PG 38:385Read from the pageἀναβοῆσαι λέγεται, ὡς ἡ μὲν φωνὴ Ἰακὼβ, αἱ δὲ χεῖρες, χεῖρες εἶεν Ἠσαῦ. Πολλαῖς τοίνυν τὸν Ἰακὼβ πατρικαῖς εὐλογίαις στηριχθέντα, τῆς τοῦ πρεσβύτου παραστάσεως τάχος ἐκβάλλει Ῥεβέκκα. Τῆς δὲ θήρας αὐτίκα τὸν Ἠσαῦ παρόντα καὶ τῷ πατρὶ προσελθόντα, μεμαθηκότα δὲ πρὸς τοῦ πατρὸς, ὡς πανούργως ἐλθὼν τὰς εὐλογίας ἀφείλατο Ἰακὼβ, στένοντα βαρὺ μετὰ φωνῆς τὸν Ἠσαῦ ὀδυρόμενον κατοικτείρας Ἰσαὰκ, τὰς μὲν εὐλογίας ἐπαύξει τῷ νεωτέρῳ Ἰακὼβ, τῷ δὲ Ἠσαῦ ζήσειν ἐν τόξῳ φησὶν αὐτοῦ καὶ μαχαίρᾳ, ὑπὸ δὲ τῷ ἀδελφῷ αὐτοῦ τελεῖν καὶ δουλεύειν αὐτῷ προαγορεύει. Ταύτῃ τοι τὸν Ἠσαῦ πεπονημένον, καὶ τῷ Ἰακὼβ ἀντικοτοῦντα, καὶ καιρὸν ἐπιτηροῦντα τοῦ ἀνελεῖν αὐτὸν, εἰς Μεσοποταμίαν τὸν νεώτερον ἡ Ῥεβέκκα πέμπει παῖδα τοῖς συγγενέσιν αὐτῆς μιχθησόμενον, καὶ τῶν θυγατέρων αὐτῶν εἰς γάμον ληψόμενον.
is said to have cried out that the voice indeed was Jacob's, but the hands were the hands of Esau. When Jacob, then, had been confirmed with many paternal blessings, Rebecca swiftly sends him out from the old man's presence. When Esau immediately arrived from the hunt and approached his father, and learned from his father that Jacob had come craftily and taken away the blessings, Isaac, pitying Esau as he groaned heavily and wept aloud, increases the blessings for the younger Jacob, while to Esau he says that he will live by his bow and sword, and foretells that he will be subject to his brother and serve him. Therefore, because Esau was distressed and bore a grudge against Jacob and was watching for an opportunity to slay him, Rebecca sends the younger son to Mesopotamia to join her kinsmen and to take one of their daughters in marriage.
496 Καὶ Σολομῶν τὰ πρῶτα σοφὸς, μετέπειτα κάκιστος,
496 And Solomon, wise at first, afterwards most wicked,
497 Ἡνίκα θηλυτέρῃσιν ἐφωμάρτησεν ἀλιτραῖς.
