweet channel, and unmingled.
Ἀλφειὸς ποταμός ἐστιν τῆς Ἀρκαδίας· Ἀρκαδία δὲ πόλις (χώρα) Πελοποννήσου· ἔστι δὲ πηγὴ ἐν Σικελίᾳ τῇ νήσῳ Ἀρέθουσα τοὔνομα. Λέγεται οὖν, ὅτι ὁ ποταμὸς ἠράσθη τῆς πηγῆς τῆς Ἀρεθούσης, καὶ ἐρασθεὶς διαδὺς τὸ πέλαγος ἀναδίδοται ἐν Σικελίᾳ παρὰ τὴν πηγὴν, μὴ συναναμιχθεὶς τῇ ἁλμυρίδι τῆς θαλάσσης, ἀλλὰ καθαρὸν τὸ νᾶμα διαφυλάττων πρὸς τὴν ἐρωμένην. Ἐπειδὴ δὲ τῆς Ἀρκαδίας ἐμνήσθημεν, καλὸν καὶ τὸ κατὰ τὸν Ὅμηρον παραθέσθαι Ἀρκαδικὸν ζήτημα· καὶ γὰρ τούτου μέμνηται ἐν τοῖς κατὰ Ἰουλιανοῦ Στηλιτευτικοῖς ὁ θεῖος Γρηγό-
Alpheus is a river of Arcadia; and Arcadia is a city (region) of the Peloponnese; and there is a spring on the island of Sicily named Arethusa. It is said, then, that the river fell in love with the spring Arethusa, and having fallen in love, passing beneath the sea, it rises again in Sicily beside the spring, without mingling with the saltiness of the sea, but preserving its stream pure for its beloved. And since we have mentioned Arcadia, it is good also to set forth the Arcadian riddle concerning Homer; for indeed the divine Gregory mentions this in his Invectives against Julian:
PG 38:526Read from the page
ριος· Ὅμηρος ὁ ποιητὴς περὶ τὴν Ἀρκαδίαν γεγονὼς, ἁλιεῦσι φθειριζομένοις περιέτυχεν, καὶ ἠρώτησεν αὐτοὺς οὕτως·
Homer the poet, having come into the region of Arcadia, met fishermen delousing themselves, and questioned them thus:
Ἄνδρες ἀπ' Ἀρκαδίης ἁλιήτορες, ἦ ῥ' ἔχομέν τι.
Men of Arcadia, fishermen, have we anything?
Ἔστι δὲ ὁ νοῦς τῆς ἐρωτήσεως οὗτος· Ὦ Ἀρκάδες ἄνδρες, ἁλιεῖς τὴν τέχνην, ἆρα ἐθηράσαμέν τι; Οἱ δὲ ἁλιεῖς ἀπεκρίναντο τοῦτο τὸ ἔπος· ἦν δὲ πηρὸς Ὅμηρος τὰς ὄψεις· καί φασιν οἱ ἁλιεῖς·
And the meaning of the question is this: O Arcadian men, fishermen by craft, have we caught anything? And the fishermen answered with this verse (now Homer was blind in his eyes), and the fishermen say:
Ὅσσ' ἔχομεν λιπόμεσθα, τὰ δ' οὐχ ἕλομεν φερόμεσθα.
Whatever we caught we left behind, and what we did not catch we carry with us.
