ἐπὶ πολλῶν τούτου γενομένου, ἄτεκνος ἔμενεν ἡ Ῥέα. Ὅτε οὖν ἐγέννησε τὸν Δία ἡ Ῥέα, φοβουμένη μή πως καὶ τοῦτο τὸ βρέφος καταποθὲν ἀπόληται, λίθον μὲν σπαργανώσασα δέδωκε τῷ Κρόνῳ ὡς βρέφος καταπιεῖν, τὸν δὲ Δία ὑπεξέθετο ἐν τῇ Κρήτῃ. καὶ παρέταξε τῷ βρέφει τούτῳ τοὺς κορύβαντας καὶ τοὺς κουρῆτας ὀρχεῖσθαι, καὶ κροτεῖν καὶ κτυπεῖν τὰ ὅπλα αὐτῶν, καὶ γίνεσθαί τινα ἦχον, τὸν δυνάμενον ὑποκλέπτειν καὶ παρακρούειν τὸν ἐκ κλαυθμοῦ τοῦ παιδίου ἦχον, ἵνα μὴ, φησὶν, ὁ Κρόνος μαθὼν ποῦ κρύπτεται τὸ παιδίον, τοῦτο λαβὼν καταπίῃ. Τούτων μὲν οὖν μέμνηται τῶν ἑαυτοῦ λόγων ὁ θεῖος Γρηγόριος ἀλλαχοῦ, φάσκων ὧδε· « Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ τοῦ Κρητῶν τυράννου, κἂν Ἕλληνες ἀπαρέσκωνται· οὐδὲ κουρήτων ἦχοι καὶ κρότοι, καὶ ὀρχήσεις ἔνοπλοι θεοῦ κλαίοντος ἠχὴν συγκαλύπτουσαι, ἵνα λάθῃ πατέρα μισότεκνον; » Δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι, τὸν ὡς λίθον καταποθέντα. Πατὴρ μὲν οὖν μισότεκνος ὁ Κρόνος, ἐπεὶ τοὺς τικτομένους ἐκ τῆς Ῥέας κατέπινε· παιδίον δὲ κλαυθμυριζόμενόν ἐστιν ὁ Ζεύς· κουρῆτες δὲ καὶ κορύβαντες οἱ παρὰ τῆς Ῥέας ὀρχεῖσθαι τεταγμένοι· πυῤῥίχην γὰρ ὄρχησιν ταύτην καλοῦσι· κτύπον γάρ τινα ἐν ταῖς ἀσπίσιν ἐποίουν οὗτοι, πρὸς τὸ ὑπερηχεῖσθαι τὸν κλαυθμὸν τοῦ παιδίου. Οἱ μὲν οὖν σοφοὶ τῶν Ἑλλήνων, θεὸν εἶναι τὸν Δία φασί. Γρηγόριος δὲ ὁ θεῖος Θεολόγος τὴν δημώδη ἱστορίαν εἰ καὶ τίθεται τοῦτον Κρητῶν τύραννον ποιούμενος οὕτως λέγει· ὅτι Ζεὺς τύραννος ἦν Κρήτης, καὶ θέλοντες αὐτὸν θεραπεύειν οἱ ὑπήκοοι, ἐμυθολόγουν, ὡς ἐκ Κρόνου τινὸς καὶ Ῥέας τὴν γέννησιν ἔσχεν, ἐπεὶ γόης ἄνθρωπος ἦν καὶ λίαν ἀσεβέστατος, διὸ καὶ ἐπάγει· « Κἂν Ἕλληνες ἀπαρέσκωνται. » Καὶ γὰρ οὐ βούλονται τοῦτον Ἕλληνες ἄνθρωπον εἶναι, ἀλλὰ θεόν. Στηλιτεύων δὲ τὴν τούτων ἄνοιαν ὁ μέγας
when this had happened in the case of many, Rhea remained childless. When, therefore, Rhea gave birth to Zeus, fearing lest this infant too should be swallowed and perish, she swaddled a stone and gave it to Cronus to swallow as an infant, and secretly placed Zeus out in Crete, and stationed beside this infant the Corybantes and the Curetes to dance, and to clap and clash their arms, so that a certain noise might be made able to conceal and drown out the sound of the child's crying, lest, he says, Cronus, learning where the child was hidden, should take and swallow it. Of these things, then, the divine Gregory makes mention elsewhere in his own orations, speaking thus: "Are not these the births and stealthy concealments of Zeus the tyrant of the Cretans, even if the Greeks are displeased; nor the noises and clappings of Curetes, and armed dances covering over the sound of a crying god, that he might escape a child-hating father?" For it was a strange thing for him who was swallowed as a stone to whimper like a child. Now the child-hating father is Cronus, since he used to swallow those born of Rhea; and the whimpering child is Zeus; and the Curetes and Corybantes are those appointed by Rhea to dance; for they call this the Pyrrhic dance; for these made a certain din upon their shields so that the crying of the child might be drowned out. Now the wise men of the Greeks say that Zeus is a god. But Gregory the divine Theologian, even if he adopts the popular account in making him tyrant of the Cretans, speaks thus: that Zeus was tyrant of Crete, and his subjects, wishing to flatter him, told in myth that he had his birth from a certain Cronus and Rhea, since he was a sorcerer and a most impious man, wherefore he also adds: "Even if the Greeks are displeased." For indeed the Greeks do not want him to be a man, but a god. And pillorying their folly, the great