Migne Reading Room

PG 38 · cols. 505–510 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:505Read from the page
λαβὼν, ἔβαλεν εἰς τὸν μηρὸν καὶ ἔῤῥαψεν ἕως οὗ γένηται τῶν ἐννέα μηνῶν. Ἦν δὲ οὗτος ὁ Διόνυσος ἀτελὲς μὲν κύημα, τοῦτο τὸ ἔμβρυον τὸ βληθὲν εἰς τὸν μηρόν. Καὶ ἄλλος δὲ ποιητὴς δίστοκον καλεῖ τὸν Διόνυσον ὧδε λέγων· Εἶπε δὲ φύτλην Βάκχου δισσοτόκοιο· τὸ δὲ λέγειν, « ὥσπερ ἄλλο κεφαλὴ πρότερον, » περὶ τῆς Ἀθηνᾶς φησι· ταύτην γὰρ ἀπὸ τῆς κεφαλῆς ὁ Ζεὺς ἀνέδωκε καθωπλισμένην· οὕτω δὲ καὶ περὶ ταύτης ὁ προλαβὼν ἔφησε ποιητής·
taking it, put it into his thigh and sewed it up until it reached the nine months. And this Dionysus was an incomplete foetus, this embryo that was placed in the thigh. And another poet also calls Dionysus twice-born, speaking thus: And he told of the race of twice-born Bacchus; and saying "just as a head before with another," he speaks about Athena; for Zeus brought her forth fully armed from his head; and thus also the aforesaid poet spoke concerning her:
Τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.
He shot forth Athena flashing in armour.
Τοῦτον μὲν τὸν κεραυνὸν, ἡ τῶν Θηβαίων ἄνοια σέβει καὶ προσκυνεῖ. Καὶ γὰρ ἐπὶ μωρίᾳ διαβάλλονται Θηβαῖοι, καὶ ἔστι παροιμία ἡ λέγουσα· ἡ Βοιωτία ὗς. Προσκυνοῦσι δὲ τὸν κεραυνὸν, ὅτι τὴν Σεμέλην κατέφλεξεν ἥτις ἦν Κάδμου θυγάτηρ τοῦ βασιλέως αὐτῶν. Οὗτος μὲν οὖν ὁ Διόνυσος λέγεται τοῦ οἴνου καὶ τῆς μέθης ἔφορος εἶναι, καὶ αὐτὸν δὲ μέθυσον ποιοῦσι, καὶ τοὺς Βάκχους καὶ Σειληνοὺς σὺν αὐτῷ μεθύσους ἀναγορεύουσιν. Ἥρα γὰρ αὐτῷ τὸ μεθύσκεσθαι εἰσηγήσατο, ἵνα γένηται παράφρων· ὠργίζετο γὰρ αὐτῷ ἡ Ἥρα ὡς υἱῷ τοῦ Διός· ἐζηλοτύπει γὰρ τοὺς ἐκ Διὸς γεννωμένους.
This thunderbolt, indeed, the folly of the Thebans reveres and worships. For indeed the Thebans are slandered for stupidity, and there is a proverb that says: the Boeotian sow. And they worship the thunderbolt because it burned up Semele, who was the daughter of Cadmus their king. Now this Dionysus is said to be the overseer of wine and drunkenness, and they make him a drunkard too, and proclaim the Bacchants and Sileni drunkards along with him. For Hera suggested getting drunk to him, so that he might become deranged; for Hera was angry with him as a son of Zeus; for she was jealous of those begotten of Zeus.
