PG 38:415Read from the pageΠλείστοις δὲ τὸν Ἀμφιτρύωνος Ἡρακλέα τιμῶσιν Ἕλληνες ἄθλοις, πολὺν ἀγῶνα περὶ τὰ τοιαῦτα τιθέμενοι καὶ σπουδήν. Διὸ τὴν τῶν ἀνθρώπων εὐτέλειαν ὁ θεῖος Γρηγόριος ἀποδεῖξαι βουλόμενος, ἐκ τῶν κατὰ τὸν βίον λαμπρῶν τὸν λόγον πιστοποιεῖται. Καὶ γὰρ καὶ εἴ τινες, φησὶ, ποτὲ τοιοῦτοι γεγόνασι κατὰ τὸν βίον, ἀλλὰ γοῦν ἐπαύθησαν καὶ τοῖς ἀνοήτοις παρισώθησαν κτήνεσιν· ἐκοιμήθησαν γὰρ καὶ οὐκ ἀναστήσονται· ὥστε τὴν ἀρετὴν, ἀοίδιμον κλέος, κτῆμα διαιωνίζον εἴ τις ἤρατο τῶν ἐκ γῆς διαπλασθέντων, ἐπίδοξος καὶ ζηλωτὸς τοῖς οὐρανίοις. Εἰ δέ τις καὶ παρὰ τῇ θείᾳ Γραφῇ τοιαῦτα λέγει γεγράφθαι, σκοπείτω, ὅτι εἰς δόξαν Θεοῦ ταῦτα γεγράφασιν οἱ ἅγιοι· ἢ γὰρ Ναζωραίους εὑρήσει τοὺς τοιούτους κεκλημένους, ὡς τὸν ἀριστέα Σαμψὼν· ἢ θεόθεν κινουμένους, ὡς Δαβὶδ γυμναῖς ταῖς χερσὶ συμπλεκόμενος ὑπὲρ τοῦ εἰς Θεὸν ὀνειδισμοῦ· καὶ ὅσα τοιαῦτα πρὸς δόξαν εὕροις τοῦ Θεοῦ γεγραμμένα.
With very many labours the Greeks honour Heracles son of Amphitryon, devoting great contention and zeal to such things. Wherefore the divine Gregory, wishing to demonstrate the worthlessness of men, confirms his argument from those who were illustrious in life. For even if, he says, some once became such in life, yet at any rate they ceased and were likened to senseless beasts; for they fell asleep and shall not rise; so that if anyone of those moulded from earth has won virtue, a famed renown, an everlasting possession, he is glorious and enviable to the heavenly beings. And if anyone says that such things have also been written in divine Scripture, let him consider that the saints wrote these things to the glory of God; for he will find such men either called Nazirites, like the champion Samson, or moved from God, like David grappling with bare hands for the reproach cast against God; and whatever such things you might find written to the glory of God.
Εἰς ἐμαυτὸν καὶ τὰς κακοπαθείας.
On himself and his afflictions.
14 Ἦ ῥά μ' ὁ λυσσώδης καὶ βάσκανος οἷά τιν' Ἰὼβ 15 Ἐς δῆριν καλέει· σὺ δ' ἀλείφατι σόν με παλαιστὴν 16 Τρίψας εὖτε πάροιθε μέγαν γυμνοῖς πρὸς ἀγῶνα, 17 Ὡς κεν ἀεθλεύσαντι γέρας καὶ κῦδος ὀπάσσῃς.
14 Surely the raging and envious one summons me, like some Job, 15 to strife; and do Thou, having rubbed me, Thy wrestler, with oil 16 as before, strip me for a great contest, 17 that Thou mayest bestow prize and glory upon me when I have contended.
Τῆς κατὰ τὸν Ἰὼβ πολλαχοῦ μεμνήμεθα ἱστορίας, ὅτι τοῦτον ἐξαιτήσας εἰς πειρασμὸν ὁ διάβολος, προσβαλὼν αὐτῷ πολυτρόπως, αὐτὸν μὲν οὐ κατήγαγεν, ἑαυτὸν δὲ μετ' ἤχου ἔπτωσε, καὶ τῆς νίκης ἐκείνῳ περιφανέστερον γέγονε τὸ ἀγώνισμα, διπλοῖς αὐτὸν τοῦ Θεοῦ τιμήσαντος, τοῖς οἷσπερ αὐτὸν καταγωνίσασθαι προσεδόκησεν ὁ Ἀντίπαλος.
