Ἕλλησι θαυμαζομένων ἡρώων οἱ πρόκριτοι. Πριάμου δὲ καὶ αὐτοῦ τοῖς Ἕλλησιν ἀντιπαραταττομένου, καὶ τῶν αὐτοῦ παίδων, μάλιστα Ἕκτορος, κατὰ τὴν μάχην ἀριστευόντων, πολλοὶ μὲν τῶν Ἑλλήνων ὑπὸ ταῖς χερσὶν ἀνῃρέθησαν Ἕκτορος, αὐτὸς δὲ ταῖς Ἀχιλλέως χερσὶ διεφώνησεν· ἀμφοτέρων γὰρ ἀγωνισαμένων, πεσὼν Ἕκτωρ εἵλκετο ὑπ' Ἀχιλλέως. Πρίαμος οὖν πρὸς αὐτὸν ἀφικόμενος, ᾐτήσατο τιμήσας χρήμασι τὸν Ἀχιλλέα, τὸν τεθνηκότα λαβεῖν καὶ ταφῆς ἀξιῶσαι· τοῦ δὲ βαρέως φέροντος καὶ ἀπαναινομένου, Πρίαμος τῶν αὐτοῦ προκυλινδούμενος ποδῶν δακρυχέων, τὰς μὲν φονίους χεῖρας ἀσπαζόμενος, καὶ τῆς γενειάδος δραττόμενος, ἐλίσσετο τῆς ἀξιώσεως ἐπινεῦσαι τὸν Ἀχιλλέα. Καὶ τῷ μὲν Πριάμῳ χάρις ἦν μεγάλη τὸν υἱὸν καίτοι νεκρὸν ἀπολήψεσθαι, Ἀχιλλεῖ δὲ τῷ ἀνδροφόνῳ τοῦτο κατανεῦσαι. Φονίους δὲ χεῖράς φησιν, ἐπείπερ αὗται τὸν ἐκείνου διώλεσαν παῖδα, ἃς ἠναγκάζετο Πρίαμος ὡς χρηστοδότους προσπτύσσεσθαι. Μικρὰν τοίνυν χάριν ὁ Γρηγόριός φησιν ἕνεκεν δόξης ἀνθρωπίνης κολακεύειν καὶ σχηματίζεσθαι, πρὸς τὸ ταύτης ἐπιτυχεῖν· διὸ καὶ ἀλλαχοῦ φησιν· « Οὐ γὰρ ἐμῆς ἐστι πολιᾶς παίζειν, καὶ λάτρην εἶναι ἀπρεπῶς ἀντὶ θρόνων. » Λέγεται δὲ καὶ ἡ Θέτις, κατ' Ὄλυμπον γενομένη, τοῦ Διὸς τῶν γονάτων καὶ τῆς γενειάδος δράξασθαι λιταζομένη περὶ Ἀχιλλέως.
foremost heroes admired among the Greeks. And when Priam himself also drew up in battle array against the Greeks, and his sons, especially Hector, excelled in the fight, many of the Greeks were slain by the hands of Hector, while he himself perished at the hands of Achilles; for when both fought, Hector fell and was dragged by Achilles. Priam therefore, coming to him and honouring Achilles with gifts, begged to receive the dead man and deem him worthy of burial; and when he took it ill and refused, Priam, grovelling at his feet weeping, kissing the murderous hands and grasping his chin, implored Achilles to assent to his request. And to Priam it was a great favour to recover his son, even though dead, and for Achilles the manslayer to grant this. He calls them murderous hands, because these had destroyed his son, which Priam was forced to kiss as though they were benefactors. Therefore Gregory calls it a paltry favour to flatter and dissemble for the sake of human glory in order to obtain it; wherefore he also says elsewhere: "For it does not befit my grey hairs to jest, and to be a servant unseemly for the sake of thrones." It is also said that Thetis, having come to Olympus, grasped the knees and chin of Zeus when supplicating for Achilles.
67 Οὔθ' ἱερὴν ἐπὶ δαῖτα γενέθλιον, ἠὲ θανόντος, 68 Ἤ τινα νυμφαδίην σὺν πλεόνεσσι θέων.
67 Nor running with the crowd to a sacred birthday feast, or one for the dead, 68 or some bridal banquet.
Δοκεῖ μοι τῶν παρ' Ἕλλησι τιμωμένων γενεθλίων μεμνῆσθαι· καὶ γὰρ Ἡρώδην ἄγειν γενέσια λέγεται· καὶ θανόντος ὡς ἐπὶ Πατρόκλου θρηνοῦσι, καὶ νυμφικὴν δαῖτα μάλιστα πᾶσι περισπούδαστον· ἐν τούτοις γὰρ πᾶσιν ἄτοπα γεγένηνται πλεῖστα. Εἰ δέ τις ταῦτα
He seems to me to recall the birthday feasts honoured among the Greeks; for Herod too is said to have kept his birthday; and of one who has died, as they mourn for Patroclus, and the bridal feast eagerly sought after by all; for in all these very many unseemly things have come about. And if anyone