265 Καὶ νυχίης Ἑκάτης κακὰ φάσματα
265 And the evil apparitions of nocturnal Hecate
Τὴν Ἑκάτην θεὸν εἶναι νομίζουσιν Ἕλληνες, καὶ οἱ μὲν αὐτὴν λέγουσιν εἶναι τὴν Ἄρτεμιν, οἱ δὲ τὴν σελήνην· ἄλλοι δὲ ᾡδικήν τινα θεὸν ἐν φάσμασιν ἐκτόποις φαινομένην τοῖς ἐπικαλουμένοις αὐτὴν, μάλιστα δὲ φαίνεται τοῖς καταρωμένοις· τὰ δὲ φάσματα αὐτῆς δρακοντοκέφαλοι φαίνονται ἄνθρωποι, καὶ ὑπερμήκεις καὶ ὑπερμεγέθεις, ὥστε ἐκ μόνης τῆς θέας καταπλῆξαι καὶ δειματῶσαι τοὺς ὁρῶντας.
The Greeks consider Hecate to be a goddess, and some say she is Artemis, others the moon; while others say she is a certain underworld goddess appearing in monstrous apparitions to those who invoke her, and especially she appears to those who utter curses; and her apparitions appear as dragon-headed men, both exceedingly tall and exceedingly huge, so as from the mere sight to astound and terrify the beholders.
Notes, col. 505

On the reading

Printed ᾡδικήν, for ᾀδικήν.

PG 38:506Read from the page
Ὡς δὲ ναοῖο 266 Μιθραίου κακὰ ἔργα καὶ ὄργια οὐκέτ' ἄπιστα.
And how the evil deeds and rites of the temple of Mithras are no longer incredible.
Τὸν Μίθραν ἄλλοι μὲν ἄλλως ἐνόμισαν· οἱ μὲν γὰρ τὸν ἥλιον, οἱ δὲ τὸν ἔφορον τοῦ πυρὸς, ἄλλοι δὲ ᾠδικήν τινα δύναμιν. Γίνονται δὲ τούτῳ τῷ Μίθρᾳ τινὲς τελεταὶ καὶ μάλιστα παρὰ Χαλδαίοις· οἱ δὲ τελούμενοι τῷ Μίθρᾳ, κατὰ βαθμόν τινα κολάσεων ἐτελοῦντο· πρότερον δὲ τὰς ἐλαφροτέρας κολάσεις παρελάμβανον, καὶ εἶθ' οὕτως τὰς δραστικωτέρας, οἷον πρότερον ἐλίμωττον αὐτοὺς τοὺς τελουμένους ἐπὶ πεντήκοντα τυχὸν ἡμέρας· εἶτα ει ἤγαγον καρτερικῶς. ἐποίουν αὐτοὺς πάλιν ξυσθῆναι ἐπὶ δύο ἡμέρας· εἶτα πάλιν εἰς χιόνα ἐμβληθῆναι ἐπὶ εἴκοσιν ἡμέρας. Λέγονται δὲ τοῦ Μίθρου αἱ κολάσεις ὀγδοήκοντα εἶναι, ἃς κατὰ βαθμὸν δεῖ τὸν τελεσθησόμενον παρελθεῖν. Πρὸς μὲν οὖν αἷς ἔφαμεν, καὶ διανήξασθαι ὕδωρ πολλὰς ἡμέρας, εἰς πῦρ ἐμβαλεῖν ἑαυτὸν, ἐν ἐρήμῳ διαιτηθῆναι, καὶ ἀσιτῆσαι, καὶ ἄλλα πολλὰ, ἄχρις οὗ τὰς ὀγδοήκοντα κολάσεις παρέλθοι· ἀδύνατον δὲ παρ' αὐτοῖς τὰς τοῦ Μίθρου τελεῖσθαι τελετὰς τὸν μὴ διὰ πασῶν παρερχόμενον τῶν κολάσεων, καὶ δεικνύοντά τινα ἑαυτὸν ὅσιον καὶ ἀπαθῆ.
Different people have held different opinions concerning Mithras: some have taken him for the sun, others for the overseer of fire, and others for a certain infernal power. Certain initiatory rites are performed to this Mithras, especially among the Chaldaeans; and those who were initiated into Mithras were initiated through a certain gradation of punishments: first they underwent the lighter punishments, and then afterwards the more severe ones; for instance, first they starved those being initiated for perhaps fifty days; then, if they bore it steadfastly, they had them scourged again for two days; then again cast into snow for twenty days. The punishments of Mithras are said to be eighty in number, through which the candidate for initiation must pass by degrees. In addition, then, to those we have mentioned, he must also swim through water for many days, cast himself into fire, dwell in the desert, and fast, and many other things, until he has passed through the eighty punishments; for among them it is impossible for one to be initiated into the rites of Mithras who does not pass through all the punishments and show himself to be holy and impassive.