497 When he followed after sinful women.
Εἴρηται ἡμῖν περὶ τοῦ Σολομῶντος ἤδη, καὶ τῆς θεόθεν αὐτῷ παρασχεθείσης σοφίας τὸ αἴτιον· ἀλλ' ὅπως σοφώτατος ὢν ἐξηπάτηται, χρεὼν εἰπεῖν, ταύτης ἐπιμνησθέντος τῆς ἱστορίας τοῦ Θεηγόρου. Σολομῶν τοίνυν ὁ σοφώτατος τῆς Δαβὶδ τοῦ πατρὸς αὐτοῦ βασιλείας ἐπειλημμένος, σοφῶς τε διεξάγων τὰ κατὰ τὸν Ἰσραὴλ, καὶ τῶν προβεβασιλευκότων σοφίᾳ, πλούτῳ καὶ δόξῃ προκεκριμένος, γυναικείαις οἰστρηλατούμενος ἡδοναῖς, τοῦ ὄντος λήθην λαμβάνει Θεοῦ. Τὸ μὲν γὰρ πονηρὸν γενέσθαι τοῦτον, τῇ θεοπνεύστῳ Γραφῇ σεσημείωται αἰνιγματωδῶς, πλέον δὲ καὶ τὸ μὴ τοῖς εὐσεβέσι συναριθμεῖσθαι, τοῦθ' ὑποφαίνει· τινὸς χάριν δὲ οἶμαι τοὺς θεοκινήτους οἰκονομίας μὴ τηλαυγῶς ἐκείνου κατηγορεῖν, τῷ
We have already spoken about Solomon and the cause of the wisdom granted to him from God; yet how, being most wise, he was deceived, it is necessary to tell, since the God-speaking [Gregory] has recalled this story. Solomon, then, the wisest of men, having taken hold of the kingdom of his father David, and wisely administering the affairs of Israel, and excelling those who had reigned before him in wisdom, wealth, and glory, goaded by pleasures with women, falls into forgetfulness of the true God. For that he became wicked is indicated obscurely in divinely inspired Scripture, and still more does his not being numbered among the pious reveal this; and for a certain reason of economy, I think, the God-moved [writers] do not accuse him openly, because
PG 38:386Read from the pageπρὸς τοὺς σοφοὺς φίλτρῳ φυσικῷ ὑπηγμένων τῶν ἀνθρώπων· οὐ γὰρ μόνον φιλοῦσι τοὺς σοφοὺς ἄνθρωποι κατορθοῦντας, ἀλλ' ἔστιν ὅτε συμπάσχουσι καὶ προσπταίουσι. Τοῦτον λόγος ἔχει τὸν Σολομῶντα πολλὰς γήμαντα γυναῖκας, καὶ τὴν Φαραὼ θυγατέρα πασῶν ὑπομάζιον ἐνηγκαλισμένον, τῶν ἄλλων αὐτῷ προκεκριμένην, ὑπ' αὐτῆς τῷ πρὸς αὐτὴν ἀπατηθῆναι φίλτρῳ, καὶ τοῖς ἐκείνης θεοῖς ἱερὰ τελέσαι, προφανῶς τε τοῖς ἄλσεσι θυμιᾷν καὶ τοῖς ὑψηλοῖς. Τούτου Σολομῶντος παροιμιῶν πλήρεις εἰσὶν ἔνθεοι βίβλοι, δι' ὧν συμβουλεύει γυναικῶν πολυτρόπως ἀπέχεσθαι, προφανότατα κράζων· Οἶνος καὶ γυναῖκες ἀπώλεσαν σοφούς· ὃς τοιαῦτα φθεγγόμενος, τρυφῇ καὶ γυναιξὶν ἀθλίως ἁλοὺς, λήθην φεῦ λαμβάνει τοῦ σοφοδότου Θεοῦ.
men are drawn by a natural affection towards the wise; for men not only love the wise when they succeed, but sometimes also sympathize with them when they stumble. Tradition holds that this Solomon, having married many wives and embraced the daughter of Pharaoh to his breast above all, preferred by him over the others, was deceived by her through his love for her, and performed rites to her gods, and openly burned incense in the groves and on the high places. Sacred books are full of this Solomon's proverbs, through which he counsels in many ways to abstain from women, crying out most openly: Wine and women have destroyed the wise; yet he who uttered such words, wretchedly ensnared by luxury and women, alas falls into forgetfulness of God the giver of wisdom.
680 Ἄγγελος ἦν τὸ πάροιθεν ἑωσφόρος· ἀλλὰ πεσόντος
680 Lucifer was an angel beforehand; yet when he fell
681 Οὐρανίοις παρέμιμνεν ἑὸν [cod. νεὸν] κλέος.
681 Their own [cod. new] glory remained with the heavenly beings.
Ἑωσφόρος ὁ Σατανᾶς λέγεται· οὕτω γάρ φησι τὸ Πνεῦμα τὸ ἅγιον διὰ Ἡσαΐου τοῦ προφήτου· Πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; Αὐτὸς δὲ καὶ τὴν αἰτίαν ὁ προφήτης τῆς πτώσεως ἐπάγει· Σὺ δὲ εἶπας, τῷ πεσόντι λέγων, ἐν τῇ καρδίᾳ σου· Ἀναβήσομαι εἰς τὸν οὐρανὸν, ἐπάνω τῶν νεφελῶν θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· σὺ δὲ ῥιφήσῃ εἰς ᾅδου. Ταύτης δὲ δι' ἐπῶν καὶ Γρηγόριος παρακατιὼν αὐτολεξεὶ τῆς προφητείας μνήμην ποιεῖται, τὴν αἰτίαν τῆς τοῦ διαβόλου πτώσεως ἐξηγούμενος, ὅτι φῶς ἔχων καὶ δόξαν μεγάλην, τὴν βασιλικὴν τοῦ Θεοῦ δόξαν ἀφελέσθαι σκεψάμενος, ἄτιμος πέπτωκεν, ὅλος σκότος γενόμενος ἀντὶ φωτός.
