Migne Reading Room

PG 38 · cols. 421–426 · Read from the page

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Of Cosmas of Jerusalem * Collection and Interpretation of the Histories which the divine Gregory mentions in his Poems, both from Scripture and from profane poets and writers: a work edited in Greek only by Angelo Mai, and by us rendered into Latin

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 38:421Read from the page
τῇ Ἱερουσαλὴμ ἀπεικαζομένῃ ἡ βέβηλος καὶ τῇ πόρνῃ Σαμαρείᾳ ἐξομοιουμένη· Σαμάρειαν γὰρ ἀντὶ τῆς Ἱερουσαλὴμ λατρεύεσθαι Ἱεροβοὰμ ὁ τοῦ Ναβὰτ παρεσκεύασε, πρῶτος αὐτὸς ἐξαμαρτὼν τὸν Ἰσραήλ.
likened to Jerusalem, the profane one that is likened to harlot Samaria; for Jeroboam the son of Nebat caused Samaria to be worshipped instead of Jerusalem, being himself the first to make Israel sin.
Κεῖται ἐν τῷ γʹ λόγῳ.
It is placed in the 3rd discourse.
184 Ἦν δ' ὅτε Μωαβίταις ναὸς μέγας οὐ βατὸς ἦεν, 185 Οὐδὲ μὲν Ἀμμανίτῃσιν ἐπὶ στρατὸν ἤκαχον ἠΰν.
184 There was a time when the great temple was not accessible to Moabites, 185 nor to Ammonites who vexed the noble host.
Τοῦ Ἰσραὴλ τὴν Μωαβίτιδα γῆν ἐξ Αἰγύπτου παριόντος, Βαλὰκ ὁ τοῦ Βεὼρ [f. Σεπφὼρ] βασιλεὺς ὑπάρχων Μωὰβ, τὸν Βαλαὰμ μεταπέμπεται (νεκρομάντης δὲ οὗτος) εἰς τὸ καταράσασθαι τὸν Ἰσραὴλ παρὰ τὴν Μωαβῖτιν παρεμβεβληκότα. Τοῦ δὲ παραιτησαμένου, ὁ Βαλὰκ καὶ αὖθις δώροις αὐτὸν τιμήσειν ἐπαγγειλάμενος, ἔπεισε πορευθῆναι. Κατὰ δὲ τὴν ὁδὸν ἄγγελος Θεοῦ ἐπιστὰς μετὰ ῥομφαίας, ἀνελεῖν αὐτὸν ἐπειρᾶτο. Τὸ μὲν οὖν ὑποζύγιον ἐξέκλινε τῆς ὁδοῦ· καὶ γὰρ ἔβλεπεν, αὐτὸς δὲ οὐχ ἑώρα. Τυπτήσας οὖν τὴν ὄνον εἷλκεν ἐπ' εὐθείας. Ὡς δὲ μικρὸν προήει, πάλιν ἐξέκλινε τῆς ὁδοῦ, καὶ Βαλαὰμ ἔπαισεν αὐτὴν τὸ δεύτερον. Ἐλθοῦσι δὲ κατά τινα τόπον, ἔνθα οὐκ ἦν ἐκκλῖναι, πάλιν τὸν ἄγγελον ἡ ὄνος θεασαμένη, καὶ μὴ ἔχουσα ποῦ ἐκκλίνει, κατὰ τῶν τοίχων ἀπέκνισε τοῦ Βαλαὰμ τὰς κνήμας· ὁ δὲ ὀργισθεὶς, ἔπαισεν αὐτὴν τῇ μάστιγι μετὰ θυμοῦ· ἡ δὲ ὄνος ἀνοίξασα τὸ στόμα αὐτῆς ἀνθρωπίνῃ φωνῇ πρὸς αὐτόν· Τί, φησὶν, ἔπαισάς με τοῦτο τρίτον; — Ὅτι τῆς ὁδοῦ ἐξέκλινας, ὁ Βαλαὰμ ἀπεκρίνατο· καὶ εἰ μάχαιρα ἦν μοι, τάχα ἂν ἐξεκέντησά σε. Καὶ ἡ ὄνος φησίν· Οὐχὶ ἐκ νεότητός σου ὑποζύγιόν εἰμί σου καὶ ἐπ' ἐμὲ ἐπιβέβηκας; μή ποτέ σοι τοῦτο πεποίηκα; καὶ νῦν ἰδοὺ ἄγγελος Κυρίου κατὰ τὴν ὁδὸν ἔσπασται ῥομφαίαν ἀνελεῖν σε τοῦτο τρίτον, εἰ μὴ ἐξέκλινα τῆς ὁδοῦ. Καὶ δι-
