Migne Reading Room

PG 38 · cols. 451–456 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:451Read from the page
τῇ χειρὶ πάλιν εἶχεν, αὐτὸν δὲ τὸν ὑποδεξάμενον ἰχθὺν, ἡ τοῦ βασιλέως θυγάτηρ ὑπεδέξατο. Οὕτως ἐκείνῳ, καὶ βουλομένῳ περ, οὐ συνέβη λυπηθῆναι.
again in his hand, while the king's daughter received the very fish that had swallowed it. Thus it did not happen to him to be grieved, even though he wished it.
ΛΟΓΟΣ ΜΕʹ. ΛΟΓΟΣ ΜϚʹ. Ἔπος ἡρωϊκὸν καὶ ἰαμβεῖον.
Discourse 45. Discourse 46. Heroic and iambic poem.
Γεγὼς ὁ Πρωτεὺς εἰς κλοπὰς μορφωμάτων.
Proteus, born for thefts of shapes.
Πρωτεὺς Θρᾴξ μὲν ἦν τὸ γένος, εἶχε δὲ υἱοὺς Μῶλον καὶ Τηλέγονον. Τούτους λῃστὰς ὄντας ὁ Ἡρακλῆς ἐλθὼν ἀπέκτεινεν, ἀπεχθόμενος διὰ τοὺς Γηρυόνου βοῦς. Τοῦτον οὖν ἀθυμοῦντα τὸν Πρωτέα διὰ τὴν ἀποβολὴν τῶν τέκνων, καὶ ῥίψαντα ἑαυτὸν εἰς τὴν θάλασσαν, οἱ θεοὶ ἐλεήσαντες ἀπηθανάτισαν, καὶ γέγονεν ἐνάλιος δαίμων, καὶ ἔρχεται καὶ οἰκεῖ τὴν Φαρίαν νῆσον. Οὗτος λέγεται καὶ μετὰ φωκῶν ἐνδιαιτᾶσθαι· οὗτος καὶ τοῦ Ἀλεξάνδρου τὴν Ἑλένην ἔλαβεν ἐλθόντος ἀπὸ τῆς Ἑλλάδος, καὶ ἔδωκεν αὐτῷ τὸ εἴδωλον τῆς Ἑλένης. Ὕστερον δὲ Μενελάου μετὰ τὸν Τρωϊκὸν πόλεμον μαθόντος, ὡς εἰς Αἴγυπτόν ἐστιν ἡ Ἑλένη, καὶ ἐλθόντος παρὰ τὸν Πρωτέα, δέδωκεν αὐτὴν αὐτῷ. Λέγεται δὲ αὐτὸς ὁ Πρωτεὺς μεταμορφοῦσθαι πρὸς τοὺς ἐντυγχάνοντας, καὶ ποτὲ μὲν φαίνεσθαι τοιόσδε, ποτὲ δὲ τοιόσδε· καὶ γὰρ καὶ μάντις ἦν, καὶ αὐτὴν δὲ τὴν Φάρον μετεμόρφου τοῖς πλησιάζουσιν, ἵνα μὴ αἰτῆται λέγειν μαντείας καὶ προγνώσεις. Ὁμοίως δὲ καὶ ὁ Μελάμπους μάντις ἦν καὶ ἱεροφάντης. Οὗτος ἐξέφηνε τὰ ἱερὰ τὰ ἐν Αἰγύπτῳ τοῖς Ἕλλησιν, ἅπερ ἐμιμήσαντο Ἕλληνες· καὶ οὗτος δὲ τῶν μεταμορφουμένων ὡς μάντις ἦν. Οἱ γὰρ μάντεις οὗτοι τηλικαύτην εἶχον, φησὶ, δύναμιν, ὥστε μεταμορφοῦσθαι εἰς ὅπερ ἂν θελήσωσιν,
Proteus was a Thracian by race, and had as sons Molus and Telegonus. Since these were robbers, Heracles came and slew them, being hostile on account of the cattle of Geryon. When Proteus therefore despaired over the loss of his children and cast himself into the sea, the gods took pity on him and made him immortal, and he became a sea-deity, and goes and dwells on the island of Pharos. He is said also to live among seals; he also took Helen from Alexander when he came from Greece, and gave him the phantom of Helen. Afterwards, when Menelaus after the Trojan war learned that Helen was in Egypt and came to Proteus, he gave her to him. Proteus himself is said to transform himself before those who meet