267 Γαλλαίης Κυβέλης ὀλολύγματα.
The howlings of Gallaean Cybele.
Αἰγύπτιοι μὲν κνώδαλα τιμῶντες καὶ ἑρπετὰ, τὰς ἴβεις ἐσέβοντο, καὶ τοὺς κροκοδείλους καὶ τοὺς ὄφεις, τὰς αἰλούρους καὶ γαλέας, καί τινα γένη τῶν ἰχθύων, ἐξ ἀλόγου τιμῆς ἑαυτοῖς ἀτιμίαν ποριζόμενοι. Τῆς δὲ τῆς Γαλλαίας ἐναλλαγῆς κραυγὴν, ἀπὸ διηγήσεως παρελάβομεν· ὅτι κατά τινα τόπον ἐπίσημον ἦν ἄγαλμα τοῦ Διός· τούτῳ δὲ τῷ ἀγάλματι θυσίας τινὰς προσέφερον, καὶ φωνῆς Γαλλαίας ὡς ἀπὸ τοῦ ἀγάλ-
The Egyptians, honouring wild beasts and creeping things, worshipped ibises, and crocodiles and serpents, cats and weasels, and certain kinds of fish, procuring dishonour for themselves from an irrational honour. As for the cry of the Gallaean exchange, we have received from a narrative that in a certain notable place there was a statue of Zeus; to this statue they offered certain sacrifices, and of a Gallaean voice as if from the sta-
Notes, col. 506

On the reading

Printed ᾠδικήν, for ᾀδικήν.

Printed ει, for εἰ.

PG 38:507Read from the page
ματος ἐρχομένης ἀντελαμβάνοντο· ὁ δὲ τούτῳ προσκαρτερῶν ἱερεὺς, λυχναψίας τινὰς καὶ φωταυγίας κατά τινα λόχον ποιῶν, ὡς ἀπὸ τοῦ ἀγάλματος ἐρχομένας προσγινομένας ὑπέφθειρε γυναῖκας τοῦτον τὸν τρόπον· Ἔλεγε, φησὶν, αὐταῖς, ὅτι Ὁ Ζεὺς ἐρασθεὶς βούλεταί σοι συγκαθευδῆσαι· τῆς δὲ προθύμως ἑπομένης, τοιαύτας φωνὰς καὶ λαμπάδας ἐποίει, ὥστε δειματῶσαι τὴν παροῦσαν· αὐτὸς δὲ σχηματιζόμενος τὸν Δία, τὴν τοιαύτην διὰ πάσης ὑποφθείρων νυκτὸς, προὔπεμπεν ἕω. Ὀψὲ δὲ γυναικὶ σώφρονι περιτυχὼν καὶ φιλάνδρῳ, φωραθεὶς τῆς ἐσχάτης ἀπέλαυσεν αἰσχύνης. Γαλλαίη δέ ἐστιν ἡ Ῥέα. Γάλλος γάρ τις ᾄσων καὶ τυμπανίσων ἐπὶ τὸ ταύτης ἱερὸν ἐπορεύετο· δριμέος δὲ χειμῶνος τοῦτον καταλαβόντος, σπηλαίῳ κατέφυγεν ἔχων μεθ' ἑαυτοῦ τὰ κύμβαλα, καὶ τὸ τύμπανον ἀνασείσας, τὸν μὲν θῆρα ἐκφοβεῖ· ναὸν δὲ ἀναθεὶς αὐτῇ, Γαλλαίης Κυβέλης ἐπονομάζει· ταύτῃ δὲ οἱ θεοφόρητοι ἀνετίθεσαν.