When Israel was passing by the land of Moab from Egypt, Balak the son of Beor [read Zippor], being king of Moab, sends for Balaam (he was a necromancer) to curse Israel encamped beside Moab. When he declined, Balak again promising to honour him with gifts persuaded him to go. Along the way an angel of God stood with a sword and sought to slay him. The beast of burden turned aside from the road; for she saw, whereas he did not see. Striking the ass, therefore, he pulled her straight ahead. And when he had gone a little way, she turned aside from the road again, and Balaam struck her a second time. When they came to a certain place where there was no room to turn aside, the ass again seeing the angel and having nowhere to turn aside, scraped Balaam's shins against the walls; and he, enraged, struck her with his whip in anger; and the ass, opening her mouth with a human voice, said to him: Why, she says, have you struck me this third time? — Because you have turned aside from the road, Balaam answered; and if I had a sword, perhaps I would have run you through. And the ass says: Am I not your beast of burden from your youth, and have you not ridden upon me? Have I ever done this to you? And now behold, an angel of the Lord along the road has drawn a sword to slay you this third time, had I not turned aside from the road. And when [his eyes] were op-
PG 38:422Read from the page
ανοιχθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, εἶδε τὸν ἄγγελον, καὶ σπεύσας προσεκύνησε. Καὶ ὁ ἄγγελος, Εἰ μὴ, φησὶν, ἐξέκλινεν ἡ ὄνος, ἄρα ἂν ἀπέκτανκά σε· καὶ νῦν πορεύου καὶ μὴ καταράσῃ τὸν Ἰσραὴλ, ὅτι εὐλογημένος ἐστί. Πορευθεὶς δὲ πρὸς Βαλὰκ καὶ μᾶλλον εὐλογήσας ἢ καταρασάμενος τὸν Ἰσραὴλ, θυμωθέντα τὸν Βαλὰκ ἐπ' αὐτῷ καὶ συμβουλεῦσαι κατὰ τοῦ λαοῦ τι προτρεπόμενον, ὁ Βαλαάμ φησι, ὅτι Ἔστιν ὁ Θεὸς αὐτῶν δίκαιος μισῶν ἀνομίαν. Ὑμεῖς οὖν τὰς θυγατέρας ὑμῶν καλλωπίσαντες, ἀπολύσατε τῷ λαῷ· οἱ δὲ ἐκπορνεύσουσιν αὐτὰς καὶ ἐκκλινοῦσι τοῦ Θεοῦ αὐτῶν· αὐτὸς δὲ θανατώσει αὐτοὺς, ὅτι ἔθνος οὐκ ἰσχύει πρὸς αὐτοὺς ἐπὶ τῆς γῆς. Ὁ μὲν οὖν ταῦτα εἶπε· Βαλὰκ δὲ ταῦτα πεποίηκεν· ὁ δὲ λαὸς ἐξεχύθη πρὸς τὰς θυγατέρας Μωὰβ καὶ ἐξεπόρνευον εἰς αὐτὰς, καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Ἀνήφθη οὖν ἡ ὀργὴ, καὶ ἦν θάνατος ἐπὶ τὸν λαὸν, ἕως Φινεὲς ὁ τοῦ Ἀαρὼν ἱερεὺς ἔστη, καὶ ἐξιλάσατο διελὼν τὸν Ἰσραηλίτην καὶ τὴν Μαδιανῖτιν ἐν τῷ σειρομάστῃ, καὶ ἐκόπασεν ἡ θραῦσις. Μωϋσῆς οὖν φησιν· Ἐχθρανεῖτε τοῖς Μωαβίταις. Καὶ τῷ Μωϋσῇ φησιν ὁ Θεός· Ἐκδίκησον τὴν ἐκδίκησίν μου ἀπὸ Μαδιὰμ καὶ Βαλαὰμ, καὶ τότε προστεθήσῃ πρὸς τοὺς πατέρας σου.