him, and to appear now of one kind, now of another; for he was also a seer, and he even transformed Pharos itself before those approaching, so that he would not be asked to utter oracles and predictions. Likewise Melampus too was a seer and hierophant. He revealed the sacred rites in Egypt to the Greeks, which the Greeks imitated; and he too, as a seer, was one of those who transform themselves. For these seers had, he says, such great power as to transform themselves into whatever they might wish,
PG 38:452Read from the page
ὥστε μὴ γινώσκεσθαι παρὰ τῶν προσδιαλεγομένων. Λέγει δὲ τοῦτην ὁ θεῖος Γρηγόριος παρακατιὼν ὧδε μεμνημένος δι' ἰαμβείων·
so as not to be recognized by those conversing with them. And the divine Gregory speaks of him further on, making mention thus in iambics:
Πρωτεὺς σοφιστὴς εἰς κλοπὰς μορφωμάτων, Ἢ καὶ Μελάμπους, ἤ τις ἄλλος ἄστατος· Χριστὸς ἐπήλυθεν ἄλκαρ ἐμεῖο, Ὅς καὶ μαθητὰς ἐκ ζάλης ἐῤῥύσατο, Καὶ πολλοὺς παθέων καὶ δαιμονίων ἀπὸ δεσμῶν Ἠλευθέρωσε, τῷ θελῆσαι δοὺς χάριν.
Proteus, a sophist in thefts of shapes, or else Melampus, or some other unstable one; Christ came as my defence, Who also rescued the disciples from the storm, and freed many from the bonds of passions and demons, granting grace by His mere will.
Κεῖνται αἱ παροῦσαι ἱστορίαι ἐν τῷ αʹ λόγῳ.
The present narratives are set out in the first discourse.
Δόλοις ἔκλεψε τὸν γένους ἀρχηγέτην.
By wiles he stole away the progenitor of our race.
Κεῖται ἐν τῷ βʹ λόγῳ.
It is set out in the second discourse.
ΛΟΓΟΣ ΜΖʹ. Ἐνόδια.
Discourse 47. Prayers for a journey.
Ἐν τούτοις τοῖς ἐνοδίοις λόγοις ἐν σχήματι εὐχῆς ὁ θεῖος Γρηγόριος πασῶν τῶν ὑπὸ Θεοῦ γεγονυιῶν εὐεργεσιῶν τοῖς Ἰσραηλίταις μέμνηται, ὡς πυρὶ καὶ νεφέλῃ τούτους καθωδήγησεν ὁ Θεὸς, ὅτι τὴν Ἐρυθρὰν αὐτοῖς τεμὼν θάλασσαν ὡς διὰ ξηρᾶς διήγαγεν, ὅτι τὸν Φαραὼ πανστρατιᾷ κατεπόντισεν, ὁμαλὴν τὴν ὑγρὰν καὶ ποδίβατον τοῖς προσφιλέσι κατασκευάσας, οὐρανόθεν δὲ αὐτοῖς ἄρτον ὤμβρησε ξένον καὶ ἀσυνήθη, πέτραν ἀκρότομον διέῤῥηξε καὶ πηγὰς ἀνέβλυσε, τῶν ἐχθρῶν τὴν δύναμιν ἔτρεψε χερσὶν σταυροτύποις Μωϋσέως, τῇ σελήνῃ καὶ τῷ ἡλίῳ τὸν δρόμον κατέσχε δι' εὐχῆς Ἰησοῦ, τὰ Ἰορδάνεια ῥεῖθρα τοῖς ἐπιγενομένοις ὑπεχώρησεν, ἡ δὲ ὁδὸς ῥᾳδία κατεσκευάσθη· αὐτὸς δὲ τοῖς ἀνθρώποις ὁμοιωθεὶς, τὴν οὐρανίαν ὑπέδειξεν ἄνοδον, ἀναστραφεὶς ἐπὶ γῆς, εἰς οὐρανὸν κουφισθεὶς, ἥξει τοῖς ἐπιθυμοῦσι λαμπρότερον ἢ τὸ πρὶν, ὃς καὶ πελάγους ἐπέβη, πόντος δὲ τοῖς ποσὶν ὑπεχώρησε τούτων. Ἑκάστη τῶν ἱστο-
