Χριστὸν ὅλον φορέεσκον ἐνὶ φρεσὶν, οἶος ἀπ' ἄλλων Ναιετάων, οἴῳ τε Θεῷ νόον ἁγνὸν ἀείρων· Μέσφ' ὅτε καὶ κούφῃσι σὺν ἐλπίσι τέκμαρ ἔπεσπον. Ὤφελον· ἀλλὰ πόθος με φίλων κατέρυκε τοκήων, Ἕλκων, οἷα τάλαντον ἐπὶ χθόνα· οὔτι πόθος γε Τόσσον, ὅσον μυελόν τε καὶ ἔγκατα πάντα δαΐζων Οἶκτος, ὅτις παθέων ἀγανώτατός ἐστιν ἁπάντων, Οἶκτος μὲν πολιῆς θεοειδέος, οἶκτος ἀνίης, Οἶκτος ἀπαιδίης, οἶκτος δέ τε καὶ περὶ παιδὸς, ᾯ ῥα περιτρομέουσι, γλυκὺν πόνον αἰὲν ἔχοντες, Ὀφθαλμὸν βιότοιο, καὶ ἄλγεσιν ἀσχαλόωντα. ᾯ βίβλοι τοπάροιθε μέλον, τ⟨…⟩ς Πνεῦμ' ἐχάραξεν Εὐαγέων γλώσσῃσι, καὶ ἔνδοθι γράμματος ἐσθλοῦ
I would have borne Christ whole within my breast, dwelling alone apart from others, and lifting a pure mind unto God alone, until with light hopes I met my end. Would that it had been so; yet longing for my dear parents held me back, drawing me like a weight towards the earth—not longing so much as pity, rending marrow and all my inward parts, which is the gentlest of all affections: pity for godlike hoary age, pity for grief, pity for childlessness, and pity too concerning a child around whom they tremble exceedingly, ever holding him as a sweet care, the eye of their life, even when distressed by sorrows; whose care formerly was books, which the Spirit engraved upon the tongues of the holy, and within the noble letter