Migne Reading Room

PG 38 · cols. 457–462 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:457Read from the page
Χριστὸς κεκμηκὼς ἀπὸ τῆς ὁδοιπορίας, παρὰ τὴν πηγὴν τὴν ἐν Συχὲμ καθίσας, διελέχθη Σαμαρείτιδι· ταύτῃ δὲ προειπὼν τὰ πεπραγμένα, καὶ ὑπ' αὐτῆς μηνυθεὶς τοῖς πολίταις, πρὸς αὐτὸν ἀφικομένοις τὸ εὐαγγέλιον τῆς βασιλείας ἐκήρυξεν, αὐτός τε γόνατα παραλελυμένα ἐστερέωσε, καὶ χεῖρας ἀνειμένας ἐνίσχυσε, καὶ μέλη ἔπηξε λελυμένα, καὶ χωλοὺς ἀνώρθωσε, καὶ πᾶσαν ἐθεράπευσε νόσον.
Christ, wearied from the journey, having sat down beside the spring in Sychem, conversed with a Samaritan woman; and having foretold to her the things that had been done, and having been made known by her to the citizens, when they came to Him He proclaimed the Gospel of the kingdom, and He Himself strengthened paralysed knees, and invigorated slackened hands, and made firm loosened limbs, and straightened the lame, and healed every disease.
74 Εὔξατο· τίς δ' ἐσάκουσε λιταζομένων ἀμενηνῶν.
74 He prayed; yet who gave ear to the feeble when they entreated?
Χριστὸς σταυροῦσθαι μέλλων προσηύξατο· Πάτερ, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Ηὔξατο μὲν ὡς ἄνθρωπος, τῶν ἀσθενῶν δὲ εὐχομένων εἰσήκουσεν ὡς Θεὸς Χριστὸς τὸ συναμφότερον.
Christ, being about to be crucified, prayed: Father, let this cup pass from me; nevertheless not as I will, but as Thou. He prayed as man, yet when the weak prayed He hearkened as God, Christ being both together.
Θῦμα Χριστὸς καὶ ἀρχιερεύς· αἷμα Θεῷ ἀνέθηκε, κόσμον ἐκάθηρεν· ἐσταυρώθη, τὴν ἁμαρτίαν καθήλωσε· νεκροῖς συνανεμίχθη, ἀλλ' ἀνέστησε τοὺς νεκρούς· ἐκεῖνα μὲν τῆς σαρκὸς, ταῦτα τῆς θεότητος. Μὴ τοίνυν, φησὶ Γρηγόριος ὁ θεσπέσιος, τοῖς ἀνθρωπίνοις πάθεσι τὴν Χριστοῦ καθυβρίσῃς θεότητα.
Christ is sacrifice and high priest; He offered blood to God, He cleansed the world; He was crucified, He nailed sin [to the cross]; He was mingled with the dead, yet He raised the dead: the former belong to the flesh, the latter to the Godhead. Do not, therefore, says the divine Gregory, insult the Godhead of Christ on account of His human sufferings.
ΛΟΓΟΣ Νʹ.
Discourse L.
Περὶ ἁγίου Πνεύματος.
On the Holy Spirit.
Ὅτε τὴν σωτήριον Χριστὸς οἰκονομίαν πληρώσας ἀνελήφθη, τὸ πανάγιον Πνεῦμα τοῖς μαθηταῖς, ὡς ἐπηγγείλατο, παρὰ τοῦ Πατρὸς ἐν ἡμέρᾳ Πεντηκοστῆς ἐξαπέστειλεν· ὤφθη δὲ ὡς ἦχος πνοῆς βιαίας φερομένης, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ τούτοις ὤφθησαν διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς πληρωθεῖσι τοῦ Πνεύματος τοῦ ἁγίου. Ἐκάθισε γὰρ ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐλάλουν γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. Παρῆσαν δὲ τῶν
When Christ, having fulfilled the saving dispensation, was taken up, He sent forth the all-holy Spirit to the disciples from the Father on the day of Pentecost, as He had promised; and there appeared as it were a sound of a violent rushing wind, and it filled the house where they were sitting; and there appeared to them, filled with the Holy Spirit, divided tongues as of fire. For it sat upon each one of them, and they spoke in tongues the mighty works of God. And there were present of those
PG 38:458Read from the page
ἀπὸ παντὸς ἔθνους εὐλαβεῖς ἐν Ἱερουσαλὴμ, οἵτινες ἀκούοντες ἐδόξαζον τὸν Θεὸν, καὶ ἐπίστευσαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
from every nation devout men in Jerusalem, who on hearing glorified God, and believed in our Lord Jesus Christ.