In these journey-discourses, in the form of a prayer, the divine Gregory makes mention of all the benefits conferred by God upon the Israelites: how God guided them by fire and cloud; that cleaving the Red Sea for them He led them through as over dry land; that He drowned Pharaoh with all his host, making the watery way level and passable on foot for His beloved; and rained down for them from heaven strange and unwonted bread; rent the sheer rock and caused springs to gush forth; routed the power of their enemies by the cross-shaped hands of Moses; stayed the course of the moon and the sun through the prayer of Joshua; the streams of the Jordan withdrew before those who came upon them, and the path was made easy; and He Himself, made like unto men, showed the heavenly ascent, having dwelt upon earth and been lifted up into heaven, and shall come to those who long for Him more brilliantly than before, He Who also walked upon the sea, and the deep gave way beneath their feet. Each of the narra-
Notes, col. 452

On the reading

Printed τοῦτην, for τοῦτον.

PG 38:453Read from the page
ριῶν ἐν τοῖς ἤδη λεχθεῖσι προτέτακται. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος ἱκετευτικῶς· Χριστὲ βασιλεῦ, πύρινε στῦλε, τοῦ Γρηγορίου τῇ πλανωμένῃ ψυχῇ διὰ τῆς ἐρήμου τοῦ βίου τῆς πικροτάτης, ἐπίσχες τὸν Φαραὼ καὶ παῦσον, τοῦτ' ἔστι τὸν διάβολον τὸν κακὰ βουλευόμενον, καὶ τοὺς πικροὺς ἐργοδιώκτας, τοῦτ' ἔστι τοὺς δαίμονας, καὶ τοῦ πηλοῦ με τῆς ἁμαρτίας καὶ τῆς πλινθείας τῆς ῥυπαρᾶς ἐργασίας ἀπάλλαξον, πληγαῖς ἀπρεπέσι τοὺς ἐμοὺς ἐχθροὺς ὑποτάξας, οἳ πλήττονται ταῖς καθαραῖς καὶ θεοειδέσιν ἐννοίαις, καὶ τῇ τῶν ἐντολῶν ἐργασίᾳ (ταῦτα γὰρ τοῖς δαίμοσι μάστιγές εἰσιν ἀπρεπεῖς)· ὁμαλὴν δὲ παράσχοις ὁδὸν τὴν βιωτικὴν, δι' ἧς βαδίζω πρὸς τὴν πατρίδα τὴν θείαν κατεπειγόμενος· εἰ δέ με καταλάβῃ σπεύδων ὁ ἐχθρὸς, ἀλλὰ σύ μοι καὶ τὴν θάλασσαν διατμήξειας, ἄγων δι' ἧς οἶδας ἀσυνήθους καὶ θειοτέρας ὁδοῦ· ἰσχυρὰν δὲ τὴν ἄβατον διαπεράσοιμι τρίβον, σπεύδων εἰς τὴν ἐπηγγελμένην γῆν, τοῦτ' ἔστι τὴν βασιλείαν τῶν οὐρανῶν, τὸν ἐμὸν κλῆρον ὃν ὑπέσχου καὶ κατένευσας· καὶ ποταμοὺς στήσειας, ἐμπαθῆ ῥεύσεως ἀπογεννήματα· καὶ πολέμους ἀλλοφύλων, ἐνθυμήσεων πονηρῶν εἰς φυγὴν τρέψειας, τὸ πολυστένακτον ἀμβλύνας τῆς ἁμαρτίας βέλος· εἰ δὲ τῆς γῆς ἐπιβῶ τῆς ἱερᾶς, τοῦ σώματος ἀπολυθεὶς, καὶ τὰ προειρημένα παρελθὼν, εἰς τὴν τῶν πραέων καταντήσας χώραν καὶ κληρονόμος ἀναδειχθεὶς, Χριστὲ βασιλεῦ, φῶς τῶν ἀνθρώπων, ἐκεῖσε διηνεκέσιν ὕμνοις ἀσιγήτως δοξολογήσω.