-tue coming they caught the sound; and the priest who attended constantly upon it, making certain lightings of lamps and flashes of light from an ambush as though coming from the statue, seduced the women who came there in this manner: he would say, it is reported, to them, "Zeus has fallen in love with you and wishes to sleep with you"; and when the woman eagerly followed, he made such voices and torches as to terrify her who was present; and himself impersonating Zeus, having corrupted such a woman throughout the whole night, he sent her away at dawn. At last, however, having chanced upon a chaste woman who loved her husband, he was detected and reaped the utmost disgrace. Now Gallaea is Rhea. For a certain Gallus was journeying to her temple to sing and beat the drum; and when a bitter winter storm overtook him, he fled into a cave having his cymbals with him, and shaking the drum he frightened away the wild beast; and dedicating a temple to her, he named it that of Gallaean Cybele; and to her the frenzied devotees dedicated themselves.
Ὅσσα τε Νεῖλον 268 Καρποδότην τίουσιν ἐν αἴσχεσιν, ἀνδρογύνοισιν.
And how many honour the fruit-giving Nile in shameful acts, with effeminate men.
Τὸν Νεῖλον Αἰγύπτιοι ὡς θεὸν τιμῶσιν ἐν τῇ ἀναβάσει, καὶ τοῦτον εὐφήμουν ὡς εὐφορίας αἴτιον, αὐτὸ τὸ αὐξόμενον ὕδωρ οἰόμενοι θεὸν εἶναι. Φησὶν οὖν Ἀρισταίνετος ὁ ἱστορικὸς, ὅτι ἑορτάζουσιν Αἰγύπτιοι τῷ Νείλῳ ἑορτὴν πανδημεὶ πάντες καὶ πᾶσαι ἐρχόμεναι παρὰ τὰ θέατρα τῶν πόλεων, κἀκεῖσε θοινῶνται ἕκαστος ὃ ἔχει, χορούς τε συστησάμεναι γυναῖκες ᾄδουσι τῷ εἰδώλῳ ᾠδὰς, ἃς τῷ Διῒ ᾄδονται ὡς τῷ Νείλῳ, τοῦ Διὸς ἔργον ποιοῦντος καὶ ἄρδοντος τὴν χώραν. Ἀνδρογύνων δέ φησι τιμὰς, τῷ πανδημεὶ τοὺς ἄῤῥενας ἅμα γυναιξὶν ἐκβακχεύεσθαι, καὶ πολλάκις ὡς ἐν μέθῃ καὶ ἀσελγαίνειν.
The Egyptians honour the Nile as a god during its rising, and they praised it as the cause of fertility, supposing the rising water itself to be a god. Aristaenetus the historian says, therefore, that the Egyptians celebrate a festival to the Nile in full assembly, all men and women coming to the theatres of the cities, and there each feasts upon what he has, and women forming choruses sing odes to the idol which are sung to Zeus as to the Nile, since Zeus does the work and waters the country. And he speaks of the honours of effeminate men, because in full assembly the males revel together with women, and often as in drunkenness also behave licentiously.
269 Ἴσιδος Ὀσίριδός τε μυκήματα δακρυόεντα.
The tearful lowings of Isis and Osiris.