Satan is called Lucifer; for thus says the Holy Spirit through Isaiah the prophet: How has Lucifer, who rose in the morning, fallen from heaven? And the prophet himself adds the cause of the fall, saying to the fallen one: But you said in your heart, I will ascend into heaven, above the clouds I will set my throne, and I will be like the Most High; yet you shall be cast down into Hades. And Gregory too, further on in verse, makes verbatim mention of this prophecy, explaining the cause of the devil's fall, that having light and great glory, having plotted to seize the royal glory of God, he fell in dishonour, becoming wholly darkness instead of light.
Ὡς δὲ μαθηταῖς
And as to the disciples
682 Οὐδὲν Ἰούδας ὄνειδος ἐπεὶ πέσεν.
682 Judas [was] no reproach once he fell.
PG 38:387Read from the pageΟὗτος Ἰούδας τῶν δώδεκα Χριστοῦ μαθητῶν εἷς ὑπάρχων, καὶ τῶν ἄλλων κατ' ἰσότητα τῶν θείων ἀπολαύων χαρισμάτων, φιλάργυρος ὢν καὶ ζηλότυπος, ἀργυρίων ἕνεκα καὶ κέρδους οἰκτροῦ, φεῦ τῆς αἰωνίου διήμαρτε ζωῆς, τὸν εὐεργέτην Χριστὸν καὶ διδάσκαλον προδοὺς τοῖς παρανόμοις Ἰουδαίοις εἰς θάνατον.
This Judas, being one of the twelve disciples of Christ and enjoying the divine gifts equally with the others, being a lover of money and envious, for the sake of silver pieces and pitiful gain, alas missed eternal life, having betrayed his benefactor and teacher Christ to the lawless Jews unto death.
ΛΟΓΟΣ Γʹ. Ὑποθῆκαι παρθένοις.
Discourse III. Precepts to Virgins.
51 Μηδὲ σύ γ' ἐκ Σοδόμων προφυγὼν καὶ τέφραν ἀλύξας
51 Nor may you, having fled from Sodom and escaped the ash
52 Τοῦδε βίου, θείου τε πυρὸς στονόεσσαν ἀπειλὴν,
52 Of this life, and the mournful threat of divine fire,
53 Εἰς Σόδομα βλέψειας, ἐπεὶ λίθος αἶψα παγήσῃ,
53 Look back to Sodom, since straightway you shall be fixed as stone,
54 Στήλη καὶ κακίης καὶ ἀργαλέου θανάτοιο·
54 A pillar both of wickedness and of grievous death;
55 Μηδ' ἐκ μὲν Σοδόμων κλέψῃς πόδας, ἐν πεδίοις δὲ
55 Nor steal your feet away from Sodom, yet in the neighbouring plains
56 Γείτοσι δηθύνειν ἆσσον πυρός· ἀλλὰ τάχιστα
56 Linger near the fire; but most swiftly
57 Σώζεσθαι πρὸς ὄρος, μή σε πυρὸς ὄμβρος ἐπιστῇ.