tives has been set out earlier among those already spoken of. The divine Gregory therefore says in supplication: O Christ King, pillar of fire for the wandering soul of Gregory through the most bitter desert of life, check Pharaoh and make him cease, that is, the devil who plots evil, and the bitter taskmasters, that is, the demons, and deliver me from the mire of sin and the filthy toil of brick-making, subduing my enemies with unseemly plagues, who are struck by pure and godlike thoughts and by the practice of the commandments (for these are unseemly scourges to the demons); and grant a level path of life, along which I walk hastening towards the divine homeland; and if the enemy in haste overtakes me, do Thou cleave even the sea for me, leading me by the unwonted and more divine way that Thou knowest; and may I cross the rugged and untrodden track, hastening to the promised land, that is, the kingdom of heaven, my inheritance which Thou didst promise and confirm; and stay the rivers, impassioned offspring of flux; and put to flight the wars of foreigners, of wicked thoughts, blunting the mournful dart of sin; and if I set foot upon the sacred land, released from the body and having passed beyond the aforementioned things, having arrived at the country of the meek and been shown forth as an heir, O Christ King, light of men, there will I glorify Thee without ceasing in perpetual hymns.
ΛΟΓΟΣ ΜΗʹ. Περὶ ἀρχῶν.
Discourse 48. On first principles.
11 Ὡς θῆρες, Χριστοῖο κατ' οὔρεος ἀκροτόμοιο 12 Λαμπομένου, Μωσῆϊ νόμον τ' ἐνὶ πλαξὶ γράφοντος,
11 Like wild beasts, when Christ shone upon the sheer mountain 12 And wrote the law for Moses upon tablets,
PG 38:454Read from the page
13 Αὐτίκα ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν.