38 Ἐξ ἑνὸς ἀρχεγόνοιο δάμαρ καὶ Σὴθ ἐγένοντο,
38 From one first-born [man] came forth a wife and Seth,
40 Οὐ τεκτὴ τεκτός τε, βροτοί γε μὲν ἔσκον ὁμοίως.
40 Not begotten and begotten, yet they were mortals alike.
Τὸν Ἀδὰμ ὁ Θεὸς πλάσας ἀπὸ τῆς γῆς, καὶ ἐμφυσήσας αὐτῷ πνεῦμα ζωῆς, εἰς ἔκστασιν αὐτὸν ἀγαγὼν καὶ ὕπνον, τῶν πλευρῶν ἀφελόμενος αὐτοῦ μίαν, τὴν Εὔαν ἐδημιούργησεν· ἐξ αὐτοῦ δὲ τοῦ Ἀδὰμ κατὰ συνάφειαν τῆς Εὔας, καὶ ὁ Σὴθ ὑπέστη· καὶ ἡ μὲν Εὔα οὔτε γεννητὴ καὶ ἐξ Ἀδὰμ, ὁ δὲ Σὴθ γεννητὸς καὶ αὐτὸς ἐξ Ἀδὰμ. Τῶν δὲ δύο τὴν ὕπαρξιν ἐξ Ἀδὰμ ἐσχηκότων, οὐχ ἴσως μέντοι, λέγεται μὲν οὐ τεκτὴ ἡ γυνὴ, καὶ τεκτὸς ὁ Σὴθ, ἄμφω πατρὸς ἑνὸς γεγονότες.
God, having fashioned Adam from the earth and breathed into him the breath of life, having brought him into an ecstasy and sleep, took one of his ribs and crafted Eve; and from Adam himself, by union with Eve, Seth also came into being; and Eve is neither begotten and is from Adam, while Seth is begotten and he too is from Adam. Since, then, the two have received their existence from Adam, yet not in the same manner, the woman is called unbegotten and Seth begotten, though both have come from one father.
ΛΟΓΟΣ ΝΑʹ.
Discourse LI.
Περὶ κόσμου. Ἔστι δὲ ὁ λόγος ἐξηγηματικός.
On the world. And the discourse is explanatory.
ΛΟΓΟΣ ΝΒ.
Discourse LII.
Περὶ προνοίας.
On Providence.
Τὰς Ἑλλήνων δόξας ὁ Θεολόγος ἀνατρέπων Γρηγόριος, περὶ τῆς προνοίας βουλόμενος ἀποδεῖξαι, τόδε πᾶν τοῖς μεγάλοις κινούμενον οἴαξι τοῦ Θεοῦ, τῆς τούτων τερθρείας τὰ ἀπηχήματα προσφέρει συντόμως καὶ δι' αἰνιγμάτων. Οὗτοι γὰρ τοῖς ἄστρασι τὴν πρόνοιαν ἀπονέμουσιν· ὅθεν τύχας καὶ εἱμαρμένας καὶ πεπρωμένας μοίρας καὶ γεννήσεις παρεισάγουσι. Γρηγόριος οὖν ὁ θαυμάσιος εὐσκόπως τούτων τὸ φρόνημα βάλλει. Καλὸν δὲ καὶ τὸ βραχέα περὶ ἄστρων διαλεχθῆναι, ὅθεν ἐκεῖνοι πρὸς τὰς τοιαύτας δόξας ἀπεσφάλησαν. Φησὶν οὖν ὁ θεῖος ἀνήρ·
Refuting the opinions of the Greeks, Gregory the Theologian, wishing to demonstrate concerning Providence that this universe is moved by the great rudders of God, brings forward the echoes of their jugglery concisely and through riddles. For these men assign Providence to the stars; whence they introduce fortunes and fates and allotted destinies and nativities. The admirable Gregory, therefore, strikes their mindset with good aim. It is also good to discourse briefly about the stars, from which those men went astray into such opinions. The divine man says, then:
27 Τείρεα τείρεσίν ἐστιν ἐναντία, τίς δ' ἄρ' ὁ μίξας;
