Τρισσὴν γὰρ ἐντεῦθεν ὠφέλειαν ὁ Γρηγορίου ταῖς βίβλοις ἐντυγχάνων καρποῦται· πρῶτον τὴν πεῖραν τῶν λέξεων καὶ τῆς καλλιεπείας τὴν μοῦσαν· δεύτερον τὸ μετὰ τῆς καλλιεπείας ταῖς θείαις καὶ οὐρανίαις ἐννοίαις οὐρανοπορεῖν συγγινόμενον, καὶ πάντα τοῖς νοεροῖς ὄμμασι βλέπειν, ὅσα καθ' ὑπερουρανίου στερεώματος μέχρις αὐτῆς (εὐμενὴς γενοῦ μοι, Χριστὲ) τῆς πρώτης ὑφ' ἑαυτῆς καὶ μόνης γνωριζομένης ἀκτῖνος, τῆς τρισσοφανοῦς ἐν μιᾷ φωτὸς μαρμαρυγῇ συνερχομένης θεότητος, λέγω δὴ καὶ τῶν μετ' ἐκείνην καὶ παρ' ἐκείνης τὰ δεύτερα τῆς φωταυγείας κεκληρωμένων, οὐρανοῦ τε μὴν αὐτοῦ καὶ τῶν ἐν αὐτῷ θεουργικῶς ἱδρυμένων· γῆς τε καὶ θαλάσσης, καὶ τῶν ἐν αὐτοῖς ζώων τε καὶ καθύγρων, ἐναλίων, χερσαίων, ἀμφιβίων, ἀερίων, μέχρις αὐτῶν ὑποχθονίων, καὶ τῶν ἔτι· τρίτον δὲ τὸ ταῖς ἱστορίαις ἐντυγχάνειν, καὶ τῇ προγραφῇ τῶν στίχων ὀξύτητι νοὸς πρὸς πᾶσαν ἀνατρέχειν τὴν κατασκευὴν, καὶ τῇ τῶν ἱστοριῶν ποικιλίᾳ τέρπεσθαι κατὰ ψυχὴν ἡδόμενον, καὶ πεῖραν συναθροίζειν, καὶ πρὸς τὸ λέγειν γυμνάζεσθαι, πάντων τε τῶν ἀπ' αἰῶνος θαυμαζομένων πειραθῆναι, καὶ τῆς τοῦ Θεοῦ περὶ πάντα προνοίας τε καὶ διεξαγωγῆς, καὶ τῆς εἰς ἡμᾶς ἀνεκφράστου φιλανθρωπίας τὸ μέγεθος ἐπιγνῶναι· δι' ὧν ἁπάντων ἐπιτυχεῖν δύναιτ' ἂν τοῦ Θεοῦ· φῶς γὰρ ὁ Θεὸς, ἐν δὲ τῷ φωτὶ τῆς γνώσεως ὄψεταί τις φῶς· ταῦτα μὲν τοῖς φιλογρηγορίοις, οὓς καὶ φιλοθέους ὁ τῆς ἀληθείας σαφῶς ἐξεπίσταται λόγος· αὖθις δὲ πρὸς ἄλλο βλέψομεν πόνημα ταῖς Γρηγορίου πρεσβείαις τεθαῤῥηκότες· ἔστι δὲ τὸ συναγαγεῖν ἐς ταυτὸν ἅσπερ αὐτὸς μέμνηται φυσιολογίας· εἶθ' ἑξῆς ὅσα περὶ διχρόνων καὶ τέχνης καὶ ποιότητος στοιχείων συμφώνων, καὶ διαιρέσεως φωνηέντων, καὶ ἄλλων ὀνομάτων διαφόρου σημασίας, ἐπιχωρίων τε λέξεων Ἀττικῶν, καὶ ἐπιτετηδευμένων, καὶ τῶν ἐξ
For he who reads the books of Gregory reaps from thence a threefold benefit: first, experience of words and the muse of fine diction; second, together with fine diction, to journey through heaven in converse with divine and heavenly conceptions, and to behold with the eyes of the mind all things that are across the supercelestial firmament, as far as that very (be gracious to me, O Christ) first ray known by itself and alone, the three-shining Godhead converging in one flash of light, and I mean also those things which after it and from it have inherited the secondary degrees of radiance, both heaven itself and the things divinely established in it; and earth and sea, and the living creatures in them, both watery, marine, terrestrial, amphibious, and aerial, even down to the subterranean ones, and those beyond; and third, to read the histories, and by the prefacing of the verses to run back with keenness of mind to the whole structure, and to take delight with inward pleasure in the variety of the histories, and to gather experience, and to exercise oneself in speaking, and to gain acquaintance with all things marvelled at from of old, and to recognize the greatness of God's providence and governance over all things and of His ineffable love for mankind towards us; through all of which one might attain unto God; for God is light, and in the light of knowledge one shall see light. These things, then, for the lovers of Gregory, whom the word of truth clearly knows to be lovers of God as well. And again we shall look towards another labour, emboldened by the intercessions of Gregory; that is, to gather together into one the natural-philosophical observations which he himself mentions, and then next whatever concerns common-quantity vowels and grammar and the quality of consonant letters, and the division of vowels, and other nouns of different signification, and local Attic words, and cultivated expressions, and those from