13 May they straightway be crushed beneath splitting crags.
Τὸν νόμον τοῖς υἱοῖς Ἰσραὴλ διδοὺς ὁ Θεὸς, προσέταξε τῷ Μωϋσῇ τὸν λαὸν καθαγνίσαι, καὶ τοῦ ὄρους ὑποκάτω στῆσαι, καὶ τῆς θείας ἀκοῦσαι φωνῆς, μηδὲ τῇ νεφέλῃ προσεγγίσαι, ἢ προσαναβῆναι τῷ ὄρει· κἂν θηρίον δὲ θίγῃ, κινδυνεῦσαι λιθοβοληθῆναι. Μωϋσεῖ δὲ προσέταξεν ὁ Θεὸς, εἴσω χωρῆσαι τῆς νεφέλης καὶ τοῦ θείου γνόφου· τὸ γὰρ ὄρος ἐκαίετο πυρὶ, διότι Κύριος ἐν πυρὶ κατέβη καὶ νεφέλῃ· καὶ Μωϋσῆς ἐντὸς γενόμενος τοῦ γνόφου καὶ τῆς νεφέλης, τὰς θεοτύπους ἐπεδέξατο πλάκας, ἐν αἷς ἦν γεγραμμένα τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα, λόγοι δέκα. Γρηγόριος τοίνυν ὁ Θεολόγος, περὶ τῆς ἁγίας Τριάδος εἰπεῖν βουλόμενος, εἴργει μὲν τῷ λόγῳ τοὺς ἀμυήτους· εἴ τι δὲ θηριῶδες καὶ ἀνήμερον, ἀποδιώκει, Μωϋσῆν μιμούμενος καὶ Ἡσαΐαν, οἵτινες τῷ λαῷ διαμαρτυρόμενοι, Πρόσεχε, φησὶν, οὐρανὲ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου· ὁ δὲ, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε. Καὶ ταῦτα μὲν Γρηγόριος· καὶ πλέον τὸ Πνεῦμα, φησὶ, τὸ ἅγιον τοῦ Θεοῦ· σὺ δέ μοι τὸν νοῦν καὶ τὴν γλῶσσαν ἀνάστησον, τὴν σάλπιγγα τῆς ἀληθείας τὴν μεγαλόφωνον· ὡς ἂν ἐμοῦ θεολογοῦντος, τέρπωνται πάντες κατὰ ψυχὴν ὁλικῶς ὅλῃ τῇ θεότητι συναφθέντες.
When God gave the law to the sons of Israel, He commanded Moses to purify the people, and to station them beneath the mountain, and to hear the divine voice, and neither to draw near to the cloud nor to ascend the mountain; and even if a wild beast should touch it, it was in danger of being stoned. But God commanded Moses to enter within the cloud and the divine darkness; for the mountain burned with fire, because the Lord descended in fire and cloud; and Moses, having come within the darkness and the cloud, received the God-engraved tablets, on which were written the ordinances of God and the judgements, ten commandments. Gregory the Theologian therefore, wishing to speak of the Holy Trinity, bars the uninitiated by his discourse; and whatever is beastlike and untamed he drives away, imitating Moses and Isaiah, who, bearing witness to the people, says: Give heed, O heaven, and I will speak, and let the earth hear the words from my mouth (Deut. 32:1); and the other: Hear, O heaven, and give ear, O earth, for the Lord has spoken (Isa. 1:2). And thus Gregory; and further, he says, O Holy Spirit of God, do Thou rouse up my mind and tongue, the loud-voiced trumpet of truth, so that as I speak of God, all may delight in soul, wholly united to the whole Godhead.
ΛΟΓΟΣ ΜΘʹ. Περὶ Υἱοῦ.
Discourse 49. On the Son.
62 Ἦν βροτὸς, ἀλλὰ Θεός.
62 He was mortal, yet God.
Ἄνθρωπος ὁ Χριστὸς καὶ Θεὸς, τὴν μὲν πρώτην γέννησιν ἐκ Πατρὸς ἔχων ἀπαθῶς, τὴν δευτέραν δὲ ἐξ ἡμῶν· καὶ ταύτην οὐκ ἀπό τινος ῥεύσεως, ἐκ
Christ is man and God, having His first birth from the Father impassibly, and His second from us; and this not from any flux, but from
PG 38:455Read from the page
Πνεύματος δὲ ἁγίου καὶ Μαρίας τῆς Παρθένου. Ἐξ ἡμῶν δὲ λέγεται· καὶ γὰρ ἄνθρωπος ἡ Παρθένος, Θεὸν σεσαρκωμένον ἀμιάντως τεκοῦσα, καὶ συνουσίας ἐκτὸς ἀνδρός.
the Holy Spirit and Mary the Virgin. And it is said to be from us, for the Virgin is a human being, having given birth undefiledly to God incarnate, and apart from union with a man.
Δαβὶδ γένος, ἀλλ' Ἀδάμοιο.
Race of David, yet of Adam.