27 Constellations are opposed to constellations; who then is he who mingled them?
28 Ὃς γὰρ δὴ συνέδησε, καὶ ἢν ἐθέλῃσιν ἔλυσεν·
28 For he who bound them together also loosed them whenever he wills;
29 Εἰ δὲ Θεὸς, πῶς πρῶτον ὅ μοι Θεὸν ἐξετίναξεν;
29 And if [it is] God, how first did that which [they worship] cast out God for me?
PG 38:459Read from the page
30 Εἰ μὴ καὶ Θεὸν αὐτὸν ὑπ' ἄστρασι σοῖσιν ἑλίξῃς
30 Unless thou also rollest God Himself beneath thy stars.
31 Εἰ δ' οὔ τις κρατέων, πῶς στήσεται; οὐ γὰρ ὄπωπα·
31 And if no one rules, how shall it stand? For I have not seen it;
32 Κεῖνοι μὲν τοίοισι λόγοις Θεὸν ἐκτὸς ἔχοιεν·
32 May those men with such words keep God outside;
33 Ἢ γὰρ δὴ Θεός ἐστιν, ἢ ἀστέρες ἡγεμονῆες.
33 For either indeed God is, or the stars are rulers.
Ἑλλήνων οἱ σοφοὶ πολλὰς περὶ πολλῶν δόξας ἐκθέμενοι, καὶ μάλιστα περὶ τῶν ἄστρων, τῶν πολλῶν ἀπεσφάλησαν· ἐκεῖνοι δὲ ταῖς εἱμαρμέναις συνηγορεῖν ἐθέλοντες, ὧδε περὶ ἀστέρων ἐξέδωκαν. Λέγουσιν Ἀριάδνης τινὰ στέφανον καὶ Βερονίκης πλόκαμον, τοιαῦτά τινα παραληροῦντες· Ἀριάδνη, φησὶ, θυγάτηρ Μίνωος ὑπῆρχε τοῦ Κρητῶν βασιλέως, ἐλθόντος Θησέως ἐπ' ἀναιρέσει τοῦ Μινωταύρου. Ἐκ τοῦ οὖν Θησέως ἔλαβεν αὐτὴν ὁ Διόνυσος καὶ ἀνήγαγεν αὐτὴν ἐν τῇ Νάξῳ, καὶ συνεμίγη αὐτῇ, καὶ πρὸς τιμὴν αὐτῆς στέφανον ἐν τῷ οὐρανῷ δι' ἄστρων ὑπεζωγράφησεν. Ἡ δὲ τοῦ πλοκάμου τῆς Βερονίκης ἐστὶν αὕτη· Βερονίκη γυνή τις ἦν τοῦ ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Εὐεργέτου καλουμένου. Τοῦ οὖν ἀνδρὸς αὐτῆς Πτολεμαίου ὄντος ἐν πολέμοις, ηὔξατο, ὅτι εἰ ὑποστρέψει ἄτρωτος, τὸν πλόκαμον ἀποκείρασα τὸν ἑαυτῆς, ἀναθήσει ἀνάθημα ἐν τῷ ἱερῷ· καὶ ἀνέθηκεν ἡ Βερονίκη. Κόμων οὖν τις ἦν ἀστρονόμος ἐπὶ τῶν ἑαυτῆς χρόνων, καὶ πρὸς κολακείαν αὐτῆς φησιν, ὅτι οἱ θεοὶ τὸν πλόκαμον τοῦτον ἐν ἄστροις ἐπέθηκαν· καὶ νῦν μὲν ἔστι τις βοτρυειδὸς τεθεὶς ἀστέρων ἐν τῷ οὐρανῷ, ὃ καλοῦσι πλόκαμον Βερονίκης. Ὁμοίως φασὶ περὶ κύκνου· Ζεὺς ἐρασθεὶς, ὡς μέν τινές φασι, τῆς Νεμέσεως, οἱ δὲ τῆς Λήδας, βουλόμενος συγγενέσθαι καὶ μὴ ὁραθῆναι ὑπὸ τῆς Ἥρας, ἐξωμοιώθη κύκνῳ καὶ συνεγένετο τῇ ἐρωμένῃ. Νῦν οὗτος ὁ κύκνος κατεστηρίχθη ἐν τῷ οὐρανῷ, καὶ ἔστι, φησὶν, ὑποζωγραφηθεὶς καὶ ἄστρον ὁ κύκνος. Περὶ δὲ ταύρου φασί· Ταῦρός τις ὑπὸ τοῦ Ποσειδῶνος ἀνεδόθη περὶ τὴν Ἑλλάδα· οὗτος ἐλυμαίνετο τὴν χώραν καὶ ἐσίνετο πολλά. Ἐπὶ τοῦτον ἐλθὼν ὁ Θησεὺς ἀνεῖλεν αὐτόν·
