85 Αἰακίδαι μέγ' ἄεισμα θάνον γε μὲν, ὃς μὲν ἐν ἐχθροῖς, 86 Μαινομένῃ παλάμῃ, αὐτὰρ ὃ μαχλοσύνῃ.
85 The Aeacidae, a great theme of song, yet they died, the one among enemies 86 by a maddened hand, and the other through lust.
Αἰακὸς οὗτος υἱὸς ἐγένετο τοῦ Διὸς, δίκαιος τὰ μάλιστα· διό ποτε ἀβροχίας γενομένης ἐν τῇ Ἑλλάδι, ἦλθον πρὸς αὐτὸν οἱ κατ' ἐξοχὴν τῶν πόλεων ἄνδρες παρακαλοῦντες εὔξασθαι τῷ ἰδίῳ πατρὶ ἵνα γένηται ὑετός· ὁ δὲ στὰς καὶ εὐξάμενος, ἔλυσε διὰ τῆς εὐχῆς τοὺς αὐχμοὺς καὶ κατεῤῥύη ὕδωρ πολύ· μάλιστα δὲ καὶ ἐκ τούτου ἐδείχθη ἡ εὐσέβεια τοῦ Αἰακοῦ. Οὗτος οὖν γεννᾷ δύο υἱοὺς, τὸν Πηλέα καὶ τὸν Τελαμῶνα· ὧν ὁ μὲν Πηλεὺς τίκτει τὸν Ἀχιλλέα, ὁ δὲ Τελαμὼν τὸν Αἴαντα, οἵτινες ἐκαλοῦντο Αἰακίδαι, τὴν ἀπὸ τοῦ πάππου τιμὴν ἔνθεν προσφερόμενοι. Ἀχιλλεὺς οὖν μετὰ Ἕκτορος ἀναίρεσιν, Πολυξένην τὴν Πριάμου θυγατέρα βουληθεὶς γῆμαι, εἰσῆλθεν ἐν τῇ πόλει, καὶ κατὰ λόχον τινὰ τοξευθεὶς ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος ὑπὸ Πάριδος θνήσκει. Ἀχιλλεὺς οὖν μετὰ χρόνον Πύῤῥῳ τῷ ἰδίῳ υἱῷ κατὰ τὴν Τροίαν ὄντι, φαίνεται λέγων δεῖν αὐτῷ τυθῆναι τὴν Πολυξένην, δι' ἣν καὶ ἀπώλετο. Πύῤῥος οὖν μετὰ τὴν νίκην Πολυξένην λαβὼν παρὰ τὸν τάφον ἔθυσε τοῦ ἰδίου πατρὸς Ἀχιλλέως. Αἴας δὲ ὁ τοῦ Τελαμῶνος ἀριστεύσας καὶ πρῶτος ἐν τοῖς προμάχοις, ὡς μὲν Γρηγόριος ὁ θεῖός φησιν, ἐν πολέμῳ μαινομένῃ χειρὶ ἀνῃρέθη· ὡς δέ τινες, ἑαυτὸν ἀνεῖλε. Λέγουσι γὰρ, τοῦ Ἀχιλλέως ἀναιρεθέντος, ὡς Αἴας καὶ Ὀδυσσεὺς εἰσῆλθον τὸ πτῶμα τοῦ Ἀχιλλέως λαβεῖν, καὶ Ὀδυσσεὺς, εὐμήχανος ἅτε ὢν καὶ πανοῦργος, Αἴαντα μὲν τὸ σῶμα λαβεῖν Ἀχιλλέως ἠπάτησεν· αὐτὸς δὲ τοὺς πολεμίους ἀπείργει τοῖς ὅπλοις πεφραγμένος. Γενομένοις δὲ κατὰ τὴν ἐκκλησίαν καὶ κρινομένοις περὶ τῶν ὅπλων, Ὀδυσσεῖ τὴν ῥοπὴν Ἕλληνες ἐχαρίσαντο. Αἴας δὲ μανεὶς καὶ παραπλὴξ γενόμενος, δι' ὅλης νυκτὸς τὰ
This Aeacus was a son of Zeus, exceedingly just; wherefore once, when a drought occurred in Greece, the foremost men of the cities came to him beseeching him to pray to his own father that rain might come; and he, standing and praying, broke the droughts through his prayer and much water poured down; and from this especially the piety of Aeacus was shown. He, therefore, begets two sons, Peleus and Telamon; of whom Peleus begets Achilles, and Telamon Ajax, who were called Aeacidae, bearing thence the honour from their grandfather. Achilles, then, after the slaying of Hector, wishing to marry Polyxena the daughter of Priam, entered into the city, and being shot with an arrow in an ambush in the temple of Apollo by Paris, dies. Achilles, therefore, after a time appears to his own son Pyrrhus who was at Troy, saying that Polyxena must be sacrificed to him, on whose account he also perished. Pyrrhus, therefore, after the victory, taking Polyxena, sacrificed her beside the tomb of his own father Achilles. And Ajax the son of Telamon, having excelled in valour and being first among the champions, as the divine Gregory says, was slain in war by a maddened hand; but as some say, he slew himself. For they say that, when Achilles was slain, Ajax and Odysseus went in to recover the corpse of Achilles, and Odysseus, being resourceful and crafty, tricked Ajax into taking up the body of Achilles, while he himself wards off the enemy, fenced about with the arms. And when they came before the assembly and were judged concerning the arms, the Greeks granted the deciding vote to Odysseus. And Ajax, having gone mad and become distraught, through the whole night slaughtered the