We have recalled the narrative concerning Job in many places, how the devil, having demanded him for trial and attacked him in manifold ways, did not bring him down, but cast himself down with a crash, and his contest became more glorious than the victory, God having honoured him twofold with the very things by which the Adversary expected to overcome him.
PG 38:416Read from the page28 Ἓν δὲ τόδ' αἰάζω καὶ δείδια, βῆμα Θεοῖο, 29 Καὶ ποταμοὺς πυρόεντας, ἀφεγγέα τ' αἰνὰ βέρεθρα.
28 Yet this one thing I bewail and dread: the judgement-seat of God, 29 and the fiery rivers, and the lightless, dreadful abysses.
Πάντων ἀνάστασιν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων, καὶ τῶν ἐνθάδε βεβιωμένων ἀνταπόδοσιν, ἡ θεόπνευστος πιστοῦται Γραφή. Ποταμὸς δὲ πυρὸς ἕλκειν λέγεται κατὰ πρόσωπον τοῦ Θεοῦ, ὡς φησι Δανιήλ· Καὶ ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Ἀφεγγῆ δέ φησι τὰ τοῦ ᾅδου κατώτατα· ᾅδης δὲ λέγεται τόπος ἀειδὴς κατ' ἐπωνυμίαν κεκλημένος, ὃν καὶ θεὸν Ἕλληνες ὑπετόπασαν. Ὅμηρος γὰρ τοῖς Ἕλλησι κατὰ τὸ Ἴλιον μαχομένοις, Ποσειδῶνα μυθεύεται διαλεγόμενον παρεισάγων, καὶ βαρέως φέρειν τῆς ὑπὲρ τῶν Τρώων τοῦ Διὸς εὐεργεσίας ἕνεκα, λέγοντα τύραννον εἶναι τὸν Δία, ἔτι κατασχεῖν θαλάσσης καὶ τῶν καταχθονίων ἁμιλλώμενον, ὅτι « Κρόνος, φησὶ, Διὶ καὶ Ποσειδῶνι καὶ Ἅδῃ τοῖς τρισὶν υἱοῖς τῆς ὑπ' οὐρανὸν βασιλεύειν προσέταξε· τὸ μὲν Διὶ γῆς καὶ τῶν ἐν αὐτῇ βασιλεύειν καὶ ἀέρος τὸ κράτος ἀπένειμεν, ἐμοί τε λέγων τῶν ἐν ὕδασι πάντων, Ἅδῃ δὲ τῶν ὑπὸ χθόνα καὶ νεκρῶν ἐμβασιλεύειν. » Ἀλλ' ἐκεῖνοι μὲν ταῦτα ληρείτωσαν· Γρηγόριος δὲ ὁ θεῖος ἀφεγγῆ βάραθρά φησι τὸ σκότος τὸ ἐξώτερον, ὃ τοῖς ἀπίστοις σὺν τῷ διαβόλῳ κατὰ τὴν θείαν ἀπόφασιν ἐξητοίμασται.
That there will be a resurrection of all, both righteous and unrighteous, and a recompense for the life lived here, divinely inspired Scripture confirms. And a river of fire is said to stream before the face of God, as Daniel says: And a river of fire streamed before Him. And he calls lightless the lowest depths of Hades; and Hades is called an unseen place, named by etymology, which the Greeks also supposed to be a god. For Homer invents a tale, introducing Poseidon conversing with the Greeks fighting at Ilium and taking it ill on account of Zeus's favour towards the Trojans, saying that Zeus is a tyrant, striving moreover to lay hold of the sea and the underworld, because "Kronos," he says, "commanded his three sons, Zeus and Poseidon and Hades, to reign over what is under heaven: to Zeus he allotted to rule over the earth and the things in it and the dominion of the air, and to me, he says, over all things in the waters, and to Hades to reign over the things beneath the earth and the dead." But let them babble these things; the divine Gregory calls lightless abysses the outer darkness, which according to the divine sentence has been prepared for the unbelievers with the devil.
Εἰς τὴν Ἐκκλησίαν Ἀναστασίαν.
On the Church of Anastasia.