57 Escape to the mountain, lest a rain of fire overtake you.
Πᾶσα μὲν ἡ παροῦσα ἱστορία κεῖται ἐν τῷ πρώτῳ λόγῳ, καὶ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἐξεσμένη· ἥτις κατὰ τοὺς πονηροὺς Σοδομίτας, καὶ τὸν Λὼτ, καὶ τοὺς ἀγγέλους, καὶ τὴν παγεῖσαν εἰς στήλην γυναῖκα τοῦ Λὼτ, καὶ τὴν ἐν πεδίοις Σηγὼρ πόλιν, καὶ τὴν ἐπὶ τὸ ὄρος ἀνάβασιν ἔπειτα σημαίνει· ἀλλ' ἐνταῦθα τῇ παρθένῳ ψυχῇ διαλεγόμενος ὁ Θεολόγος ὑποθήκας παρέχει, τοῦτ' ἔστι συμβουλίαν· ὑποθήκη γάρ ἐστι τὸ παρακατατιθέμενον. Ὅπως μὴ, φησὶν οὖν τῇ ψυχῇ, βλέψῃς εἰς Σόδομα, τοῦτ' ἔστιν εἰς τὸν βίον· στήλη γὰρ ἂν κακίας γενήσῃ κατήγορον ἔχουσα ἐκτύπωσιν· μηδὲ τὸν βίον ἀποφυγοῦσα πλησίον ἵστασο τῶν βιωτικῶν, ὡς ἂν μὴ συμπαραληφθείης (τὸ γὰρ πλησιαίστερον, εὐχείρωτόν πως τῷ πυρί)· ἀλλὰ πρὸς τὸ ὄρος σώζου, φησὶ, καὶ μήκοθεν ἱδρυμένη καὶ τοῦ πυρὸς ἀνωτέρα. Χθαμαλωτέραν γὰρ
All the present history is set out in the first discourse, and polished according to the principle of anagogy; it signifies the events concerning the wicked Sodomites, and Lot, and the angels, and Lot's wife fixed into a pillar, and the city of Zoar in the plains, and afterwards the ascent to the mountain. Here, however, conversing with the virgin soul, the Theologian offers precepts, that is, counsel; for a precept is that which is entrusted as a deposit. See that you do not look, he says then to the soul, towards Sodom, that is, towards worldly life; for you would become a pillar of wickedness bearing an accusing imprint; nor, having fled worldly life, stand near to worldly things, lest you be swept away together with them (for what is nearer is somehow easily mastered by the fire); but escape to the mountain, he says, established afar off and above the fire. For one that is lower
Notes, col. 387
On the reading
Printed πλησιαίστερον, for πλησιαίτερον.
PG 38:388Read from the pageκαὶ γειτνιῶσαν, σύνολον καταναλώσει ῥᾷον· πόρρω δὲ καὶ τῆς ὕλης ἀνωτέραν, ἀμήχανον προσπελάσαι.
and neighbouring it will more easily consume altogether; whereas one far away and above matter it is impossible for it to approach.
97 Μερρᾶς πικρὸν ὕδωρ.
97 The bitter water of Marah.
Μερρὰ τόπος ἐστὶν ἐν Ἐλεὶμ, ἔνθα τὴν θάλασσαν τὴν Ἐρυθρὰν οἱ Ἰσραηλῖται περάσαντες, τῆς Αἰγυπτίων κακώσεως ἀφέντες κατέπαυσαν. Ἐνταῦθα δώδεκα πηγαὶ ὑδάτων καὶ φοινίκων ἑβδομηκονταδύο ὑπῆρχον στελέχη, ἔνθα δὴ τὸν λαὸν καταπαύσαντα καὶ δίψει ἐκλυόμενον (πικρὸν γὰρ τὸ παρακείμενον ὕδωρ), ξύλον τι τῷ Μωϋσῇ δείκνυσιν ὁ Θεὸς, οὗ ὁ λαβὼν καὶ προσρίψας τοῖς ὕδασιν, εἰς γλυκύτητα μεταποιήσας τὴν ἔμφυτον αὐτοῖς πικρίαν, ἡδὺ καὶ μάλα καλὸν τῷ διψῶντι παρέχει λαῷ. Τούτου χάριν πικρίαν τὸν τόπον ὠνόμασεν ἐκεῖνον· τὸ γὰρ Μερρὰ τῇ Ἑβραΐδι διαλέκτῳ πικρία προσαγορεύεται.
Marah is a place in Elim, where the Israelites, having crossed the Red Sea and left behind the maltreatment of the Egyptians, rested. There were twelve springs of water and seventy-two trunks of palm trees, where indeed, as the people rested and were fainting with thirst (for the nearby water was bitter), God shows a certain piece of wood to Moses, which he took and cast into the waters, transforming the bitterness inherent in them into sweetness, and provides it sweet and very good to the thirsty people. On this account he named that place bitterness; for Marah in the Hebrew tongue is called bitterness.
127 Χρύσεα χαλκείων διαμείβεαι, εἰ γανόωντος
127 You exchange gold for bronze, if for a bright
128 Ἀντὶ βίου μικρὴν καὶ ἀεικέα τέρψιν ἐδέξω.