The wise men of the Greeks, having set forth many opinions about many things, and especially about the stars, went astray in most of them; and those men, wishing to advocate for the fates, have published as follows concerning the stars. They speak of a certain Crown of Ariadne and Lock of Berenice, talking such nonsense as this: Ariadne, it is said, was the daughter of Minos, king of the Cretans, when Theseus came for the slaying of the Minotaur. From Theseus, then, Dionysus took her and brought her up to Naxos, and had intercourse with her, and in her honour depicted a crown in the heaven by means of stars. And the story of the Lock of Berenice is this: Berenice was a certain wife of Ptolemy in Alexandria, called Euergetes. When her husband Ptolemy, then, was in wars, she vowed that if he should return unwounded, she would cut off her own lock of hair and dedicate it as a votive offering in the temple; and Berenice dedicated it. Now there was a certain Comon, an astronomer in her times, and to flatter her he says that the gods placed this lock among the stars; and now there is a certain grape-cluster-shaped [grouping] of stars set in the heaven, which they call the Lock of Berenice. Similarly they say concerning the Swan: Zeus, having fallen in love, as some say, with Nemesis, or, as others say, with Leda, wishing to be with her and not to be seen by Hera, was made like a swan and lay with his beloved. Now this swan was fixed among the stars in the heaven, and the swan is, it is said, depicted even as a constellation. And concerning the Bull they say: a certain bull was sent up by Poseidon around Greece; this beast ravaged the land and did much harm. Having gone against it, Theseus slew it;
PG 38:460Read from the page
καὶ βουλόμενοι οἱ θεοὶ, φησὶ, μέγα δεῖξαι τοῦ Θησέως τὸ ἔργον, καὶ θεραπεῦσαι καὶ τὸν Ποσειδῶνα, κατεστήριξαν τὸν ταῦρον ἐν τῷ οὐρανῷ, καὶ ἔστι δι' ἀστέρων ὑποζωγραφηθείς. Περὶ δὲ λέοντός φασιν, ὅτι λέων τις ζῶον ἄγριον ἦν ἐν τῇ Νεμαίᾳ (χώρα δὲ αὕτη τῆς Πελοποννήσου)· οὗτος οὖν ὁ λέων ἐλυμαίνετο τοὺς ἐν τῇ χώρᾳ. Εὐρυσθεὺς οὖν βασιλεύων τῶν Μυκηνῶν καὶ μηνιῶν τῷ Ἡρακλεῖ, πέμπει τὸν Ἡρακλέα ἐπ' ἀναιρέσει τοῦ λέοντος· καὶ ἐλθὼν ὁ Ἡρακλῆς ἀνεῖλεν αὐτόν. Οἱ οὖν θεοὶ, φησὶ, βουλόμενοι τὸν ἀγῶνα τοῦ Ἡρακλέους ἐπίδοξον ποιῆσαι, δι' ἀστέρων αὐτὸν τὸν λέοντα ἐν τῷ οὐρανῷ ἐζωγράφησαν. Περὶ δὲ τοῦ ὀφιούχου φασίν· Οὗτος ὁ ὀφιοῦχος Ἀσκληπιός ἐστιν ὁ τῆς