χὼν, καὶ θείων ἐννοιῶν ὑπάρχων ἐργάτης, τρέφων τε νοήμασιν ἁπλοῖς τὴν ψυχὴν, καὶ βοηθὸν κεκτημένος τὴν ἐκ πλευρᾶς αὐτοῦ ληφθεῖσαν γυναῖκα, παράδεισον ᾤκησεν ὑπὸ Θεοῦ πεφυτευμένον· ἐντολῆς δὲ πρὸς Θεοῦ δοθείσης αὐτῷ, πάντων τῶν ἐν παραδείσῳ φυτῶν ἀφθόνως ἀπολαύειν, ἑνὸς δὲ μόνου ξύλου ἀπέχεσθαι τελεωτέρας τροφῆς, ἀγώνισμα τοῦτο θεμένου τοῦ Θεοῦ, δι' οὗ τὸν ἀντίπαλον νικήσειε δαίμονα, τῆς βρώσεως ἡττηθεὶς ἐξόριστος γίνεται τῆς τρυφῆς· ὄφει γὰρ ὁ Σατανᾶς ὀργάνῳ χρησάμενος, εἰσδὺς ἀνθρωπίνως τῷ Ἀδὰμ, τῇ δὲ γυναικὶ συμβουλεύσας τε καὶ τοῦ καρποῦ μετασχεῖν ἐξαπατήσας, καὶ διὰ τῆς γυναικὸς τὸν πρωτόπλαστον ἀνατρέψας, γυμνοὺς καταλιπὼν ᾤχετο· φύλλα δὲ συκῆς περιθέμενοι, καὶ τῆς φωνῆς ἀκούειν τοῦ Θεοῦ μηκέτι φέροντες, εἰσέδυσαν οἱ προπάτορες ἐπὶ τὸ ἄλσος· ἀλλ' ὅτε κληθέντες Θεῷ παραστῆναι, διὰ τὴν γύμνωσιν οὐχ οἷοί τε καθεστήκασι, τοῦ μὲν Ἀδὰμ αἰτιωμένου τὴν γυναῖκα, τῆς δὲ τὸν ὄφιν ἀνταιτιωμένης, ἀπόφασιν τῷ μὲν ὄφει τὴν γῆν ἐσθίειν, τῷ στήθει δὲ καὶ τῇ κοιλίᾳ χαμαὶ φέρεσθαι δίδωσιν ὁ Θεὸς, ὑπὸ κατάραν θέμενος διὰ παντὸς, ἐχθρεύειν τε τῷ τῆς γυναικὸς σπέρματι καὶ πτέρναν αὐτοῦ ἐπιτηρεῖν, ὑπὸ δὲ τούτῳ κεφαλὴν διαθλᾶσθαι· τῇ δὲ γυναικὶ ὠδίνειν καὶ πονεῖν ἐν τῷ τεκεῖν, καὶ πρὸς τὸν ἄνδρα ἐπιστρέφειν, ὑπ' αὐτοῦ τε ἄρχεσθαι καὶ κατακυριεύεσθαι· τῷ δὲ Ἀδὰμ ἱδροῦν καὶ βιοῦν καὶ μόχθῳ τὸν ἄρτον ἐσθίειν, τῆς γῆς ἀκάνθας αὐτῷ καὶ τριβόλους ἀναβαλλούσης, φθείρεσθαί τε καὶ πρὸς τὴν μητέρα γῆν ἐπιστρέφειν, καὶ χοῦν ἄνωθεν οἷος ἦν πρὸ τοῦ γενέσθαι τῆς ψυχῆς αὐτῷ διαζευχθείσης ὑπάρξαι· χιτῶσι δὲ τὴν αὐτῶν γύμνωσιν δερματίνοις καλύψας ὁ Θεὸς, τοῦ τῆς τρυφῆς ἀτίμως ἀποπέμπεται κτήματος· τάξας δὲ χερουβὶμ καὶ φλογίνην ῥομφαίαν φυλακὴν τῷ παραδείσῳ, τὸ
and being a worker of divine conceptions, nourishing his soul with simple thoughts, and possessing as a helper the woman taken from his rib, dwelt in paradise planted by God. And when a commandment was given to him by God to enjoy ungrudgingly all the plants in paradise, but to abstain from one tree alone of more perfect food—God having set this contest through which he might conquer the adversary demon—being worsted by the eating he becomes an exile from delight. For Satan, using the serpent as an instrument, having crept in after the manner of men to Adam, and having counselled the woman and deceived her into partaking of the fruit, and through the woman having overthrown the first-formed man, left them naked and departed. And having put fig-leaves around themselves, and no longer bearing to hear the voice of God, the forefathers slipped into the grove; but when called to stand before God, they were unable because of their nakedness. While Adam blamed the woman and she in turn blamed the serpent, God pronounces sentence upon the serpent to eat earth and to go along the ground upon its breast and belly, placing it under a curse for ever, and to be at enmity with the seed of the woman and watch for its heel, while having its head crushed by it; and upon the woman to travail and suffer pain in childbearing, and to turn towards her husband and be ruled and mastered by him; and upon Adam to sweat and live and eat his bread with toil, the earth casting up thorns and thistles for him, and to decay and return to mother earth, and when his soul is separated from him to become dust again as he was before he came into being. And God, having covered their nakedness with tunics of skin, dismisses them in dishonour from the possession of delight; and having stationed cherubim and a flaming sword as a guard for paradise,