128 Life you have accepted a small and unseemly pleasure.
Ταύτην ὁ Θεολόγος τὴν ἱστορίαν τῆς Ὁμήρου συγγραφῆς οὖσαν, μεταφορικῶς παρεισάγει τῇ ψυχῇ διαλεγόμενος. Γλαῦκος γὰρ ὁ Ἱππολόχου, καὶ Διομήδης ὁ τοῦ Τυδέως, κατὰ τὸν Τρωϊκὸν πόλεμον εἰς μέσον παρῆλθον ἀμφότεροι διαγωνιούμενοι· ὡς δὲ ἦσαν ἐγγὺς ἀλλήλοις ἐπιόντες, τὸν Διομήδην προφωνῆσαι λέγεται τῷ Γλαύκῳ, τίς ἂν εἴη πυθόμενον τοσοῦτον αὐτὸν τῇ τόλμῃ τῶν ἄλλων προπεπηδηκότα· οὐ γάρ πω, φησὶν, ἀνὰ τὴν δοξοποιὸν μάχην πρό γε τούτου ἀνδριζόμενον ἑωράκει. Γλαύκου Βελλεροφόντειον τὸ γένος καὶ θειότερον ἢ κατ' ἄνθρωπον εὐχομένου, Διομήδης ἐπιγνοὺς, προγονικὸν ἅτε κατασπάζεται φίλον· ἄμφω δὲ ἁρμάτων ἀποιχηθέντες, ἀλλήλοις τὰ τεύχη παραχωρήσαντες τὴν πρὸς ἀλλήλους ὧδε διέλυσαν μάχην· ἀλλ' ὁ μὲν ἥρως τὸν Γλαῦκον τεύχεσι χαλκείοις φιλοτιμησάμενος, χρυσέοις ἀντεφιλοτιμήθη· οἷς ἐνδεδῦσθαι τοῦτον συνέβη. Ταύτην, ὡς ἔφαμεν, μεταφορικῶς τὴν ἱστορίαν τῇ ψυχῇ Γρηγόριος ὑπο-
The Theologian introduces this story, which belongs to Homer's writing, metaphorically as he converses with the soul. For Glaucus son of Hippolochus and Diomedes son of Tydeus both came forward into the midst during the Trojan war to contend in single combat; and as they were advancing close to one another, Diomedes is said to have called out to Glaucus, asking who he might be who had leapt so far ahead of the others in daring; for not yet, he says, had he seen him playing the man in glory-bringing battle before this. When Glaucus boasted of his Bellerophontic lineage and one more divine than mortal, Diomedes recognized him and embraces him as an ancestral friend; and both, having alighted from their chariots and yielded their armour to one another, thus ended their combat with each other; yet the hero, having honoured Glaucus with bronze armour, was honoured in return with golden armour, which the latter happened to be wearing. This story, as we have said, Gregory sets before the soul metaphorically—
PG 38:389Read from the pageτίθεται· τὸ γὰρ λαμπρυνομένου τοῦ ἀντιπάλου κἂν μικράν τινα γοῦν παραδέξασθαι τέρψιν, καὶ τὸν τόνον παραχαλάσαι, χαλκεῖα χρυσίων ἐστὶν ἀντιδέχεσθαι, τουτέστι τῶν εὐτελῶν τὰ πολλῶν ἀντιπροΐεσθαι τιμιώτερα.
for when the adversary makes a glittering show, to accept even a small pleasure and to slacken one's tension is to receive bronze in exchange for gold, that is, to give up what is far more precious for cheap things.
131 Καὶ δόμον αἰγλήεντα, καὶ Ἀλκινόοιο τράπεζαν.
131 Both a gleaming house and the table of Alcinous.
Ἀλκίνοος τοῦ Φαιάκων ἔθνους βασιλεὺς ὑπάρχων, φιλότιμός τε ἦν τὰ πάντα καὶ φιλόξενος. Οὗτος πλουσίαις ἀμειβόμενος τοὺς παρατυγχάνοντας δωρεαῖς, οἴκους τε λαμπροὺς κεκτημένος, καὶ τράπεζαν τῶν πώποτε βασιλέων δαψιλεστέραν, Ὀδυσσέα πλάνῃ φερόμενον ναυηγὸν καὶ οἰκτρὸν ἀλήτην, κατὰ τὴν αὐτοῦ γενόμενον πόλιν, φιλοφρόνως ἐτίμησεν. Ὅπως δὲ καὶ τοῦτο συμβέβηκε, τῶν λόγων προϊόντων λελέξεται· τούτων γὰρ ἐν πλάτει παρακατιὼν ὁ Θεολόγος μνημονεύει.