ened, he saw the angel, and hastening, bowed down. And the angel says: Had the ass not turned aside, surely I would have slain you; and now go and do not curse Israel, for he is blessed. Going to Balak and blessing rather than cursing Israel, when Balak grew angry with him and urged him to advise something against the people, Balaam says: Their God is righteous, hating lawlessness. Do you therefore adorn your daughters and send them out to the people; and they will commit fornication with them and turn away from their God; and He Himself will put them to death, for no nation on earth has power against them. He then spoke these things; and Balak did them; and the people poured out to the daughters of Moab and committed fornication with them, and were initiated to Beelphegor. Wrath was therefore kindled, and there was death upon the people, until Phinehas, the priest of Aaron's line, stood up and made atonement by piercing the Israelite and the Midianite woman with a spear, and the plague ceased. Moses therefore says: Be hostile to the Moabites. And to Moses God says: Avenge My vengeance upon Midian and Balaam, and then you shall be gathered to your fathers.
Οἱ δὲ Ἀμμανῖται, τοῦ λαοῦ Ἰσραὴλ ἐκ Βαβυλῶνος μετὰ τὴν αἰχμαλωσίαν ἐπανελθόντος καὶ τὸν ναὸν οἰκοδομοῦντος, ἐν Ἱερουσαλὴμ ἐπέβαινον, καὶ διήρπαζον αὐτοὺς, καὶ ἀνῄρουν στόματι ξίφους, καὶ διεκώλυον τῆς ἐργασίας αὐτοὺς ἀνακόπτοντες, ἕως ξιφήρεις καὶ αὐτοὶ εἱστήκεισαν ἐργαζόμενοι· ἡνίκα δὲ παρεγένοντο πολεμεῖν, τὴν μὲν οἰκοδομὴν κατελίμπανον, ἀντιπαρετάττοντο δὲ τοῖς Ἀμμανίταις εἰς πόλεμον. Μωαβῖται, φησὶν οὖν ἡ Γραφὴ, καὶ Ἀμμανῖται οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν Θεοῦ.
And the Ammonites, when the people of Israel had returned from Babylon after the captivity and were building the temple, marched upon Jerusalem, and plundered them, and slew them with the edge of the sword, and hindered them, checking their work, until they too stood working with swords in hand; and whenever they came to fight, they left the building and drew up in battle array against the Ammonites. Moabites, therefore says Scripture, and Ammonites shall not enter into the assembly of God.
PG 38:423Read from the page
Ἔστι δὲ καὶ ἡ γέννησις αὐτῶν ἀθέμιτος· αἱ γὰρ θυγατέρες Λὼτ οἴνῳ τὸν πατέρα μεθύσασαι, εἰσῆλθον πρὸς αὐτὸν καὶ συνέλαβον ἐξ αὐτοῦ· καὶ ἡ μὲν πρεσβυτέρα ἔτεκε τὸν Μωὰβ (οὗτός ἐστι πατὴρ Μωαβιτῶν), ἡ δὲ νεωτέρα τὸν Ἀμμᾶν ἔτεκεν (οὗτός ἐστι πατὴρ Ἀμμανιτῶν). Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι Μωαβίταις καὶ Ἀμμανίταις τὸ θεῖον ἄβατόν ἐστι θυσιαστήριον, τοῦτ' ἔστι τοῖς βεβήλοις καὶ ἀθεμίτοις.