61 Ἀλλ' οὐ τόσσος ἔμοιγε πόθος καὶ ἄλγος ἐκείνων, 62 Ὅσσος Ἀναστασίης Βηθλεὲμ ὑστατίης.
61 Yet not so great is my longing and grief for those, 62 as for Anastasia, the latest Bethlehem.
Χριστοφόρος ἡ Βηθλεέμ· ἐν ταύτῃ γὰρ ὁ Σωτὴρ ἐτέχθη. Πόλις δὲ ἡ Βηθλεὲμ τοῦ Δαβίδ. Δαβὶδ δὲ Χριστοῦ πατὴρ λέγεται κατὰ σάρκα. Βηθλεὲμ δὲ νέαν,
Bethlehem is Christ-bearing; for in it the Saviour was born. And Bethlehem is the city of David. And David is called father of Christ according to the flesh. And a new Bethlehem,
PG 38:417Read from the pageτὴν Ἀναστασίαν Γρηγόριος καλεῖ· ἐν ταύτῃ γὰρ τὸν Λόγον ταῖς τεθνηκυίαις ἐγέννησε ψυχαῖς. Ταύτην μικρὰν οὖσαν τὴν Ἐκκλησίαν, ἐν ᾗ βραχεῖς συναθροιζομένους καὶ λίαν σπανίους τῶν ὀρθοδόξων εὑρηκὼς (ἦν γὰρ ἡ τῶν Ἀρειανῶν δυσσεβὴς τὸ τηνικαῦτα πάντων αἵρεσις κατακρατοῦσα), διδάξας ηὔξησε, καὶ πάντα τὰ πλήθη τὰ τὴν βασιλίδα οἰκοῦντα πόλιν . . .
Gregory calls Anastasia; for in it he brought forth the Word for dead souls. Finding this Church small, in which few and very scarce of the orthodox were gathered (for the impious heresy of the Arians was at that time prevailing over all), by teaching he increased it, and all the multitudes dwelling in the imperial city...
Desideratur in codice folium unum, id est paginae duae.
One leaf is missing in the manuscript, that is, two pages.
. . [νε]φέλης χωρῆσαι προσέταξε καὶ φωνῆς ἀκοῦσαι Θεοῦ, καὶ ὡς ἀνθρώπῳ θεάσασθαι δυνατὸν ἦν· τοὺς δὲ λοιποὺς ἅπαντας ὑπὸ τὸ ὄρος προσμένειν, ἁγνοὺς μὲν ἀπὸ κοίτης γυναικῶν, ἐν ἱματίοις καθαροῖς, ἐῤῥαντισμένους τὸ σῶμα ὕδατι καθαρῷ, καὶ τῆς θείας φωνῆς μόνον ἀκούειν· κἂν θηρίον δὲ θίγῃ τοῦ ὄρους καταλιθοβοληθήσεται. Ταύτην δὲ Γρηγόριος τὴν ἱστορίαν παρεισάγει, τήν τινων ἀποτρέπων αὐθάδειαν, ὡς ἀναξίως τοῖς ἱεροῖς προσέρχονται, οὐδὲν τῶν ἱερωσύνης ἐπιτηδείων κεκτημένοι, μόνης δὲ χάριν καταλαζονευόμενοι κενοδοξίας.
...[of the] cloud He commanded [him] to advance and to hear the voice of God, and to behold Him as far as was possible for a man; and all the rest to wait at the foot of the mountain, pure from the bed of women, in clean garments, having sprinkled their body with clean water, and to hear the divine voice only; and even if a beast should touch the mountain, it shall be stoned. And Gregory introduces this narrative to deter the audacity of certain men, in that they approach sacred things unworthily, possessing none of the qualifications of priesthood, but boasting for the sake of vainglory alone.
124 Δείδια δ' αὖ παίδων Ἀαρὼν μόρον, οἵ ῥα θυηλὰς 125 Θέντες ἐπὶ ξείνοιο πυρὸς, ξείνως καὶ ὄλοντο.