Αὕτη ἡ Ἶσις ἐνομίσθη τῇ Ἰοῖ τῇ ἁρπασθείσῃ ἀπὸ τοῦ Διός. Ὁ γὰρ Ζεὺς, φησὶν, ἥρπασε τὴν Ἰὼ, καὶ
This Isis was thought to be the same as Io who was carried off by Zeus. For Zeus, it is said, carried off Io, and
PG 38:508Read from the page
φοβούμενος τὴν Ἥραν τὴν ἑαυτοῦ γυναῖκα, μετέβαλε τὴν Ἰὼ εἰς βοῦν, καὶ ποτὲ μὲν εἰς λευκὴν, ποτὲ δὲ εἰς μέλαιναν, ποτὲ δὲ εἰς ἰάζουσαν, καὶ οὕτως ἐπλανᾶτο μετ' αὐτῆς. Ἦλθεν οὖν καὶ ὁ Ζεὺς μετὰ τῆς Ἰοῦς πλανώμενος· καὶ τιμῶσιν οἱ Αἰγύπτιοι τὴν Ἰὼ, ἤτοι τὴν Ἶσιν· διὸ ἐπὶ τοῦ ἀγάλματος αὐτῆς ἐπὶ τῆς κεφαλῆς κέρατα βοὸς ἐγγλύφουσι, σημαίνοντες τῆς κόρης τὴν ἐπὶ βοῦν μεταβολήν. Ὁ δὲ Ὄσιρις παρ' Αἰγυπτίοις ἐνομίσθη θεός· καὶ οἱ μὲν λέγουσιν αὐτὸν εἶναι τὸν Διόνυσον, οἱ δὲ ἕτερον. Τοῦτον οὖν τὸν Ὄσιριν ὑπὸ τοῦ Τυφῶνος ἐσπαράχθαι φασὶ, καὶ μέγα πένθος γενέσθαι τοῖς Αἰγυπτίοις, ὥστε ἐπὶ πάντα χρόνον μνήμην ποιεῖσθαι τοῦ σπαραγμοῦ τοῦ Ὀσίριδος. Ὥσπερ δέ φασι τὸν Διόνυσον ὑπὸ τῶν Τιτάνων ἐσπαράχθαι, οὕτως καὶ Ὄσιριν ὑπὸ τοῦ Τυφῶνος· δαίμων δὲ καὶ οὗτος ὁ Τυφών. Μυκήματα δέ φησι δακρύων ἄξια, τὸ τὴν Ἶσιν εἰς βοῦν μεταβληθῆναι καὶ μυκᾶσθαι, καὶ τὸν Ὄσιριν διεσπαράχθαι καὶ πενθεῖσθαι.
fearing Hera his own wife, he changed Io into a cow, and at one time into a white one, at another into a black one, at another into a violet-coloured one, and thus he wandered with her. Zeus therefore came also wandering with Io; and the Egyptians honour Io, that is Isis; wherefore on her statue they carve the horns of a cow upon her head, signifying the maiden's transformation into a cow. And Osiris was considered a god among the Egyptians; and some say that he is Dionysus, others that he is another. This Osiris, then, they say was torn in pieces by Typhon, and that great mourning came upon the Egyptians, so that for all time they keep a memorial of the rending of Osiris. And just as they say that Dionysus was torn in pieces by the Titans, so too Osiris by Typhon; and this Typhon is also a demon. And he calls tearful lowings the fact that Isis was changed into a cow and lowed, and that Osiris was torn in pieces and mourned.
270 Καὶ Σάραπις ξύλον αὖον ἔχων δηλήμονα μῦθον,
And Sarapis, dry wood holding a destructive tale,
271 Καὶ μόσχος πολύσαρκος Ἆπις καὶ Μεμφις ἄνοια.
And the fleshy calf Apis, and the folly of Memphis.
Τοῖς Αἰγυπτίοις ὑπὲρ χρόνον τινὰ κατὰ περίοδον ἐγεννᾶτο βοῦς, ἐκ σέλατος σελήνης συλληφθεὶς ὁ βοῦς· ἐκαλεῖτο δὲ παρ' αὐτοῖς Ἆπις· ἔχει δὲ καί τινα σημεῖα περὶ τὴν οὐρὰν καὶ τὴν γλῶτταν, ἐξ ὧν σημείων ἐγνωρίζετο, ὅτι ὁ Ἆπις ἐστί. Τούτου οὖν τοῦ βοὸς γεννωμένου, ἑορτὴν ἐποίουν οἱ Αἰγύπτιοι, ὡς θεοῦ αὐτοῖς ἐπιδημήσαντος, καὶ παρετίθεσαν τῷ βοῒ ἐν φάτνῃ πανδαισίαν πολλὴν εὐωχοῦντες τὸν θεὸν Ἆπιν.