ἰατρικῆς ἔφορος· σύμβολον δὲ ὁ ὄφις τοῦ ἀγήρω· λέγεται γὰρ ἀποδύεσθαι τὸ γῆρας ὁ ὄφις, καὶ ἀνανεοῦσθαι. Ἐπεὶ οὖν ὁ Ἀσκληπιὸς διὰ τῆς ἰατρικῆς ἀνανεοῖ τὰ ἀνθρώπινα σώματα, ποιοῦσιν αὐτὸν μετὰ τοῦ δράκοντος. Θέλοντες οὖν αὐτὸν, φησὶν, οἱ θεοὶ ἀντὶ ἀγάλματος ἀνιερῶσαι, δι' ἄστρων ἀνέθηκαν ἐν τῷ οὐρανῷ. Περὶ Οὐρίωνός φασιν· Οὐρίων οὗτός ἐστιν ὁ καταστηριχθείς· ἔστι δὲ οὗτος ὁ ἐκ τοῦ οὐρῆσαι τοὺς θεοὺς ἐν τῇ βύρσῃ τοῦ βοὸς, τοῦ σφαγέντος ἐπὶ τῇ τῶν θεῶν φιλοξενίᾳ ὑπὸ Θηβαίων βασιλέως, γεννηθείς. Ὁ ἱερεύς τις τῆς Βοιωτίας ἦν βασιλεύς. Οἱ θεοὶ βουληθέντες ἰδεῖν εἰ φιλοξενοῖ, ὡς ἄνθρωποι ἦλθον πρὸς αὐτὸν ὡς φιλοξενισθέντες ὑπ' αὐτοῦ. Ὁ δὲ ἐδέξατο καὶ ἔθυσε βοῦν, καὶ ἐξένισεν αὐτούς. Ξενισθέντες καὶ ἐξερχόμενοι οἱ θεοὶ, εἶδον τὴν βύρσαν τοῦ σφαγέντος βοὸς κειμένην κάτω, καὶ οὐρήσαντες οἱ θεοὶ εἰς αὐτὴν, ἐποίησαν ἐξ αὐτοῦ τοῦ οὔρου καὶ τῆς βύρσης τὸν Οὐρίωνα. Οὗτος γενόμενος ἠράσθη τῆς Ἀρτέμιδος· αὕτη δὲ σκορπίον ἀνήνεγκε κατ' αὐτοῦ, καὶ κρουσθεὶς ἓν τῶν σφυρῶν ἀπέθανεν. Οἱ οὖν θεοὶ ἐλεήσαντες αὐτὸν, ὑπεζωγράφησαν ἐν τῷ οὐρανῷ μετὰ τοῦ σκορπίου. Περὶ δὲ Ἠριγόνης φασὶν, ὅτι
and the gods, it is said, wishing to show the deed of Theseus to be great and also to conciliate Poseidon, fixed the bull in the heaven, and it is depicted by means of stars. And concerning the Lion they say that a certain lion, a wild beast, was in Nemea (and this is a region of the Peloponnese); this lion, then, was ravaging those in the region. Eurystheus, therefore, being king of Mycenae and bearing wrath against Heracles, sends Heracles for the slaying of the lion; and Heracles went and slew it. The gods, then, it is said, wishing to make the contest of Heracles illustrious, depicted the lion itself in the heaven by means of stars. And concerning Ophiuchus they say: This Ophiuchus is Asclepius, the overseer of medicine; and the serpent is a symbol of agelessness, for the serpent is said to strip off old age and be renewed. Since, then, Asclepius through medicine renews human bodies, they represent him with the serpent. Wishing, therefore, it is said, to consecrate him in place of a statue, the gods dedicated him in the heaven by means of stars. Concerning Ourion they say: This Ourion is the one who was placed among the stars; and he is the one who was born from the gods' urinating into the hide of the ox that had been slaughtered for the hospitality of the