σῶμα λελώβητο ὑπὸ τῆς τρυφῆς. Ὁ τοίνυν τοιοῦτος καὶ τοσοῦτος, φησὶν ὁ θεῖος Γρηγόριος, καὶ πάσης κρατήσας τῆς γῆς, οἰκτρῷ τέλει τὸν βίον κατέστρεψεν.
body too had been maimed by luxury. Such and so great a man, therefore, says the divine Gregory, who had even become master of the whole earth, ended his life in a pitiable end.
Ηρως ἐστὶν ἡμίθεος ἀνήρ· Ἀτρέως δὲ παῖς ὁ Ἀγαμέμνων. Οὗτος τῆς Ἑλλάδος βασιλεὺς ὑπάρχων, τὴν Τρωϊκὸν συνεκρότησε πόλεμον, καὶ τὴν Ἴλιον ἐπόρθησε πόλιν. Τάνταλος γὰρ Φρυγίας γέγονε βασιλεύς· οὗτος δὲ πόλεμον ἐσχηκὼς μετὰ Ἴλου τοῦ κτίσαντος τὸ ἐπὶ Τροίης Ἴλιον, καὶ φοβούμενος τὴν ἧτταν, ἐπέτρεψε τῷ Πέλοπι τῷ ἰδίῳ παιδὶ, λαβόντι χρήματα, ἐπὶ τὴν ἤπειρον ἀπᾶραι, εἰπὼν ταῦτα, ὅτι Ἐὰν μὲν νικήσω ὑποστρέφεις πάλιν εἰς τὴν Φρυγίαν, ἐὰν δὲ ἡττηθῶ μενεῖς εἰς τὴν Εὐρώπην. Λαβὼν οὖν ὁ Πέλοψ χρήματα, ἦλθεν εἰς τὴν Ἑλλάδα, ἐν χώρᾳ Ἀπίᾳ καλουμένῃ, ἧς ἐβασίλευεν Οἰνόμαος· οὗτος δὲ εἶχε θυγατέρα Ἱπποδάμειαν ὀνόματι. Ἐνταῦθα ἀγωνισάμενος ὁ Πέλοψ ἱππικὸν ἀγῶνα μετὰ Οἰνομάου, καὶ νικήσας, ἔλαβε γυναῖκα τὴν Ἱπποδάμειαν, καὶ κατέσχε τὴν χώραν· ἀντὶ δὲ Ἀπίας ἐκάλεσεν αὐτὴν Πελοπόννησον, τοῦτ' ἔστι νῆσον τοῦ Πέλοπος. Πελοπίδαι τοίνυν εἰσὶν, Ἀτρεὺς, Θησεὺς, Ἀγαμέμνων, καὶ Μενέλαος, καὶ τελευταῖον Ὀρέστης. Ὁ οὖν Ἶλος Πέλοπα τῆς Φρυγίας ἐκβαλὼν, καὶ τὸ Ἴλιον οἰκοδομήσας, ὑπὸ τῶν Πελοπιδῶν ὕστερον κατεστράφη. Καὶ γὰρ Ἀγαμέμνων ὁ Πελοπίδης τὴν Ἰλίου πόλιν πορθήσας ἀπώλεσεν. Ἶρος δέ ἐστιν ὁ πλάνῃ τρεφόμενος, ὅστις γέλωτος χάριν οἰκτρότατος ὢν ἐπάλαισε τῷ Ὀδυσσεῖ. Γρηγόριος οὖν ὁ θεῖός φησιν, ὅτι καὶ ὁ ἡμίθεος Ἀγαμέμνων ὁ βασιλεὺς, καὶ ὁ πλάνῃ τρεφόμενος οἰκτρότατος Ἶρος, ὁμοίως ἀπέθανον, μηδὲν περισσὸν ἢ κενὸν ὄνομα ἐν ἀνθρώποις καταλιπόντες.
A hero is a demigod man; and Agamemnon is the son of Atreus. He, being king of Greece, waged the Trojan War and sacked the city of Ilium. For Tantalus became king of Phrygia; and he, having war with Ilus who founded Ilium in Troy, and fearing defeat, bade his own son Pelops take wealth and sail away to the mainland, saying these things: If I conquer, you return again to Phrygia, but if I am defeated, you will remain in Europe. Pelops, therefore, taking wealth, came to Greece, to a country called Apia, over which Oenomaus reigned; and he had a daughter named Hippodamia. There Pelops, having contended in a chariot race with Oenomaus and conquered, took Hippodamia to wife and gained possession of the country; and instead of Apia he called it Peloponnesus, that is, the island of Pelops. The Pelopidae, therefore, are Atreus, Theseus, Agamemnon, and Menelaus, and lastly Orestes. Ilus, then, who drove Pelops out of Phrygia and built Ilium, was afterwards overthrown by the Pelopidae. For Agamemnon the Pelopid sacked and destroyed the city of Ilium. And Irus is one nourished by wandering, who, being most pitiable, wrestled with Odysseus for the sake of laughter. The divine Gregory says, therefore, that both the demigod King Agamemnon and the most pitiable Irus nourished by wandering died alike, leaving behind among men nothing more than an empty name.