And their birth too is unlawful; for the daughters of Lot, having made their father drunk with wine, went in unto him and conceived by him; and the elder bore Moab (he is the father of the Moabites), and the younger bore Amman (he is the father of the Ammonites). The divine Gregory says, therefore, that the divine altar is untrodden by Moabites and Ammonites, that is, by the profane and unlawful.
186 Ἄλλους δ' ὑδροφόροισιν ἐνηρίθμησεν Ἰησοῦς, 187 Καὶ ξυλοφορτήγοισιν, ἐπεί ῥά μιν ἔξοχα (ita cod.) φῆσαν.
186 And others Joshua numbered among the water-carriers, 187 and the wood-bearers, since indeed they spoke exceeding [deceitfully] to him (so the manuscript).
Πόλις ἐστὶ Γαβαὼν, τῆς Ἱερουσαλὴμ ὡσεὶ δέκα σημείων διεστηκυῖα, ἥντινα κατῴκει τὸ ἔθνος τῶν Χαναναίων. Οἱ οὖν Γαβαωνῖται ὡς ἔγνωσαν τοὺς υἱοὺς Ἰσραὴλ τῆς Ἰεριχὼ καὶ τῶν σύνεγγυς πόλεων κεκρατηκότας, ἦλθον πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ περιεσχισμένους ἐνδεδυμένοι χιτῶνας, καὶ παλαιὰ περιβόλαια καὶ διεῤῥωγότας ἀσκοὺς ἐπιφερόμενοι, καὶ ἄρτους εὐρωτιῶντας, καὶ σανδάλια πεπαλαιωμένα ἐνδεδυμένοι, ὡς ἀπὸ γῆς μακρόθεν ἐληλυθότες, καὶ προσελάλουν τὰ εἰς εἰρήνην. Ἀπατήσαντες δὲ τὸν Ἰησοῦν τοῖς τε φαινομένοις καὶ τοῖς λεγομένοις ὑπὲρ ἑαυτῶν καὶ τῆς ἰδίας πατρίδος, διαθέσθαι αὐτοὺς παρεσκεύασαν. Γνοὺς δὲ Ἰησοῦς μετὰ ταῦτα, καὶ τὸν ὅρκον μὴ δυνάμενος ἀθετῆσαι, ξυλοφόρους καὶ ὑδροφόρους τοῦ λαοῦ τοὺς Γαβαωνίτας ἔταξε, καὶ ἐδούλευον ἐν τούτοις τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰησοῦ.
Gibeon is a city distant about ten miles from Jerusalem, which the nation of the Canaanites inhabited. When the Gibeonites, therefore, learned that the sons of Israel had overcome Jericho and the neighbouring cities, they came to Joshua the son of Nun wearing torn tunics, and carrying old mantles and burst wineskins, and mouldy loaves, and wearing worn-out sandals, as though having come from a far land, and spoke words towards peace. Having deceived Joshua both by their appearance and by what was said concerning themselves and their own country, they induced him to make a covenant with them. When Joshua discovered this afterwards, and was unable to set aside the oath, he appointed the Gibeonites wood-bearers and water-carriers for the people, and in these duties they served Israel all the days of Joshua.
188 . . . . Λευῒ δὲ γόνον μεγάλοιο γερῆραν· 189 Σκηνῆς γάρ μιν ἔθηκεν ἐπουρανίης θεράποντα· 190 Κἀνθάδ' ὅροι θυέων τε καὶ οὔδεος ἠδὲ πόνοιο· 191 Ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ χέρας εἶχον ἐπ' ἔργοις, 192 Ὅσσα γε ἦν νηοῖο, καὶ ἔκτοθεν ἐγκονέοντες.