Alcinous, being king of the nation of the Phaeacians, was both munificent in all things and hospitable. Recompensing those who chanced to come with rich gifts, and possessing splendid dwellings and a table more sumptuous than that of any kings ever, he kindly honoured Odysseus when he arrived at his city, carried by wandering as a shipwrecked and pitiable vagabond. And how this also came about will be told as our discourse proceeds; for further on the Theologian mentions these matters at length.
135 Φύλλα συκῆς μ', ὡς πρόσθεν Ἀδὰμ Εὔαν τε, καλύπτοι.
135 May fig leaves cover me, as formerly Adam and Eve.
Κεῖται ἡ παροῦσα ἱστορία ἐν τῷ βʹ λόγῳ.
The present history is set out in the second discourse.
138 Ἢ τινα πὰρ πυλεῶνα βεβλημένος ἄχθος ἀρούρης
138 Or cast beside some gateway, a burden of the earth
139 Ἀνδρὸς ὑπερφιάλοιο, πένης καὶ Λάζαρος ἄλλος.
139 Of an arrogant man, a poor man and another Lazarus.
Κεῖται ἐν τῷ πρώτῳ λόγῳ.
It is set out in the first discourse.
152 Καὶ σὺ φίλοις τεκέεσσιν Ἰωναδὰβ ἔξοχε μῆτιν.
152 And you, Jonadab, pre-eminent in counsel for your dear children.
Ἑβραῖος ἦν τὸ γένος καὶ θεοσεβὴς ὁ Ἰωναδάβ· οὗτος δὲ τοῖς τέκνοις ἐνετείλατο μὴ γῆν ἀρόσαι, μηδὲ φυτεῦσαι ἄμπελον, οἴνου δὲ καὶ τῶν πρὸς τὸ ἁβροδίαιτον ἀπέχεσθαι πάντων· ἐν σκηναῖς δὲ κατοικεῖν, καὶ Θεῷ ζῇν καὶ τούτῳ μόνῳ προσανέχειν. Ἐσσαίους δὲ τούτους ἡ Γραφὴ κατωνόμασεν.
Jonadab was a Hebrew by race and God-fearing; he commanded his children neither to plough the earth nor to plant a vineyard, and to abstain from wine and from all things conducive to luxurious living, but to dwell in tents, and to live for God and devote themselves to Him alone. Scripture has named these men Essenes.
164 Οἶδα δ' ἐγὼ καὶ λαὸν ὑποσχεσίης ἐπὶ γαῖαν
164 And I know too a people towards the land of promise
165 Ἱέμενον, τοῦ πρόσθε στύλος πυρὸς ἡγεμόνευε,
165 Pressing onward, before whom a pillar of fire led the way,
166 Καὶ νεφέλης ἕλκοντος ἀσημάντου δι' ἐρήμης.
166 And of cloud, drawing them through the pathless desert.
Notes, col. 389
On the reading
Printed πολλῶν, for πολλῷ.
PG 38:390Read from the pageΛαὸς προθυμούμενος ἐπὶ τὴν τῆς ἐπαγγελίας γῆν ὁ Ἰσραηλίτης ἐστὶν, ὃν ἐξ Αἰγύπτου ἐξαγαγὼν ὁ Θεὸς, ἐν στύλῳ πυρὸς ὡδήγησε καὶ νεφέλης ἐπὶ χρόνων τεσσαράκοντα ἔτη. Γῆ δὲ τῆς ὑποσχέσεώς ἐστιν ἡ Χαναναία· ταύτην γὰρ εἰς κατάσχεσιν τῷ Ἀβραὰμ διδόναι, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν, εἶπεν ὁ Θεός. Ταύτην ᾤκουν τὴν γῆν ἔθνη ἑπτὰ, Ἀμορραῖοι, Χαναναῖοι, Χετταῖοι, Φερεζαῖοι, Γεργεσαῖοι, Εὐαῖοι, Ἰεβουσαῖοι. Τούτους πάντας ἐξελὼν ὁ Θεὸς ἀπὸ προσώπου Ἰσραὴλ, τὴν γῆν αὐτῶν τῷ τοῦ Ἀβραὰμ κατεκληροδότησε σπέρματι, ὡς ὑπέσχετο καὶ κατένευσεν.