Among the Egyptians, after a certain time in a cycle, a bull was born, the bull having been conceived from a beam of the moon; and among them he was called Apis; and he also has certain marks about his tail and tongue, from which marks it was recognized that he is Apis. When this bull, therefore, was born, the Egyptians celebrated a festival as though a god had come to dwell among them, and they set before the bull in a manger a lavish banquet, feasting the god Apis.
272 Καὶ σὺ, Λάκαινα τάλαινα, διασταδὸν ἔνθα καὶ ἔνθα
And you, wretched Spartan woman, standing apart on this side and that,
273 Τεμνομένων μάστιξι νέων ἐπιβώμιος ἀλκή.
The strength at the altar of youths cut by scourges.
Λακεδαιμόνιοι πρὸς καρτερίαν γυμναζόμενοι, ἑορτὴν ἐποίουν, ἐν ᾗ ἐμάστιζον ἀλλήλους καὶ ἀνδρείαν τινὰ ἐκ τούτου ἐπαιδεύοντο, ἵνα καρτερικῶς ἔχοιεν
The Lacedaemonians, training themselves for endurance, celebrated a festival in which they scourged one another and were trained in a certain manliness from this, so that they might be steadfast
Notes, col. 508

On the reading

Printed Μεμφις, for Μέμφις.

PG 38:509Read from the page
περὶ τοὺς πολέμους. Ἐτίμων δὲ οἱ Λάκωνες ἐν τῇ ἑορτῇ τῶν μαστιγιῶν τὴν Ἄρτεμιν. Ταύτην γάρ φασι παρθένον θεόν· καρτερικὴ γὰρ ἡ παρθένος καὶ ὑπεράνω πάσης δειλίας καὶ ἐμπαθείας. Μαλακίαν δὲ λέγει τετιμηκέναι τοὺς Λάκωνας καὶ θρασύτητα, ἀλλαχοῦ τῶν ἑαυτοῦ λόγων ὁ Θεολόγος ὧδε φάσκων. Οἱ γὰρ αὐτοὶ καὶ μαλακίαν ἐτίμησαν καὶ θρασύτητα ἐσεβάσθησαν· μαλακίαν μὲν, ἢ ὅτι ἐποίουν καί τινα ἑορτὴν συσσιτίαν καλουμένην, ἐν ᾗ κοινῶς πάντες ἤσθιον καὶ εὐωχοῦντο καὶ ἐθηλύνοντο, ἢ ὅτι κἀκεῖ τὸ τῆς παιδεραστίας ἐπενέμετο πάθος, ὥσπερ ἔχομεν περὶ τοῦ Παυσανίου καὶ τοῦ Ἀργιλίου, ὅτι παιδικὰ ἦν ποτε Ἀργίλιος τοῦ Παυσανίου. Τὸ δὲ θρασύτητα σεβασθῆναι, περὶ τῆς καρτερίας καὶ τῆς ἀνδρείας ὁ λόγος ἦν· τῷ γὰρ πλέον καρτεροῦντι ἆθλον ἐδίδοτο. Ἡ μέν τοι θεὸς Ἄρτεμις παρθένος οὖσα καὶ σώφρων, ὅμως ἔχαιρε τοῖς ἐπιβωμίοις αἵμασι καὶ τοῖς τῆς ξενοκτονίας.
in wars. And the Laconians honoured Artemis in the festival of the scourgings. For they say she is a virgin goddess; for the virgin is steadfast and above all cowardice and passion. And the Theologian says elsewhere in his discourses that the Laconians honoured both softness and boldness, speaking thus: For the same people both honoured softness and revered boldness; softness, either because they also celebrated a certain festival called syssitia, in which all ate and feasted in common and became effeminate, or because there too the passion of pederasty spread, as we have concerning Pausanias and Argilius, that Argilius was once the favourite of Pausanias. As for revering boldness, the discourse was concerning endurance and manliness; for a prize was given to him who endured most. Yet the goddess Artemis, though a virgin and chaste, nevertheless delighted in bloodshed at the altar and in the slaying of strangers.