188 . . . . and they honoured the offspring of great Levi; 189 for He made him a servant of the heavenly tabernacle; 190 and here too are bounds of sacrifices and of the ground and of labour; 191 for different men had their hands upon different tasks, 192 all that belonged to the temple, busying themselves also outside.
Τὴν Λευῒ φυλὴν ὁ Θεὸς εἰς λειτουργίαν ἑαυτῷ ἐξελέξατο· καὶ πᾶσαν μὲν αὐτοῖς τῶν θυσιῶν καὶ τῆς
God chose the tribe of Levi for ministry to Himself; and all the ministry of the sacrifices and of the
PG 38:424Read from the page
σκηνῆς τὴν λειτουργίαν τοῖς Λευΐταις ἀπένειμε, κληρονομίαν δὲ ἐν Ἰσραὴλ οὐκ ἔδωκεν αὐτοῖς, ἢ μόνον δεκάτας ἐκ πάντων τῶν ὑπαρχόντων τῷ λαῷ. Οἱ οὖν Λευῖται τάς τε θυσίας ἤσθιον τοῦ Ἰσραὴλ καὶ τὰς δεκάτας ἐκομίζοντο· ἑκάστη δὲ τῶν Λευϊτῶν πατριὰ λειτουργίαν ἀφωρισμένην εἶχον ἐν τῇ σκηνῇ· οἱ μὲν γὰρ ἦσαν ἱερεῖς οἱ κατὰ τὸν Ἀαρὼν, οἳ καὶ δεκατῶν δεκάτας ἐκομίζοντο· οὗτοι δὲ τὰς περὶ τὸ θυσιαστήριον ἔλαχον λειτουργίας, ὅσα τε τῆς σκηνῆς ἐντιμότερα, καὶ τὴν κιβωτὸν οὗτοι κατεῖχον· ἄλλοι τὰς δέῤῥεις καὶ τοὺς μοχλοὺς, ἕτεροι δὲ τὰς ἐπαρυστρίδας καὶ θυΐσκας· οἱ δὲ τὰ πυρεῖα καὶ τὰς μαχαίρας, καὶ ὅσα σκεύη τῆς λειτουργίας καὶ τῆς σκηνῆς· ἕκαστος δὲ φυλάττων τὴν ἰδίαν ἐπεγίνωσκε τάξιν. Ταῦτα δέ φησιν ὁ θεῖος Γρηγόριος, τῆς τότε καταβοῶν ἀταξίας· οὐ γὰρ διάκρισις ἦν τῶν κακίστων, ἀλλὰ τῷ βουλομένῳ τὰ τῆς ἱερωσύνης εὐχείρωτα ἦν· καὶ τοῖς Λευΐταις τὴν ἀρετὴν, οὐδὲν πλέον ὑπῆρχε τῶν δουλοτρόπων Γαβαωνιτῶν.
tabernacle He assigned to the Levites, yet He gave them no inheritance in Israel, except only tithes from all that belonged to the people. The Levites, therefore, both ate the sacrifices of Israel and received the tithes; and each family of the Levites had a distinct ministry in the tabernacle; for some were priests after Aaron, who also received tithes of tithes; and these obtained by lot the ministries about the altar and whatever was more honourable in the tabernacle, and these had charge of the ark; others had the curtains of skin and the bars, and others the oil-vessels and censers; and others the firepans and the knives, and all the vessels of the ministry and of the tabernacle; and each, keeping his own, recognized his rank. And the divine Gregory says these things, crying out against the disorder of that time; for there was no separation of the worst men, but the things of the priesthood were easy prey for whoever wished; and those who were Levites in virtue had no advantage over the servile Gibeonites.
206 Ζητῶ Νῶε κιβωτὸν, ὅπως μόρον λυγρὸν ἀλύξω.
206 I seek Noah's ark, that I may escape a grievous doom.
Κεῖται ἐν τῷ βʹ λόγῳ.
It is set down in the second discourse.
208 Καὶ Σοδόμων πυρόεντα πικρὸν καὶ ἀθέσφατον ὄμβρον.