124 Again, I dread the doom of Aaron's sons, who, having set offerings 125 upon strange fire, strangely also perished.
Τὴν σκηνὴν τοῦ μαρτυρίου προστάξας ὁ Θεὸς Μωσεῖ κατασκευάσαι, καὶ τὸν Ἀαρὼν ἱερατεύειν αὐτῷ ἐκλεξάμενος, ὅπως χρὴ θύειν προσέταξε. Τῶν δὲ θυσιῶν τελεσιουργουμένων, ἦν ὅτε πῦρ ἐξήρχετο καὶ ταύτας αὐτομάτως κατήσθιε. Ποτὲ γοῦν πυρὸς ἀναδοθέντος ἐκ τοῦ θυσιαστηρίου, λαβόντες Ναδὰβ καὶ Ἀβιοὺδ οἱ τοῦ Ἀαρὼν παῖδες καὶ ἱερεῖς τὰ πυρεῖα, προσήγαγον πῦρ ἀλλότριον ἐνώπιον Κυρίου· ὠργίσθη δὲ Κύριος τοῖς παιδαρίοις, ὅτι πῦρ ἀλλότριον προσεκόμισαν, καὶ ἐπαφῆκεν αὐτοῖς ἐν τῇ σκηνῇ πῦρ παρὰ Κυρίου, καὶ ἀνήλωσεν αὐτοὺς παραχρῆμα· τῷ δὲ Ἀαρὼν ἐν τῷ τῆς ἀρχιερωσύνης ἔτι χρίσματι ὄντι, μὴ πενθῆσαι τὸν ἐμπυρισμὸν τῶν υἱῶν αὐτοῦ προσ-
God, having commanded Moses to construct the tabernacle of witness and having chosen Aaron to serve Him as priest, ordered how they ought to sacrifice. And when the sacrifices were being consummated, there were times when fire came forth and devoured them of its own accord. Once, then, when fire had risen from the altar, Nadab and Abihu, the sons of Aaron and priests, taking their censers, offered strange fire before the Lord; and the Lord was angry with the youths because they had brought strange fire, and He sent out against them in the tabernacle fire from the Lord, and consumed them immediately; and to Aaron, while he was still under the anointing of the high priesthood, not to mourn the burning of his sons He com-
PG 38:418Read from the pageέταξεν ὁ Θεὸς, μήτε τῆς σκηνῆς ἐξιέναι, μήτε μὴν τὴν κεφαλὴν ἀποκιδαρῶσαι.
manded—God—neither to go out of the tabernacle nor to uncover his head.
128 Ὡς δὲ καὶ Ἠλείδῃσιν ἐπέχραε λυγρὸς ὄλεθρος, 129 Ἠλείδαις, ὅτι μάργον ἔχον νόον· ἦ γὰρ ἔβαλλον 130 Οὐχ ἱερὰς παλάμας ἱερῶν καθύπερθε λεβήτων.
128 And how grievous destruction fell upon the sons of Eli, 129 the sons of Eli, because they had a greedy mind; for indeed they thrust 130 unholy hands above the sacred cauldrons.
Τῶν υἱῶν Ἠλεὶ καὶ ἀλλαχοῦ μεμνήμεθα ἐν τῷ αʹ λόγῳ· Ὀφνεὶ δὲ καὶ Φινεὲς ὄνομα τούτοις. Οὗτοι δὲ λαίμαργοι ὄντες, τὴν θυσίαν ἐνύβριζον τοῦ Θεοῦ, τὴν ἀπαρχὴν ἁγιαζόμενοι· διὸ καὶ χαλεπῆς τελευτῆς ἔτυχον· οὐχ ὁσίας γὰρ ἔβαλλον χεῖρας ὑπεράνω τῶν ἱερῶν λεβήτων.
We have also recalled the sons of Eli elsewhere in the 1st discourse; their names were Hophni and Phinehas. Being gluttonous, they outraged the sacrifice of God, seizing the first-fruits as their own; wherefore they met a grievous end; for they thrust unholy hands above the sacred cauldrons.
131 Οὐδὲ μὲν οὐδὲ Ἠλεὶ χόλον ἔκφυγεν, ἀλλὰ καὶ αὐτὸν 132 Οὐχ ὁσίη γαστὴρ παίδων ἐχάλεψε δίκαιον, 133 Καίπερ ἀεὶ βρίσαντα ὀνειδείοις ἐπέεσσιν.
131 Nor indeed did Eli escape wrath, but the unholy belly of his sons 132 brought harm even upon him, a righteous man, 133 although he always weighed heavily [upon them] with reproachful words.