Τῷ Δαβὶδ ὁ Θεὸς ἐπηγγείλατο τὸν Χριστὸν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν κατὰ σάρκα· Δαβὶδ δὲ βασιλεὺς Ἰσραὴλ υἱὸς Ἰεσσαὶ, Βηθλεεμίτης φυλῆς Ἰούδα. Πρῶτος οὖν Ἰακώβ φησιν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ οὗτος προσδοκία ἐθνῶν. Υἱὸς οὖν Δαβὶδ ὁ Χριστὸς κατὰ σάρκα, ὁ πλάστης Ἀδὰμ, Ἀδὰμ δὲ πρῶτος ἄνθρωπος ἐκτίσθη κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν.
To David God promised that He would raise up Christ according to the flesh from the fruit of his loins; and David was king of Israel, son of Jesse, a Bethlehemite of the tribe of Judah. First therefore Jacob says: A ruler shall not fail from Judah, nor a leader from his thighs, until He comes for Whom it is reserved, and He is the expectation of the nations (Gen. 49:10). Christ therefore is son of David according to the flesh, the Fashioner of Adam, and Adam was created the first man according to the image and likeness of God.
65 Καὶ φάτνη μὲν ἔδεκτο.
65 And a manger received Him.
Τοῦ δόγματος παρ' Αὐγούστου Καίσαρος ἐξεληλυθότος, τὴν οἰκουμένην ὅλην ἀπογράψασθαι, καὶ πάντων εἰς τὴν ἰδίαν πατρίδα κατεπειγομένων, Ἰωσὴφ υἱὸς ὢν Δαβὶδ ἀπὸ Ναζαρὲθ εἰς Βηθλεὲμ ἀνῆλθεν εἰς πόλιν Δαβὶδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ οὔσῃ ἐγκύῳ· καὶ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
When the decree went out from Caesar Augustus that the whole inhabited world should be enrolled, and all were hastening to their own native place, Joseph, being a son of David, went up from Nazareth to Bethlehem, to the city of David, to be enrolled with Mary who was betrothed to him, being with child; and the days were fulfilled for her to give birth, and she brought forth her firstborn son, and wrapped Him in swaddling cloths, and laid Him in the manger, because there was no room for them in the inn (Luke 2:1-7).
Μάγοις δέ τε ἡγεμόνευεν 66 Ἀστὴρ, δωροφόροι δ' ἄρ' ἔβαν, καὶ γούνατ' ἔκαμψαν.
And for the Magi 66 A star led the way, and bearing gifts they came and bent the knee.
Χριστοῦ γεννηθέντος, μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν ὑπὸ ἀστέρος ὁδηγούμενοι, καὶ Χριστὸν προσκυνήσαντες, δῶρα παρέσχον αὐτῷ χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
When Christ was born, Magi arrived from the East guided by a star, and having worshipped Christ, they offered Him gifts: gold, frankincense, and myrrh.
67 Ὡς βροτὸς ἦλθ' ἐπ' ἀγῶνα, ὑπέρσχεθε δ' ὡς ἀδάμαστος
67 As a mortal He came to the contest, yet He prevailed as unconquered
PG 38:456Read from the page
68 Πειραστὴν τρισσοῖσι παλαίσμασιν.
68 The tempter in three wrestling-bouts.
Τρισὶ προσβολαῖς ὁ διάβολος Χριστὸν πειράζει· Πεινῶντι λίθους εἰς ἄρτον προβάλλεται· τὰς βασιλείας τῆς γῆς αὐτῷ δείκνυσι, ταῦτα παρέξειν εἴ γε πεσὼν προσκυνήσοι, διαβεβαιούμενος· εἰς δὲ τὸ πτερύγιον ἀγαγὼν τοῦ ἱεροῦ, βαλεῖν κάτω φησὶν εἴπερ Υἱὸς εἴη τοῦ Θεοῦ· πάντων δὲ διαμαρτὼν, οἴχεται κατησχυμμένος. Κεῖται ἐν τῷ γʹ λόγῳ ἡ ἐξήγησις.
