Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄϋπνοι, Καὶ νηοῖο πέδον δάκρυσι δευόμενον, Σοὶ, Νόννα ζαθέη, τοίην βιότοιο τελευτὴν Ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου.
Prayers and dear groanings and sleepless nights, and the temple floor drenched with tears, granted to you, divine Nonna, such an end of life: to receive the decree of death in the temple.
Ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης, Σῶμα δ' ἄρ' ἐκ νηοῦ μάρτυσι παρθέμεθα. Μάρτυρες ἀλλ' ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον Σάρκα, καὶ ὑμετέροις αἵμασιν ἑσπομένην· Αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος Δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα. Οὐ μόσχων θυσίην σκιοειδέα, οὐδὲ χιμάῤῥων, Οὐδὲ πρωτοτόκων· Νόνν' ἀνέθηκε Θεῷ·
The winged soul of Nonna went to heaven, and her body we committed from the temple to the martyrs. Come, martyrs, receive a great offering, her much-tried flesh, which followed in the track of your blood—yes, your blood, since by long labours she quelled the great might of the destroyer of souls. Not a shadowy sacrifice of calves, nor of kids, nor of firstborn offerings did Nonna dedicate to God;