274 Καὶ Γετικὸς Ζάμολξις ὀϊστεύων δι' ὁμίλου.
And Getic Zamolxis shooting arrows through the throng.
Ἔστι δέ τις καὶ ἀλλαχοῦ τῶν ἑαυτοῦ λόγων, ἧς ἐπιμέμνηται ἱστορίας, τὸν Ἀβάριδος τοῦ ὑπερβορείου ὀϊστόν· οὗτος δὲ ὁ Ἄβαρις, ὡς Ἡρόδοτός φησιν, ἐξ ὑπερβορείων ἦν ἄνθρωπός τις· οἱ δὲ ὑπερβόρειοι ἀρκτικώτεροί εἰσι καὶ ἐνδότεροι τῶν Σκυθῶν. Οὗτος οὖν ὁ Ἄβαρις λέγεται ἔνθους γενόμενος, περιϊέναι τὴν Ἑλλάδα κύκλῳ μετὰ βέλους, καὶ χρησμούς τινας καὶ μαντείας λέγειν ὡς ἔνθους. Λυκοῦργος δὲ ὁ ῥήτωρ μέμνηται τοῦ Ἀβάριδος ἐν τῷ κατὰ Μενεσαίχμου λόγῳ λέγων, ὅτι λιμοῦ γενομένου ἐν τοῖς Ὑπερβορείοις, ἦλθεν ὁ Ἄβαρις ἐν τῇ Ἑλλάδι, καὶ ἐμισθώτευσε τῷ Ἀπόλλωνι, καὶ ἐδιδάχθη παρ' αὐτοῦ τὸ χρησμολογεῖν, καὶ οὕτως κρατῶν τὸ βέλος ὡς σύμβολον τοῦ Ἀπόλλωνος (τοξότης γὰρ οὗτος ὁ θεὸς), περιῄει χρησμολογῶν ὅλην τὴν Ἑλλάδα.
There is also a certain story elsewhere in his discourses which he mentions, the arrow of Abaris the Hyperborean; and this Abaris, as Herodotus says, was a certain man from the Hyperboreans; and the Hyperboreans are further north and further inland than the Scythians. This Abaris, then, is said, having become inspired, to have gone round Greece in a circle with an arrow, and to have uttered certain oracles and prophecies as one inspired. And Lycurgus the orator mentions Abaris in his speech against Menesaechmus, saying that when a famine occurred among the Hyperboreans, Abaris came into Greece, hired himself out to Apollo, and was taught by him to deliver oracles, and thus holding the arrow as a symbol of Apollo (for this god is an archer), he went about delivering oracles throughout all Greece.
PG 38:510Read from the page
275 Πάντα θεῶν ταύρων τε κακὴ ξείνοισι θυηλή.
All things of the gods, and the evil sacrifice of the Tauri to strangers.