gods by a king of the Thebans. A certain priest of Boeotia was king. The gods, wishing to see whether he showed hospitality, came to him as men as if to be entertained by him. And he received them and sacrificed an ox and entertained them. Having been entertained and going out, the gods saw the hide of the slaughtered ox lying on the ground, and the gods, having urinated into it, made Ourion from the urine itself and the hide. Having been born, he fell in love with Artemis; and she brought up a scorpion against him, and having been struck in one of his ankles he died. The gods, then, having pitied him, depicted him in the heaven together with the scorpion. And concerning Erigone they say that
PG 38:461Read from the page
αὕτη θυγάτηρ ἦν τοῦ Ἰκαρίου· Ἰκάριος δὲ Ἀθηναῖός ἐστι τὸ γένος. Λέγεται μὲν οὖν ὁ Διόνυσος ἐφευρεῖν τὸν οἶνον· αὐτὸν γάρ φασιν Ἕλληνες ἔφορον τῆς ἀμπέλου. Οὗτος ὁ Διόνυσος ἐλθὼν ἐν Ἀθήναις, Ἰκαρίῳ τινὶ περιτυχὼν, δέδωκε, φησὶν, αὐτῷ κλῆμα ἀμπέλου φυτεῦσαι· καὶ ἐφύτευσε καὶ ἐγεώργησεν οἶνον, καὶ αὐτὸς ἔπιε καὶ ἔδωκε ποιμέσι πιεῖν. Οἱ δὲ ποιμένες μεθυσθέντες, διὰ τὸ ἐκ παραδόξου πρῶτον πιεῖν, νομίσαντες φαρμαχθῆναι παρὰ τοῦ Ἰκαρίου, ἀποκτείνουσιν αὐτόν. Ἡ δὲ τούτου θυγάτηρ Ἠριγόνη διὰ τῆς κυνὸς τοῦ Ἰκαρίου γνοῦσα, ὅτι τέθνηκεν, ἐποτνιᾶτο καὶ ἤσχαλλε· ταύτην δὲ, φησὶν, ἐλεήσαντες διὰ τὸ πάθος, μετέθηκαν αὐτὴν εἰς τὸν οὐρανὸν, καὶ νῦν ἐν τοῖς ἄστροις ἐστὶν ἡ Ἠριγόνη. Περὶ μὲν οὖν τῶν ἀνατεθέντων, ὡς Ἕλληνες ληροῦσιν, ἱκανῶς ἔχει.
she was the daughter of Icarius; and Icarius is an Athenian by race. Now Dionysus is said to have discovered wine; for the Greeks say that he is the overseer of the vine. This Dionysus, having come to Athens and having fallen in with a certain Icarius, gave him, it is said, a vine-shoot to plant; and he planted it and cultivated wine, and both drank it himself and gave it to shepherds to drink. And the shepherds, having become drunk because they drank for the first time unexpectedly, thinking that they had been poisoned by Icarius, kill him. And his daughter Erigone, having learned through the dog of Icarius that he had died, lamented and grieved; and having pitied her, it is said, because of her suffering, they translated her into the heaven, and now Erigone is among the stars. Concerning the things dedicated [among the stars], as the Greeks talk nonsense, enough has been said.