Πολλάκις τοὺς υἱοὺς ὠνείδιζεν ὁ Ἠλεὶ, ἁμαρτάνειν εἰς Θεὸν παραινῶν αὐτοῖς· ἀλλ' ὅτι τὸν ζῆλον οὐ πρεπόντως διεξήγαγεν, Οὐ φείσεται γὰρ, φησὶν ὁ Θεὸς, ὁ ὀφθαλμός σου ἐπὶ τῷ υἱῷ σου τῷ ἀποστατοῦντι Θεοῦ· τούτου χάριν καὶ αὐτὸς ἱερεύς τε ὢν καὶ ταῖς ἄλλαις διαπρέπων ἀρεταῖς, ὅμως τὴν ὀργὴν οὐκ ἐξέφυγεν, ἀλλ' οἰκτρὸν ἔλαχε τέλος, τῆς ἁμαρτίας αὐτὸν τῶν παιδαρίων ἐπικαταλαβούσης· Ὅτι, φησὶν αὐτῷ ὁ Θεὸς, τοὺς υἱούς σου ἐδόξασας ὑπὲρ ἐμὲ, ἀπαρχὴν Ἰσραὴλ καὶ θυσίαν ἁγιάζεσθαι ἀναιδεῖ ὀφθαλμῷ.
Often Eli reproached his sons, admonishing them [not] to sin against God; yet because he did not carry out his zeal fittingly—for your eye, says God, shall not spare your son who falls away from God—for this reason, though he himself was a priest and excelled in the other virtues, he nevertheless did not escape wrath, but met a pitiable end, the sin of the youths overtaking him: Because, God says to him, you have honoured your sons above Me, to appropriate the first-fruits of Israel and the sacrifice with shameless eye.
136 Καὶ σὲ κιβωτὸν ἄνασσαν ὃς ἥδρασε χειρὶ βεβήλῳ 137 Κλινομένην, θάνεν αἶψα.
136 And he who steadied you, the queenly ark, with a profane hand 137 when it leaned, died straightway.
Δαβὶδ ὁ βασιλεὺς τὴν κιβωτὸν διαθήκης Κυρίου ἀναγαγὼν ἐξ οἴκου Ἀβεδδαρᾶ [f. Ἀμιναδὰβ], ἐξ ἀγροῦ εἰς πόλιν Δαβὶδ Σιὼν λεγομένην, θυσίας καὶ χαρμοσύνην ἐπιτελῶν, ὠρχεῖτο κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου καὶ ἔπαιζε· τότε δὴ συστραφεῖσαν ἐπὶ τὴν ἅμαξαν τὴν κιβωτὸν καὶ κεκλιμένην, Ὀζᾶς ὁ τοῦ Ἀμιναδὰβ ἐπελάβετο τοῦ ἀνορθῶσαι· Ὠργίσθη δὲ Κύριος καὶ ἔπαισεν αὐτὸν ἐκεῖ, καὶ ἀπέθανεν ἐνώπιον τῆς κιβωτοῦ παραχρῆμα· οὐ γὰρ ἤρεσε τῷ Θεῷ τὴν κιβωτὸν διαθήκης Κυρίου ὑπὸ Ὀζᾶ ἀν-
King David, bringing up the ark of the covenant of the Lord from the house of Abeddara [read Aminadab], from the country to the city of David called Zion, offering sacrifices and rejoicing, danced before the ark of the covenant of the Lord and played; then indeed, when the ark shook upon the wagon and leaned, Uzzah the son of Aminadab took hold to steady it; and the Lord was angry and struck him there, and he died before the ark immediately; for it did not please God that the ark of the covenant of the Lord should by Uzzah be stead-
PG 38:419Read from the pageορθωθῆναι, ἐπεὶ μήτε ἱερεὺς ἦν μήτε Λευΐτης, οἷς μόνοις τοῦτο ποιεῖν καὶ λειτουργεῖν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Θεοῦ Ἰσραήλ.
ied, since he was neither a priest nor a Levite, to whom alone it belonged to do this and to minister before the ark of the covenant of the God of Israel.
. . . . . . Θεοῦ δέ τε νηὸν ἔθηκεν, 138 Ἄψαυστον παλάμῃσιν, ἐρείσματα τἀκτόθι τοίχων.
...and made the temple of God 138 untouched by hands, the supports outside the walls.