208 And the fiery, bitter, and unspeakable rain of Sodom.
Κεῖται ἐν τῷ αʹ λόγῳ.
It is set down in the first discourse.
ΛΟΓΟΣ ΙΓʹ.
Discourse XIII.
Εἰς ἐπισκόπους.
Concerning bishops.
19 Οὐ γὰρ ἰῆς γενόμην μοίρης θρασὺς ἀσπιδιώτης.
19 For I did not become a bold shield-bearer of one party.
Ὅμηρος ὁ ποιητὴς τὸν Ἄρεα λέγων ἔφορον τοῦ πολέμου, μυθεύεταί τι τοιοῦτον, ὅτι τὸν Τυδέως Διομήδην Παλλὰς Ἀθηνᾶ καθοπλίζουσα (Διὸς δὲ θυγάτηρ αὕτη καὶ πολεμικωτάτη), παρώτρυνε κατὰ τοῦ Ἄρεως· οὗτος γὰρ Ἕκτορι τῷ Πριαμίδῃ συμπαρὼν κατὰ τὴν μάχην, πολλὴν δόξαν παρεῖχε, καταπληκτικὸν αὐτὸν δεικνὺς τοῖς πολεμίοις. Παλλὰς οὖν, ἡ καὶ Ἀθηνᾶ, Διομήδην ἐπελθεῖν τῷ Ἄρεϊ παροτρύ-
Homer the poet, calling Ares the overseer of war, tells a myth of this sort: that Pallas Athena, arming Diomedes son of Tydeus (she is the daughter of Zeus and most warlike), urged him on against Ares; for the latter, standing beside Hector son of Priam in the battle, afforded him great glory, showing him terrible to the enemy. Pallas, therefore, who is also Athena, urges Diomedes to advance against Ares,
PG 38:425Read from the page
νει, μήτε αἰδοῖ τὴν Ἄρεα κατευλαβηθῆναι, κἂν ὅτι θεὸς οὗτος καὶ ἀνδροφόνος. Προσεγγίσαντι δὲ τούτῳ καὶ Διομήδην ἀνελεῖν προθυμουμένῳ, τὸ βέλος ἡ Παλλὰς ἐπέσχε, κενὸν ἀποστρέψασα. Διομήδης δὲ κατὰ τοῦ Ἄρεως ἐνέγκας τὸ δόρυ, ἔτρωσε τῆς λαγόνος ἔνθα ζώννυται κατὰ τὸ ἔσχατον. Ὁ δὲ μέγα, φησὶν, ἤχησεν ὡσεὶ χιλιάδας ἐννέα ἢ δέκα φωνῆσαι, πάντας δὲ φόβος συνέσχεν Ἄρεος ἀνακεκραγότος· ταχυτάτοις ἅρμασι δὲ νεφῶν εἰς Ὄλυμπον ἀνελθὼν, τῷ πατρὶ Διῒ τὰ κατὰ τῆς Ἀθηνᾶς διελέγετο, ὡς ὑπερήφανον καὶ θρασὺν ἄνδρα τοῖς ἀθανάτοις μάχεσθαι θεοῖς παροτρύνει· καὶ γὰρ ἔτρωσε, φησὶ, καὶ Ἀφροδίτην τῷ καρπῷ τῆς χειρὸς, ὡς δὲ κἀμέ· μικροῦ γὰρ ἢ ταῖς δειναῖς ἐνηριθμήθην τάξεσι τῶν νεκρῶν διαφωνήσας, ἢ ζῶν ἀσθενὴς ἐκείμην τοῖς μέλεσι. Ζεὺς δὲ βλοσυρὸν Ἄρεϊ προσεσχηκὼς, μέμψεις ἐπήγαγεν, ἀνδροφόνον αὐτὸν καὶ φιλοπόλεμον καλέσας, τόν τε θυμὸν ἐοικότα καὶ τὴν θρασύτητα τῇ τεκούσῃ αὐτὸν Ἥρᾳ, παλίμβολόν τε καὶ μιᾶς ἀσπιδιώτην μοίρας ἀποκαλέσας. Γρηγόριος τοίνυν ὁ Θεολόγος, ὡς οὐδὲν Χριστοῦ προτιμότερον ἡγεῖται βουλόμενος ἀποδεῖξαι, τούτων ἐκ μεταφορᾶς μέμνηται. Οὐ γὰρ, φησὶ, μιᾶς μοίρας τῆς μὴ πρὸς Θεὸν ἀφορώσης θρασὺς ὑπέρμαχος γέγονα· ταῦτά μοι φίλως, φησὶν, οὐ φρονοῦσιν οἱ κριταὶ, ἁμαρτίαν δὲ λογίζονται τὸ μὴ κατ' ἰσότητα πάντων ἁμαρτεῖν, καὶ τοῖς καιροῖς ἐπίῤῥοπον ἔχειν με τὴν ψυχήν.