Λεκτέον δὲ περὶ οὗ φασι ζωοφόρου κύκλου· Πρῶτος μὲν οὖν Ζαραθρούστης περὶ τούτου διεσκέψατο, βάρβαρος ὤν. Ζάμης δὲ μετὰ τοῦτον καὶ Δαμοίτας οἱ τούτου παῖδες· ἔπειτα Ὀροίησος ὁ Δαμοίτου παῖς· ἑξῆς δὲ μετὰ τούτους, Ὀστάνης. Οὗτοι τὸν ζωδιακὸν κύκλον διεῖλον εἰς οἴκους καὶ θεοὺς καὶ συνοικεσίας καὶ διαφορὰς ἀέρων· ἑπτὰ μὲν ἔδοξαν εἶναι θεοὺς, τὸν ἥλιόν φημι καὶ τὴν σελήνην, καὶ τοὺς πέντε πλάνητας, ἐντεῦθεν ἑπτάχορδον καὶ τὴν λύραν ἱστοροῦντες. Φασὶ μὲν οὖν ἀΐδιον εἶναι Θεὸν πάντων ὑπέρτατον, ἐξ οὗ πάντας εἶναι τοὺς ἄλλους διαβεβαιοῦνται, τοὺς Τιτᾶνας καὶ δαίμονας, καὶ γηγενεῖς, καὶ Κουρῆτας, καὶ ἥρωας, καὶ εἴδωλα θεῖα, καὶ δαιμόνια, τῶν ἀνθρώπων, ὥς φασι, βασιλεύοντα. Ἑπτὰ μὲν ἐφόρους φασὶ, δι' ὧν τὰ ἀποτελεσματικὰ συμβαίνει, Ἄρεα, Ἀφροδίτην, Δήμητραν, Διόνυσον, Ἀθηνᾶν, Ἥφαιστον, Ἄρτεμιν· τινὲς δὲ καὶ τὸν Ἀσκληπιὸν προστιθέασι, τοῖς νοσοῦσιν ἐπαμύνοντα. Ἄλλοι δὲ ζώνας
One must also speak concerning what they call the zodiac circle. First, then, Zarathustra investigated this, being a barbarian; and after him Zames and Damoetas his sons; then Oroeësus the son of Damoetas; and next after these, Ostanes. These divided the zodiacal circle into houses and gods and cohabitations and differences of airs; they held that there are seven gods—I mean the sun and the moon, and the five planets—recording from this that the lyre also is seven-stringed. Now they say that there is an eternal God highest of all, from whom they assert that all the others exist—the Titans and daemons, and earth-born ones, and Curetes, and heroes, and divine images, and lesser daemons—reigning, as they say, over men. They say there are seven overseers through whom astrological effects come about: Ares, Aphrodite, Demeter, Dionysus, Athena, Hephaestus, Artemis; and some also add Asclepius, who aids the sick. Others, calling them zones
PG 38:462Read from the page
ὀνομάζοντες τοὺς ἑπτὰ, οὕτως ἀριθμοῦνται· Κρόνος, Ζεὺς, Ἥλιος, Ἄρης, Ἀφροδίτη, Ἑρμῆς, Σελήνη. Περὶ δὲ τῆς ζωδιακῆς οἰκήσεως, φασὶν εἰς ἓξ οἴκους διῃρῆσθαι τοῦτον τὸν τρόπον· Κρόνου μὲν οἶκοι, αἰγόκερως καὶ ὑδροχόος· Διὸς δὲ, τοξότης καὶ ἰχθῦς· Ἄρεως, σκορπίος καὶ κριός· Ἀφροδίτης, ζυγὸς καὶ ταῦρος· Ἑρμοῦ δὲ, παρθένος καὶ δίδυμος· Ἡλίου δὲ, λέων καὶ καρκίνος. Σύνοικοι δὲ τούτων, Ἡλίου μὲν Ἀπόλλων· Ἑρμοῦ, Μοῦσα· Ἀφροδίτης, Ἀντέρως· Ἄρεως, Ἄτη· Διὸς, Ἥρα· Κρόνου, Ῥέα. Οὗτοι μὲν τούτων σύνοικοι ἐπὶ τῶν ἓξ ζωδίων, οἷον λέοντος, παρθένου, ζυγοῦ, σκορπίου, τοξότου, αἰγόκερως· καὶ ἑξῆς, Διὸς σύνοικος, Ποσειδῶν· Ἄρεως, Πλούτων· Ἀφροδίτης, Ἵμερος, Ἄρτεμις Νεφέλη. Σελήνης μὲν οἶκος οὐκ ἔστι, κατὰ δὲ συμπάθειαν. Οὕτως Ἡλίου σύνοικοι, λέων καὶ καρκίνος· καὶ οὗτοι ἐπὶ τῶν ἄλλων ἓξ ζωδίων, οἷον