Ὁ δὲ νοῦς τοῦ ἔπους οὗτός ἐστιν· Οὓς μὲν φθεῖρας ἐθηράσαμεν, οὐκ ἔχομεν· οὓς δὲ οὐκ ἰσχύσαμεν θηρᾶσαι, φέρομεν ἐν τοῖς ἱματίοις· οὐκ ἐνόησεν δὲ τὸ λεγόμενον ὁ Ὅμηρος, καὶ μικρὸν ἐκεῖσε γενόμενος ἀπὸ λύπης ἀπέθανεν. Φασὶ δὲ καὶ τὸν χρησμὸν αὐτοῦ πρὸ τούτου δεδόσθαι, ὁπόταν αὐτῷ προταθείη ζήτημα, καὶ μὴ εὕροι, τεθνήξεσθαι τότε. Φασὶ δὲ καὶ περὶ Ἀριστοτέλους, ὅτι μαθητὴς γέγονεν Πλάτωνος, εἰ καὶ τὰ μάλιστα περὶ τὸ φυσικὸν μέρος τῆς φιλοσοφίας ἐπιδοὺς, ἐσπούδασε πάντων τῶν μετὰ τὰ οὐράνια σώματα τὰς αἰτίας εἰπεῖν καὶ τὰς φύσεις, οἷον γῆς, θαλάττης, ἀέρος, αἰθέρος, ζώων, φυτῶν, ὑετῶν, χιόνος, σεισμῶν, κομητῶν, πάντων ἁπλῶς. Οὗτος οὖν τὴν πάντων διερευνησάμενος φύσιν, ἐβουλήθη καὶ τὴν τοῦ Εὐρίπου φυσιολογῆσαι φύσιν· καὶ μὴ ἰσχύσας καταλαβεῖν, ἔῤῥιψεν ἑαυτὸν ἐν τούτῳ τῷ μέρει τῆς θαλάσσης, τοῦτο ἐπιφθεγξάμενος· Ἐπειδὴ Ἀριστοτέλης οὐχ εἷλεν τὸν Εὔριπον, Εὔριπος ἐχέτω τὸν Ἀριστοτέλην· καὶ τέθνηκεν οὕτως ὁ Ἀριστοτέλης. Ὁ δὲ Εὔριπος τόπος ἐστὶ τῆς θαλάσσης μεταξὺ τῆς Εὐβοίας νήσου καὶ τῆς Ἀττικῆς, ὃς ἑπτάκις τρέπεται τῆς ἡμέρας· τρέπεται δὲ τὸ ὕδωρ τὸ ἐν τούτῳ τῷ μέρει τῷ ὑποφεύγειν καὶ οἱονεὶ ἀναροφεῖσθαι, καὶ πάλιν ἐξερεύγεσθαι, καὶ ἀναπληροῦσθαι τὸ ὕδωρ
And the meaning of the verse is this: The lice that we caught we do not have; and those that we could not catch we carry in our garments. But Homer did not understand what was said, and after staying there a short time he died of grief. They say also that an oracle had been given to him beforehand, that whenever a riddle should be put to him and he could not solve it, he would then die. They say also concerning Aristotle, that he was a disciple of Plato, though having devoted himself especially to the physical part of philosophy, he strove to state the causes and natures of all things after the heavenly bodies, such as earth, sea, air, aether, animals, plants, rains, snow, earthquakes, comets, simply everything. He, then, having investigated the nature of all things, wished also to explain the physical nature of the Euripus; and being unable to comprehend it, he threw himself into that part of the sea, uttering this saying: Since Aristotle did not grasp the Euripus, let the Euripus have Aristotle; and thus Aristotle died. Now the Euripus is a place in the sea between the island of Euboea and Attica, which changes its course seven times a day; and the water in this part turns by receding and as it were being sucked back, and again surging forth, and the water being filled up
PG 38:527Read from the page
πάλιν ὡς ἦν· τοῦτο δὲ γίνεται, ὡς εἶπον, ἑπτάκις τῆς ἡμέρας. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος ἐν τοῖς Στηλιτευτικοῖς, ὡς ἄμφω τεθνήκασιν ἀπὸ κοινοῦ Ὅμηρος καὶ Ἀριστοτέλης· ὁ μὲν γὰρ Ὅμηρος διὰ τὸ Ἀρκαδικὸν τέθνηκεν ζήτημα, ὁ δὲ Ἀριστοτέλης διὰ τὸ τοῦ Εὐρίπου ἀπόρημα.
again as it was; and this happens, as I said, seven times a day. The divine Gregory says, therefore, in his Invectives, that both Homer and Aristotle died in common fashion: for Homer died on account of the Arcadian riddle, and Aristotle on account of the perplexity of the Euripus.
ΛΟΓΟΣ ΞΘʹ. ΛΟΓΟΣ Οʹ.
Discourse 69. Discourse 70.
Εἰς ἐμαυτόν.
On Myself.
21 Καὶ πόρνοι κρατέουσι λόγοι· τὸ δὲ φάσγανον, αἲ, αἲ, 22 Τίς πήξει Φινεὲς πορνοφόνῳ παλάμῃ; 23 Ζηλήμων ψυχήν τε καὶ οὔνομα.