and not out of reverence to shrink back from Ares, even though he is a god and a manslayer. When he drew near and was eager to slay Diomedes, Pallas checked his weapon, turning it aside in vain. And Diomedes, thrusting his spear against Ares, wounded him in the flank where the belt is fastened at the lowest part. And he, says [Homer], shouted loudly as though nine or ten thousand men cried out, and fear seized all as Ares bellowed; and ascending to Olympus in swiftest chariots of clouds, he spoke to his father Zeus against Athena, how she urges an arrogant and bold man to fight against the immortal gods; for he wounded, he says, Aphrodite too in the wrist of her hand, and likewise me; for I was within a little either of being numbered among the grim ranks of the dead, having perished, or of lying alive, enfeebled in my limbs. But Zeus, looking grimly upon Ares, brought reproaches upon him, calling him manslayer and lover of war, and like in spirit and boldness to Hera who bore him, and naming him fickle and a shield-bearer of one party. Gregory the Theologian, therefore, wishing to show that he esteems nothing more honourable than Christ, mentions these things by way of metaphor. For I have not become, he says, a bold champion of one party that does not look towards God; in these things, he says, the judges are not kindly disposed towards me, but reckon it a sin that I have not sinned equally with all, and that I do not keep my soul inclined to the times.
25 Ἀλλὰ τὰ μὲν λήθης κεύθοι βυθός.
25 But may the depth of oblivion hide these things.
Μῦθος καὶ οὗτός ἐστι τῆς λήθης ὁ βυθὸς παρ' Ἕλλησι πρεσβευόμενος. Οἱ μὲν γὰρ λήθης καλοῦσι βυθὸν, οἱ δὲ σιγῆς, ὡς Μαρκίων καὶ Μάνης· Πυθαγόρας δὲ καὶ Πλάτων, οἷς ἠκολούθησεν Ὠριγένης, προϋπάρχειν λέγουσι τὰς ψυχὰς τῶν σωμάτων, ἀπὸ δὲ τῶν
This depth of oblivion too is a myth held in honour among the Greeks. For some call it the depth of oblivion, and others of silence, as Marcion and Manes; and Pythagoras and Plato, whom Origen followed, say that souls pre-exist bodies, and from the
Notes, col. 425

On the reading

Printed τὴν, for τὸν.

PG 38:426Read from the page
κρειττόνων εἰς τὸ χεῖρον κατενεχθῆναι· τὸ γὰρ σῶμα δεσμὸν εἶναι λέγουσι καὶ φυλακὴν τῆς ψυχῆς. Ὅτε γοῦν, φησὶν, αἱ ψυχαὶ πρὸς σῶμα καθικνοῦντο, λήθης πεπώκασι πόμα, ἵν' ὅπερ πάσχουσιν ἀγνοῶσιν· οὗτοι δὲ καὶ μεταγγίζεσθαι ταύτας ληροῦσιν ἐκ σωμάτων εἰς σώματα, ὡς περὶ τούτου πλατύτερον ἐν τῷ Περὶ ψυχῆς παρακατιὼν λελέξεται λόγῳ. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι Εἴ τίς ποτε λήθης βυθός ἐστι, τὰς ἐμὰς συμφορὰς κατακρυπτέτω· πολλαὶ γὰρ καὶ παρὰ τῶν Θεῷ λατρεύειν οἰομένων, μέχρις ἡ τελευταία πάντων ἡμέρα τὰς προθέσεις ἀπογυμνώσει.
better [realms] they were brought down to the worse; for they say that the body is a bond and prison of the soul. Whenever, then, they say, souls came down to a body, they drank a draught of oblivion, so that they might be ignorant of what they suffer; and these men also talk nonsense that they are poured from bodies into bodies, as will be spoken of more fully further down in the discourse On the Soul. The divine Gregory says, therefore, that if there is ever any depth of oblivion, let it conceal my misfortunes; for they are many even from those who suppose they serve God, until the last day of all shall lay bare their intentions.
ΛΟΓΟΣ ΙΔʹ.
Discourse XIV.
Περὶ φύσεως ἀνθρωπίνης.
On human nature.
57 Ἐξ ἔτι τοῦ ὅτε μοι πικρὴν ἐπομόρξατο ποινὴν 58 Γεῦσίς τ' οὐλομένη, καὶ φθόνος ἀντιπάλου, 61 . . . . Πυρὶ ψύχοντι τὸ θαῦμα.
57 Ever since the time when a bitter penalty was wiped upon me 58 by the destructive tasting and the envy of the adversary, 61 . . . . the wonder in cooling fire.
Κεῖται ἐν τῷ αʹ λόγῳ.
It is set down in the first discourse.
Ταύτην οὐκ ἄν τις ἐκλάβοι τὴν ἱστορίαν εἶναι, τὴν κατὰ τὸν Τάνταλον, ἢ τὸν Ἡρακλέα· ὁ μὲν γὰρ Τάνταλος, ἀνυδρίᾳ ξηραίνεσθαι λέγεται ἐν μέσοις τοῖς ὕδασιν· ὁ δὲ Ἡρακλῆς τοσοῦτον φλεχθήσεσθαι τῷ αἵματι τοῦ Νέσσου, ὡς καὶ τὸ ποτάμιον ῥεῦμα εἰς φλόγα μεταγαγεῖν· κεῖνται δὲ παρακατιὼν αἱ ἱστορίαι. Σὺν ἀληθείᾳ τοίνυν πυρὶ ψύχοντι τὸ θαῦμα, περὶ τῆς δρόσον πηγασάσης τοῖς παιδαρίοις καμίνου τὴν ἱστορίαν ὑποληπτέον· κεῖται δὲ ἐν τῷ αʹ λόγῳ.
One would not take this to be the story concerning Tantalus or Heracles; for Tantalus is said to be parched with thirst in the midst of waters, and Heracles to have been so burned by the blood of Nessus as even to turn the river stream into flame; and the stories are set down further on. In truth, therefore, by the wonder in cooling fire one must understand the story of the furnace that poured forth dew for the young men; and it is set down in the first discourse.
71 Εἰκών εἰμι θεοῖο, καὶ αἴσχεος υἱὸς ἐτύχθην.
71 I am the image of God, and I became a son of shame.
Πᾶσαν ὁ Θεὸς τὴν κτίσιν δημιουργήσας, ὕστερον τὸν ἄνθρωπον ἐποίησε κατ' εἰκόνα ἰδίαν καὶ καθ' ὁμοίωσιν· γέγραπται γάρ· Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτω τῆς κτίσεως· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, Καὶ ἐνεφύσησεν
God, having fashioned the whole creation, afterwards made man according to His own image and according to His likeness; for it is written: And God said: Let Us make man according to Our image and according to Our likeness, and let him rule over the creation; and God made man, taking dust from the earth, And He breathed