ἰχθύων, κριοῦ, ταύρου, καρκίνου, διδύμου, ὑδροχόου. Τῶν δὲ διῃρημένων εἰς ἀέρα λϛʹ θεῶν τὰ ὀνόματά φασιν ὧδε· Ἀϊδωνεὺς, Περσεφόνη, Ἔρως, Χάρις, Ὧραι, Λιταὶ, Τιθὺς, Κυβέλη, Πραξιδίκη, Νίκη, Ἡρακλῆς, Ἑκάτη, Ἥφαιστος, Ἶσις, Σάραπις, Θέμις, Μοῖραι, Ἑστία, Ἐρινὺς, Κοῦρος, Νέμεσις, Νύμφαι, Λητὼ, Καιρὸς, Λοίμη, Φόρη, Ἀνάγκη, Ἀσκληπιὸς, Ὑγίεια, Τόλμα, Δίκη, Φόβος, Ὄσιρις, Ὠκεανὸς, Δόλος, Ἐλπίς· ἀφ' ὧν ἑξήκοντα ἄλλους εἶναί φασιν· ἐκ δὲ τούτων, τὴν ἄπειρον κίνησιν τοῦ ζωοφόρου κύκλου καὶ τῶν πλανήτων. Τὰς μὲν οὖν περὶ τούτων δόξας ὁ θεῖος Γρηγόριος συντόμως ἀνατρέπων (καὶ γὰρ ἐντεῦθεν τὰ ἀποτελεσματικὰ συμβαίνειν ἐφαντάσθησαν, ἀδιέκβατον ὁδὸν πλανηθέντες), ὧδέ φησιν, ὅτι Τοῖς ἀστράσιν ἀστέρες εἰσὶν ἐναντίοι, δι' ὧν ἄρσις ἔσται προνοίας, ἥτις ἄνταρσίς ἐστι τοῦ Θεοῦ· καὶ γὰρ τρεπόμενον καὶ τὸν Θεὸν αὐτὸν δοίη τις ἂν, ὑπ' ἄστρασιν ἑλίσσων. Ὅτι
the seven, enumerate them thus: Cronus, Zeus, Helios, Ares, Aphrodite, Hermes, Selene. And concerning the zodiacal habitation, they say it is divided into six houses in this manner: the houses of Cronus are Capricorn and Aquarius; of Zeus, Sagittarius and Pisces; of Ares, Scorpio and Aries; of Aphrodite, Libra and Taurus; of Hermes, Virgo and Gemini; of Helios, Leo and Cancer. And the cohabitants of these are: of Helios, Apollo; of Hermes, Muse; of Aphrodite, Anteros; of Ares, Ate; of Zeus, Hera; of Cronus, Rhea. These are their cohabitants over the six zodiacal signs, namely Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn; and next, the cohabitant of Zeus is Poseidon; of Ares, Pluto; of Aphrodite, Himeros; Artemis, Nephele. Selene has no house, but [acts] by sympathy. Thus the cohabitants of Helios are Leo and Cancer; and these are over the other six zodiacal signs, namely Pisces, Aries, Taurus, Cancer, Gemini, Aquarius. And the names of the 36 gods divided into the air they give as follows: Aidoneus, Persephone, Eros, Charis, Horai, Litai, Tithys, Cybele, Praxidice, Nike, Heracles, Hecate, Hephaestus, Isis, Sarapis, Themis, Moirai, Hestia, Erinys, Kouros, Nemesis, Nymphai, Leto, Kairos, Loime, Phore, Ananke, Asclepius, Hygieia, Tolma, Dike, Phobos, Osiris, Oceanus, Dolos, Elpis; from whom they say there are sixty others; and from these comes the endless motion of the zodiac circle and of the planets. Refuting, then, the opinions concerning these concisely (for from this they imagined that astrological effects come about, having wandered onto an impassable road), the divine Gregory speaks thus: that stars are opposed to constellations, through which there will be an abolition of Providence, which is a rebellion against God; for one would even grant that God Himself is changeable, rolling Him beneath the stars. That