Νόννα δ' οὐ κρατῆρας ἐσήλατο· καὶ δὲ τραπέζῃ Τῇδέ ποτ' εὐχομένη, καθαρὸν θύος, ἔνθεν ἀέρθη, Καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι Σουσάννῃ, Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν.
But Nonna did not leap into craters; rather, praying once at this table, a pure offering, she was lifted up from hence, and now she is pre-eminent among pious women—Susanna, Mary, and the Annas—a bulwark of women.
Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, λήξατε μύθων, Καὶ σύ γ' Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε· Ὑμεῖς μὲν θνητοὶ, καὶ οὐ μάκαρες παθέεσσιν. Θυμῷ δ' ἄῤῥενι Νόννα βίου τμήξασα κέλευθον, Χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, Ἥλατ' ἐπουρανίην εἰς ἄντυγα, ὡς ποθέεσκεν, Τρὶς μάκαρ ἐν νηῷ σῶμ' ἀποδυσσαμένη.
Heracles, Empedotimus, Trophonius, cease from your fables, and you too, untrustworthy pride of vainglorious Aristaeus; you indeed are mortal, and not blessed because of your passions. But Nonna, having cut her path of life with a manly spirit, a Christ-bearer, a servant of the cross, despising the world, leapt up to the heavenly rim as she longed to do, thrice blessed, having put off her body in the temple.