Ἐπειδὴ πρώτη σκηνὴ καὶ δευτέρα ἦν, ἡ μὲν βατὴ πᾶσιν, ἡ δὲ μόνῳ τῷ ἀρχιερεῖ καὶ ἅπαξ κατ' ἐνιαυτὸν, ἥτις Ἅγια ἁγίων ἐλέγετο, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Ὡσαύτως ὁ τοῦ Σολομῶντος ναὸς, ἄψαυστος ἦν τοῖς πολλοῖς τὰ ἐντὸς, ὅπου ἦν ἡ κιβωτὸς καὶ τὸ θυσιαστήριον καὶ δύο χερουβὶμ ἐκ χρυσίου.
Because there was a first tabernacle and a second, the one accessible to all, the other to the high priest alone and once a year, which was called the Holy of Holies, having a golden censer and the ark of the covenant covered on all sides with gold, in which was a golden jar holding the manna, and the rod of Aaron that budded, and the tablets of the covenant. Likewise the temple of Solomon was untouched within by the multitude, where were the ark and the altar and two cherubim of gold.
149 Ὡς ὄφελον Γετθαίαν ἀναπλήσαιεν ἀνίην, 150 Ἔνδικον ἑδρήεσσαν ἐφ' ἕδρῃ τίσιν ἔχοντες.
149 Would that they might fill up the Gathite affliction, 150 having a righteous punishment seated upon their seat.
Ὅτε τοῖς ἀλλοφύλοις ἁλωτὸς ἡ κιβωτὸς γέγονε διαθήκης Κυρίου, ὡς ἐν τῷ πρώτῳ λόγῳ παρεθέμεθα, τῆς κατὰ τοὺς παῖδας Ἠλεὶ τοῦ ἱερέως ἱστορίας μεμνημένοι, τότε δὴ πρὸς τοῖς σφῶν εἰδώλοις καταφρονητικῶς ἔχοντες, παραῤῥίπτουσι· Δαγὼν δὲ τῷ θεῷ αὐτῶν ὄνομα. Ἕωθεν οὖν ἀναστάντες οἱ ἀλλόφυλοι, τὸν θεὸν αὐτῶν Δαγὼν ἐπὶ πρόσωπον εὗρον πεπτωκότα ἐνώπιον τῆς κιβωτοῦ, καὶ τὴν τούτου κεφαλὴν ἀφῃρημένην, τά τε ἴχνη τῶν χειρῶν καὶ τῶν ποδῶν διῃρημένα· ἀνορθώσαντες δὲ αὐτὸν, καὶ αὖθις ἀτίμως εὑρόντες πεπτωκότα, τὴν κιβωτὸν ἀπάγουσιν εἰς Γέθ· τῶν σατραπειῶν δὲ αὐτῶν ἐξαιρέτως ἡ Γέθ· γενομένης ἐκεῖσε δὲ τῆς κιβωτοῦ, θάνατος
When the ark of the covenant of the Lord was captured by the Philistines, as we set forth in the first discourse when recalling the narrative concerning the sons of Eli the priest, then indeed, being contemptuous, they cast it beside their own idols; and their god's name was Dagon. Rising early, therefore, the Philistines found their god Dagon fallen on his face before the ark, and his head severed, and the palms of his hands and soles of his feet cut off; and having set him upright and again finding him dishonourably fallen, they carry the ark away to Gath—Gath being foremost among their satrapies—and when the ark arrived there, death
PG 38:420Read from the pageκατενέμετο αὐτούς. Ὡσαύτως ἐν διαφόροις διακομιζομένη τόποις, τοὺς ἀλλοφύλους ἐβασάνιζε· φλυχτίδες οὖν ἐν ταῖς ἕδραις αὐτῶν ἀνέβαινον καὶ ἐλύπουν αὐτοὺς ἱκανῶς. Τότε δὴ μὴ φέροντες τῆς κιβωτοῦ τὰς βασάνους, βουλεύονται τῆς γῆς αὐτῶν ταύτην ἐξαποστεῖλαι πρὸς γῆν Ἰσραήλ· ὡς ἂν δὲ γνοῖεν εἰ δι' αὐτὴν αὐτοῖς ἡ βάσανος γέγονε καὶ ὁ λοιμὸς, μύας χρυσοῦς καὶ ἕδρας κατὰ τὰς σατραπείας αὐτῶν ποιήσαντες, τῇ κιβωτῷ προσφέρουσιν εἰς τιμὴν τῆς βασάνου· δύο δὲ νομάδας πρωτοτοκούσας βόας ἕλκειν τὴν ἅμαξαν τῆς κιβωτοῦ ζεύξαντες, εἰ μὴ ἐπιστρέφοιντο πρὸς τὰ οἰκεῖα τέκνα, ἀλλ' ἐξ εὐθείας τὴν ἐπὶ τὴν Ἰσραηλίτιδα γῆν βαδίζοιεν τρίβον, αὐτῆς χάριν ἔσεσθαι τὴν ἐπὶ ταῖς ἕδραις αὐτῶν τιμωρίαν ἐτεκμήραντο. Τούτου δὲ γενομένου, εἷλκον ἐξ εὐθείας τὴν ἅμαξαν, μὴ ἐπιστρεφόμεναι πρὸς τὰ τέκνα, ἀλλ' ὡς ἄγοντος ἀγόμεναι προθυμότατα· οὕτω τὴν κιβωτὸν τοῖς ἰδίοις ἀποκαταστήσαντες τόποις, μετὰ καὶ τῆς βασάνου ἀβλαβεῖς τὸ λοιπὸν διέμενον καὶ ἀτιμώρητοι. Φησὶν οὖν ὁ θεῖος Γρηγόριος, ὅτι τοῖς καταφρονηταῖς τῶν θείων, καὶ ἀναξίως ἱερωμένοις, αἴθε βάσανος Γετθαία ὑπήρχθη, καὶ τίσις ἑδρικὴ ἐφ' ἕδρας ἐτιμωρήσατο.
consumed them. Likewise, being conveyed to various places, it tormented the Philistines; sores therefore rose upon their seats and afflicted them sorely. Then indeed, unable to bear the torments of the ark, they resolve to send it away from their land to the land of Israel; and that they might know whether the torment and the plague had come upon them on its account, having made golden mice and seats according to their satrapies, they offer them to the ark as a compensation for the torment; and having yoked two grazing cows bearing their first calves to draw the wagon of the ark, they conjectured that if they did not turn back to their own calves, but walked straight along the path towards the land of Israel, the punishment upon their seats was on its account. And when this happened, they drew the wagon straight ahead, not turning back to their calves, but led most eagerly as though someone were leading them; thus, having restored the ark to its own places, together with the [offering for the] torment, they remained thenceforth unharmed and unpunished. The divine Gregory says, therefore: would that the Gathite torment had come upon the despisers of divine things and those who are unworthily ordained priests, and a seated retribution had punished them upon their seats.
177 Πέτρῳ δ' ἶσα φέροιτο θεοκτόνος Ἰσκαριώτης, 178 Καὶ Σολύμοις ἱεροῖσιν ἀλιτροτάτη Σαμάρεια.
177 Let the God-slaying Iscariot carry off equal honours with Peter, 178 and most sinful Samaria with holy Jerusalem.
Ταῦτα πρὸς σύγκρισιν ὁ θεῖος Γρηγόριος παρεισάγει, διὰ τοὺς αὐτομολοῦντας τοῖς ἱεροῖς ἀξιώμασιν· ἀεὶ γὰρ τῶν θεοειδεστέρων εὐλαβουμένων, οἱ μᾶλλον κακοηθέστεροι τῶν ἱερῶν κατορχοῦνται. Κατὰ γοῦν τὴν παρ' ἐκείνοις κρατήσασαν ἄνοιαν, ἴσως γένοιτ' ἂν ὅστις ὡς Ἰούδας κακότροπος τῷ κατὰ Πέτρον θεοειδεῖ τὴν ἀρετὴν, ὡσαύτως τῇ φιλοθέῳ ψυχῇ καὶ
The divine Gregory introduces these things by way of comparison, on account of those who desert to sacred offices; for always, while the more godlike are reverent, the more depraved dance in triumph over sacred things. According to the folly prevailing among them, then, perhaps one who is evil-minded like Judas would become [equal] to one godlike in virtue after the pattern of Peter, and likewise to the God-loving soul that is
Notes, col. 420
On the reading
Printed φλυχτίδες, for φλυκτίδες.