The people pressing eagerly towards the land of promise is the Israelite [people], whom God, having led them out of Egypt, guided in a pillar of fire and of cloud for a span of forty years. The land of promise is Canaan; for God said that He would give this [land] for a possession to Abraham, and to his seed after him. Seven nations inhabited this land: Amorites, Canaanites, Hittites, Perizzites, Girgashites, Hivites, Jebusites. Having cast out all these from before the face of Israel, God allotted their land as an inheritance to the seed of Abraham, as He had promised and ratified.
167 Ὧ πόντος ὑπόειξε καὶ οὐρανὸς εἶδαρ ἔδωκεν.
167 To whom the sea gave way and heaven gave food.
Τὴν Ἐρυθρὰν Ἰσραὴλ διατμηθεῖσαν διελθὼν θάλασσαν, κατὰ τὴν ἔρημον γεγονὼς οὐρανόθεν τροφὴν ὑποδέχεται· ἡ δὲ ἦν ὡς ἐγκρὶς μέλιτος, μάννα δὲ ταύτην ὁ Ἰσραὴλ κέκληκε. Γογγύσαντι δὲ τῷ λαῷ καὶ κρεῶν ἐφιεμένῳ, ὀρτυγομήτραν εἰς πλῆθος ὁ Θεὸς ἐξαποστέλλει· ὄρνεον δὲ τοῦτο πτερωτὸν, ἥτις πεσοῦσα πολλὴ, κόρον αὐτοῖς τῆς ἐπιθυμίας παρέσχε τοσοῦτον, ὡς εἰς χολέραν μετατραπῆναι· οἷον γάρ ἐστι πάσχειν τοὺς κοιλίας ὑποφόρους, ἀπλήστως τῆς ὀρτυγομήτρας ἐμφορηθέντες, νόσῳ περιελθόντες κακῶς τοῦ ζῆν οἱ πλείους ἀπηλλάγησαν· ὡς θανάτου τὸν λαὸν κατανεμηθέντος, ἐπιθυμίας μνήματα τὸν τόπον κατονομασθῆναι.
Having passed through the Red Sea when it was cleft asunder, Israel, coming into the wilderness, receives food from heaven; and it was like a honey-cake, and Israel called it manna. When the people murmured and longed for flesh, God sends forth quails in abundance; and this is a winged bird, which falling in great numbers afforded them such a surfeit of their craving as to turn into cholera; for, as it is wont to happen to those who are slaves to their belly, having gorged themselves insatiably on the quails, falling into sickness the greater part departed miserably from life; so that, death having consumed the people, the place was named Graves of Craving.
168 Καὶ πέτρη βλάστησεν ὕδωρ.
168 And the rock put forth water.
Τοῖς Ἰσραηλίταις κατὰ τὴν ἔρημον οὖσιν, ἀνυδρίᾳ ξηραινομένοις, ἐκ πέτρας ὕδωρ ἔβλυσεν ὁ Θεός· ἐπιστάντι γὰρ Μωϋσῇ τῷ λαῷ, καὶ τοῦτον μέλλοντι καταλεῦσαι, προσέταξεν ὁ Θεὸς τῇ ῥάβδῳ κροτῆσαι τὴν πέτραν· οὗ γενομένου ζῶν ὕδωρ ἀνεδόθη, καὶ διψῶντα κορέννυσι τὸν λαόν. Τοῦτο τῆς ἀντιλογίας ἐκλήθη τὸ ὕδωρ· ἐκεῖσε γὰρ ὁ λαὸς ἀντεῖπε Μωϋσῇ, Μωϋσῆς δὲ τῇ ῥάβδῳ τὴν πέτραν κροτήσας, Μὴ,
For the Israelites who were in the wilderness, parched by lack of water, God made water gush forth from a rock; for when the people rose up against Moses and were about to stone him, God commanded him to strike the rock with his rod; and when this was done, living water sprang forth and satisfied the thirsty people. This was called the water of contradiction; for there the people contradicted Moses, and Moses, striking the rock with his rod, Shall I not,