With three assaults the devil tempts Christ: to Him when hungering he proposes stones [to be turned] into bread; he shows Him the kingdoms of the earth, asserting that he will bestow these things if He will fall down and worship; and having led Him onto the pinnacle of the temple, he bids Him cast Himself down if indeed He be the Son of God; and having failed in all, he departs put to shame. The exposition stands in the third discourse.
Εἶδαρ ὑπέστη,
He underwent [the need of] food,
69 Θρέψε δὲ χιλιάδας.
69 And He fed thousands.
Τροφῆς μὲν ὡς ἄνθρωπος μετέσχεν ὁ Σωτὴρ, ἀλλ' ἐξ ἄρτων πέντε χιλιάδας ἐκόρεσεν. Κεῖται ἐν τῷ γʹ λόγῳ.
The Saviour partook of food as man, yet from five loaves He satisfied thousands. It stands in the third discourse.
Ὕδωρ τ' εἰς οἶνον ἄμειψεν.
And He changed water into wine.
Χριστὸς ἐν Κανᾷ γενόμενος τῆς Γαλιλαίας, εἰς γάμον ἐλθὼν, καὶ λείψαντος οἴνου, τοῦτο τῆς μητρὸς αὐτῷ διασαφησάσης, τοῖς παρεστῶσι τὰς ὑδρίας ὕδατος πληρῶσαι προστάξας, οἶνον ἐξ ὕδατος κιρνᾷν ἱλαρὸν τοῖς δαιτυμόσι καὶ μάλα ἡδὺν παρεσκεύασεν.
Christ, having come to Cana of Galilee, having arrived at a wedding, and when wine failed, His mother having made this clear to Him, commanded those standing by to fill the water-jars with water, and provided wine from water, cheering and very sweet, to be poured out for the guests.
70 Λούσατο, ἀλλ' ἐκάθηρεν ἁμαρτάδας, ἀλλ' ἐβοήθη
70 He was washed, yet He cleansed sins, yet He was proclaimed
71 Πνεύματι βρονταίης φωνῆς ὕπο, υἱὸς ἀνάρχου.
71 By the Spirit under a thundering voice, Son of the Unoriginate.
Χριστὸς ἐν Ἰορδάνῃ βαπτισθεὶς ὑπὸ Ἰωάννου, παρὰ μὲν Πατρὸς ὡς Υἱὸς ἀγαπητὸς μεμαρτύρηται, Πνεῦμα δὲ τὸ πανάγιον σωματικῷ εἴδει κατῆλθεν ἐπ' αὐτὸν ὡσεὶ περιστερά. Κεῖται ἐν τῷ βʹ λόγῳ.
Christ, having been baptized in the Jordan by John, was borne witness to by the Father as beloved Son, and the all-holy Spirit descended upon Him in bodily form as a dove. It stands in the second discourse.
72 Ὡς βροτὸς ὕπνον ἔδεκτο, καὶ ὡς Θεὸς εὔνασε πόντον.
72 As a mortal He received sleep, and as God He lulled the sea.
Χριστὸς καθεύδων ἐν τῷ πλοίῳ, κλύδωνος τοὺς μαθητὰς ἐκταράττοντος, ἀναστὰς ἐπετίμησε τοῖς ἀνέμοις· ἡ δὲ θάλασσα γαληνῶς ὑφήπλωσε τῷ προστάγματι τὰ νῦν.
Christ, sleeping in the boat while a surge was throwing the disciples into confusion, rose up and rebuked the winds; and the sea calmly spread itself out at His command now.
73 Γοῦνα κάμεν, παρέτοις δὲ μένος καὶ γούνατ' ἔπηξεν.
73 His knees grew weary, yet for the paralysed He fixed strength and knees.
Notes, col. 456

On the reading

Printed τὰ νῦν, for τὰ νῶτα.