ἅτε καὶ ἐντρεχὴς, ἔχων φυσικὴν ἀκμαιότητα, θηρευτής τε ἦν καὶ τοξότης καὶ τὰ πάντα φιλοπόλεμος. Γεγηρακότος δὲ τοῦ πατρὸς αὐτῶν Ἰσαὰκ καὶ βαρυωποῦντος καὶ πρὸς τὸ βιωτικὸν τέλος ἀποβλέποντος, καθ' ἑαυτὸν διανοουμένου προφάσει τὸν πρεσβύτερον εὐλογῆσαι παῖδα, κεκληκότος δὲ καὶ θηρεῦσαι θήραν αὐτῷ προστεταχότος, ἧς γευσάμενος εὐλογήσειν προεθυμεῖτο τὸν ἐπὶ τὴν θήραν ἠπειγμένον τὸν Ἠσαῦ· τοῦτον ἡ μήτηρ πτερνίζει τὸν τρόπον. Τῷ νεωτέρῳ γὰρ παιδὶ φιλικῶς πως διακειμένη, τῆς ποίμνης θᾶττον ἐρίφους ἀγαγεῖν ἐπιτάσσει λίαν ὅτι καλοὺς δύο καὶ ἁπαλοὺς, τὴν εὐλογίαν αὐτῷ πανούργως ἐμπορευομένη· τὸν δὲ νέον (καὶ γὰρ εὐλαβὴς), τὸν πρεσβύτην ἀπατήσειν εὐλαβηθέντα, μήπως ἀντ' εὐλογίας κατάραν ἐπισπάσοιτο, λόγοις πολλοῖς ὅμως ὀψέ ποτε τὸν προσφιλῆ παῖδα τὸ καλῶς αὐτῇ παραστὰν διαπράξασθαι πείθει. Καὶ δὴ τῶν ἐρίφων ἀχθέντων, ταχέως ἡ Ῥεβέκκα τὰ κρέα δίσεφθα τῷ παιδὶ προσκομίσειν ἐπὶ κανοῦ τῷ πατρὶ διατάσσεται. Ἀλλ' ἔτι τὸν Ἰακὼβ τοῖς λογισμοῖς ἀγωνιῶντα, καὶ τῶν κατὰ φύσιν αὐτοῖς τὰς αἰτίας προβαλλόμενον, ὡς αὐτὸς μὲν λεῖός ἐστιν, Ἠσαῦ δὲ δασὺς, καὶ μήποτε τὸν πατέρα ψηλαφήσαντα καὶ τὸ δρᾶμα μεμαθηκότα, κατάραν ὡς πατρὸς καταφρονήσαντα ἐπαγάγῃ δεδοικότα, τῶν ἐρίφων ἡ μήτηρ τὰς δορὰς ἀμφιεμένη τῶν βραχιόνων τοῖς γυμνοῖς τοῦ παιδὸς καὶ τοῦ τραχήλου, τήν τε στολὴν Ἠσαῦ τὴν καλὴν ἐνδύσασα, τῷ πατρὶ παρίστησι τῆς αὐτοῦ θήρας μετασχόμενον· ἐκπλαγέντα δὲ καὶ τὸ τάχος ἀγάμενον τὸν πρεσβύτην, ἡδέως τε τῆς βρώσεως ὅμως ἐμφορηθέντα, προσαγαγεῖν αὐτῷ τὸν παῖδα φήσαντα, καὶ φιλήσαντα καὶ τῆς τῶν ἱματίων ὀσμῆς ἀντιλαβόμενον, τίς τε εἴη πυνθανόμενον, καὶ ὅτι Ἠσαῦ ὁ παρεστώς ἐστιν ἀπατώμενον, ἔτι τε θαυμάζοντα καὶ τοὺς βραχίονας διερευνώμενον, ἐκπλήξεως γέμοντα τὸν πρεσβύτην
as well as crafty, possessing natural vigour, was a hunter and an archer and in all things fond of war. When their father Isaac had grown old and dim-sighted and was looking towards the end of life, considering within himself to bless the elder son on a suitable occasion, and having called him and commanded him to hunt game for him, of which having tasted he was eager to bless Esau who had hastened to the hunt, the mother supplants him in this manner. For being affectionately disposed towards the younger son, she orders him to bring quickly from the flock two very fine and tender kids, shrewdly procuring the blessing for him; and though the young man (for he was pious) was cautious about deceiving the old man, lest instead of a blessing he should draw upon himself a curse, with many words nevertheless she at length persuades her beloved son to carry out what seemed good to her. And indeed, when the kids were brought, Rebecca swiftly arranges for the son to present the well-cooked meat on a dish to his father. Yet while Jacob was still anxious in his thoughts and putting forward the reasons from their natural difference, that he himself is smooth while Esau is hairy, and fearing lest his father, having felt him and learned the scheme, should bring a curse upon him as one who despised his father, the mother, wrapping the skins of the kids around the bare parts of the son's arms and neck and clothing him in Esau's fine garment, presents him to his father as though he were partaking of his game. And the old man, astonished and admiring the speed, yet having eaten his fill of the food with pleasure, having told the son to draw near to him, and kissed him and perceived the scent of his garments, inquiring who he was and being deceived that it is Esau standing beside him, still marvelling and feeling his arms, the old man, filled with astonishment,