21 And harlot speeches prevail; but the sword, alas, alas, 22 what Phinehas will plunge it with harlot-slaying hand, 23 zealous in soul and in name?
Ἤδη μὲν περὶ τῶν Μωαβιτῶν καὶ Ἀμμανιτῶν ἐν τῷ δωδεκάτῳ εἴρηται ἡμῖν λόγῳ, ἐν ᾧ τὴν κατὰ τὸν νεκρομάντιν Βαλαὰμ καὶ τὴν τοῦ Βεὼρ Βαλὰκ παρηγάγομεν ἱστορίαν, μνήμην τοῦ Φινεὲς ποιησάμενοι ζήλου· νῦν δὲ πλατυτέρως περὶ τούτου εὔκαιρον ἐκθέσθαι. Τὰς θυγατέρας οἱ Μωαβῖται τοῖς υἱοῖς Ἰσραὴλ ἀνιοῦσιν ἐξ Αἰγύπτου, κατὰ τὴν αὐτῶν γενομένοις χώραν, εἰς ἀπάτην προβάλλονται κεκαλλωπισμένας· ὁ δὲ λαὸς ἐξεχύθη καὶ ἐπόρνευεν μετ' αὐτῶν, καὶ ἐτελοῦντο τῷ Βεελφεγὼρ θεῷ αὐτῶν. Γέγονεν οὖν θραῦσις ἐν τῷ λαῷ μεγάλη, καὶ τῆς ὀργῆς ἀναφθείσης ὁ λαὸς ἀοράτως πληττόμενος ἔπιπτεν. Φινεὲς οὖν υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, κατά τινα λόχον εἰσδύντας θεασάμενος Ἰσραηλίτην (Ζαμβρὴ ἦν τοὔνομα), καὶ τὴν τοῦ ἄρχοντος Μαδιὰμ θυγατέρα, ζηλώσας, τὸν σιρομάστην ἑλὼν ἀμφοτέρους ἐπ' ἀλλήλοις ὄντας διέπειρεν, κατὰ γαστρὸς τὸν σιρομάστην διαμπερὲς, ὃ δὴ λέγεται, διελάσας· οὕτω δὲ τὴν θραῦσιν κοπάσαι συμβέβηκεν, τοῦ Φινεὲς ἐξιλασαμένου, καθὼς ψάλλει Δαβίδ· Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· τοῦ Θεοῦ τῷ ζήλῳ
Already we have spoken concerning the Moabites and Ammonites in the twelfth discourse, in which we adduced the history of the necromancer Balaam and of Balak son of Beor, making mention of the zeal of Phinehas; but now it is seasonable to set it forth more amply. When the sons of Israel were coming up out of Egypt and reached their country, the Moabites put forward their adorned daughters to deceive them; and the people poured out and committed fornication with them, and were initiated to their god Beelphegor. A great plague, therefore, came upon the people, and when wrath was kindled, the people fell, invisibly smitten. Phinehas, therefore, son of Eleazar son of Aaron the priest, seeing an Israelite (Zambri was his name) and the daughter of the prince of Midian entering a chamber, was moved with zeal, took a spear, and pierced them both as they lay together, driving the spear right through the belly, as is said; and thus it came about that the plague ceased, Phinehas having made atonement, as David sings: And Phinehas stood up and made atonement, and the plague ceased, and it was reckoned to him for righteousness; God having testified that He was appeased by the zeal
PG 38:528Read from the page
τοῦ Φινεὲς ἐξιλεώσασθαι μεμαρτυρηκότος. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, Αἲ, αἲ, θρηνητικῶς, ὅτι δὴ πόρνοι κρατοῦσι λόγοι τῶν τεμνόντων τὴν Τριάδα Ἀρειανῶν, καὶ οὐδείς ἐστι Φινεὲς τὴν παρνείαν ἐξολοθρεῦσαι τῷ πορνοφόνῳ τῆς εὐσεβείας λόγῳ· καὶ γὰρ αὐτοῦ τῆς βασιλίδος ἐξελθόντος ὀφρὺν ἐπαίρετο δυσσεβής.
of Phinehas. The divine Gregory therefore says, Alas, alas, lamentingly, because harlot speeches of the Arians who divide the Trinity prevail, and there is no Phinehas to destroy the fornication with the harlot-slaying word of piety; for indeed, when he had departed from the imperial city, the impious one raised his brow.