Ταῦροι ἔθνος ἐστὶ περὶ τὴν Σκυθίαν. Ἐν τούτοις μετετέθη ὑπὸ τῆς Ἀρτέμιδος ἡ θυγάτηρ Ἀγαμέμνονος Ἰφιγένεια ἐν τῷ μέλλειν αὐτὴν θύεσθαι ὑπὲρ Ἑλλήνων ἐν τῇ Αὐλίδι, ὑπὲρ ἧς ἔλαφον ἡ θεὸς ἀμείψασα δέδωκεν θῦσαι. Αὕτη οὖν ἡ Ἰφιγένεια οὖσα ἐν τοῖς Ταύροις διὰ τὸ μὴ γνωσθῆναι παρὰ τῶν ἐπιξενομένων τίς ἐστιν, ἐπέτρεπεν αὐτοὺς θύειν τῇ Ἀρτέμιδι· καὶ αὕτη ἦν ἡ ξενοκτονία ἣν λέγει ὁ θεῖος Γρηγόριος ἀλλαχοῦ φάσκων ἐπὶ λέξεως· Οὐ δὲ Ταύρων ξενοκτονίαι· καὶ αὖθις· Καὶ τὴν ἀντιδοθεῖσαν ἔλαφον τῆς παρθένου. Ὕστερον δὲ Ὀρέστης (υἱὸς δὲ καὶ αὐτὸς Ἀγαμέμνονος) δειματούμενος ὑπὸ τῶν Ἐρινύων, καὶ ἐλθὼν παρὰ τοῖς Ταύροις καὶ συλληφθεὶς ὡς ξένος ἐπ' ἀναιρέσει, καὶ προσενεχθεὶς ὡς ἱερείᾳ τῇ Ἰφιγενείᾳ, ἐπεγνώσθη διὰ τοῦ ἐλεφαντίνου ὤμου, καὶ ἀφείθη τῆς θυσίας. Οὕτως λοιπὸν λαβὼν ὁ Ὀρέστης τὴν ἰδίαν ἀδελφὴν, λέγω δὴ τὴν Ἰφιγένειαν, κομίζει εἰς τὴν Ἑλλάδα.
The Tauri are a nation around Scythia. Among them Iphigenia, the daughter of Agamemnon, was translated by Artemis when she was about to be sacrificed on behalf of the Greeks at Aulis, in whose place the goddess gave a hind in exchange to be sacrificed. This Iphigenia, then, being among the Tauri, because she was not recognized by those who arrived as strangers as to who she was, permitted them to be sacrificed to Artemis; and this was the slaying of strangers of which the divine Gregory speaks elsewhere, saying verbatim: Nor the slayings of strangers by the Tauri; and again: And the hind given in exchange for the virgin. Afterwards Orestes (who was himself also a son of Agamemnon), being terrified by the Furies, and having come among the Tauri and been seized as a stranger for execution, and brought before Iphigenia as priestess, was recognized by his ivory shoulder and released from sacrifice. Thus thereafter Orestes, taking his own sister, I mean Iphigenia, brings her to Greece.
276 Καὶ Πολύμνοιο καλοῖο θεὸς φαλὸν ἀμφαγαπάζων
And the god fondly embracing the phallus of fair Polymnus,
277 Δουράτεον.
Wooden.
Λέγεται μειράκιον ἐρασθῆναι τοῦ Διονύσου· εἶτα τοῦτο πρὶν ἐπιτύχῃ τῆς ἀσελγείας etc., ut supra λόγῳ ΞΔʹ, paulo post initium. Μέμνηται δὲ τούτων ὁ θεῖος Γρηγόριος καὶ ἀλλαχοῦ φάσκων· Οὐδὲ φαλλοί τινες καὶ ἰθύφαλλοι αἰσχροὶ καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασιν· ἐν γὰρ τῇ τοῦ Διονύσου ἑορτῇ, φαλλοὺς δερματίνους, etc., ut loc. cit. Τοῦτο δὲ ἐποίουν τιμῶντες τὸν ἐραστὴν τοῦ Διονύσου· — οὗτος δὲ ὁ παῖς Πολύυμνος ἐκαλεῖτο.
A youth is said to have fallen in love with Dionysus; then before he achieved his licentiousness, etc., as above in Discourse 64, shortly after the beginning. The divine Gregory also mentions these things elsewhere, saying: Nor certain phalli and ithyphalli, shameful both in their shapes and in their deeds; for in the festival of Dionysus, leather phalli, etc., as in the place cited. And they did this honouring the lover of Dionysus — and this boy was called Polyymnus.
Μάχλην τε Κύπριν τίουσα ἑορτή.
And a festival honouring wanton Cypris.
Τὴν Κύπριν εἶναί φασι τὴν Ἀφροδίτην, περὶ ἧς ἀλλαχοῦ φησιν ὁ θεῖος Γρηγόριος· « Οὐ δι' Ἀφροδί-
They say that Cypris is Aphrodite, concerning whom the divine Gregory says elsewhere: "Not through Aphrodi-