Ἢ τίς ἀρήξει 24 Δόγμασιν Ἑβραίοις πλησσομένοις ἀδίκως. 25 Μωσῆς ἐκ δ' ὀλέσας Αἰγύπτιον αὐτίκα μῦθον;
Or what Moses will aid 24 the Hebrew doctrines unjustly struck, 25 and straightway destroy the Egyptian speech?
Μωϋσέως χάριν ἡμῖν πλατέως ἐν τῷ βʹ εἴρηται λόγῳ· Μωϋσῆς δὲ τῶν ἰδίων ἀδελφῶν τῶν υἱῶν Ἰσραὴλ ὑπ' Αἰγυπτίου τυπτόμενόν τινα θεασάμενος, ζηλώσας, τὸν μὲν Αἰγύπτιον ἐπάταξεν, πέρας αὐτῷ τῆς κακίστης αὔθωρον παρασχόμενος, καὶ τοῖς ἐφεξῆς ὑπ' αὐτοῦ τὸν ὅμοιον μέλλουσι καταπονεῖσθαι τρόπον, τὴν ἐκείνου ταχίστην ἀπαλλαγὴν λύτρωσιν εὑράμενος. Ὁ μὲν οὖν θεοφάντωρ Γρηγόριος, ὡς φθάσαντες ἔφημεν, τῆς Κωνσταντινουπόλεως ἐκδημήσας, μαθὼν τοὺς τῆς ἀσεβείας ὑπασπιστὰς τονθορύζοντας αὖθις, καὶ τῶν εὐσεβῶν κατορχουμένους δογμάτων, ἐκ παραγώγου φησὶν, Τίς Φινεὲς τὸν πόρνον διωλέσειε λόγον; Τίς κατὰ Μωϋσέα τοῖς Ἑβραίοις δόγμασι, τοῦτ' ἔστι τοῖς εὐσεβέσι καὶ γνησίοις βοηθήσει, τὸν Αἰγύπτιον λόγον, τουτέστι τὸν σκοτεινὸν καὶ συνεσκιασμένον καὶ πόῤῥω τυγχάνοντα τοῦ θείου φωτὸς ἐξαφανίσας; Οὐ γὰρ Γρηγόριος ἐγὼ, φησὶ, πάρειμι, ὅστις μόνος τοῦτο πράττειν, θεόθεν εἰληφὼς τὸ δύνασθαι, κέκτημαι· οὐδέ τις, φησὶ, τοσαύτην δόξαν δύναται κτήσασθαι παρὰ τῷ μεγάλῳ λαῷ· τοσοῦτον ἡ τοῦ ἀνδρὸς δύναμις καὶ παῤῥησία, τῷ μὲν λόγῳ βροντῶσα, ταῖς δὲ πράξεσιν ἐξαστράπτουσα· οὐ γὰρ διὰ κενῆς αὐτῷ ταῦτ' εἴρηται. Καὶ γὰρ ὁσημέραι κατὰ γενεὰν καὶ γενεὰν Μωϋσῆς μὲν ἐπὶ ζήλῳ
Concerning Moses we have spoken amply in the second discourse; and Moses, seeing one of his own brethren of the sons of Israel being beaten by an Egyptian, was moved with zeal and struck the Egyptian, bringing an instant end to his most wicked [conduct], and securing his swift removal as a deliverance for those who would afterwards be oppressed by him in the same way. Accordingly the God-revealing Gregory, having departed from Constantinople, as we said before, and learning that the shield-bearers of impiety were muttering again and triumphing over the pious doctrines, says by way of figure: What Phinehas will destroy the harlot speech? Who like Moses will aid the Hebrew doctrines, that is, the pious and genuine ones, blotting out the Egyptian speech, that is, the dark and shadowed one that is far from the divine light? For I, Gregory, he says, am not present, who alone possess the power to do this, having received the ability from God; nor can anyone, he says, acquire such glory among the great people: so great is the man's power and boldness of speech, thundering in word and flashing lightning in deeds; for these things were not spoken by him in vain. For indeed day by day from generation to generation Moses for his zeal
Notes, col. 528

On the reading

Printed παρνείαν, for πορνείαν.

Printed διωλέσειε, for διολέσειε.