Μὴ σύ γε, μὴ κείνῃσιν ὁμόπλοος, ὦ τέκος, εἴης, Μὴ σύ γε συμφράδμων, μηδὲ συνωροφίη· Ἄλλῃσιν τὰ περισσά· σὺ δ' ἅζεο χείλεσιν ἀνδρῶν Καὶ κληϊζομένη. Τοῦτο γυναιξὶ κλέος. Εἰ μέν σοί γε βίος πανελεύθερος ἔπλετο δεσμῶν, Χριστῷ ζῶε μόνῳ, πάντ' ἀποσεισαμένη, Παρθένος αἰγλήεσσα, περίφρων, ἀγλαόμητις, Νυμφίον ἧς κραδίης ἁγνὸν ἔχουσα Λόγον. Εἰ δέ σέ γε πλευρῆς εἷλεν πόθος, ἧς ἐκεάσθης, Μούνην γε πλευρὴν ἀμφιέπειν φιλίην, Ἐσθλὸν φίλτρον ἔχουσα, ἐλεύθερον ἀντὶ κακοῖο· Τοῖς δ' ἄλλοις πάθεσιν, μηδ' ὄναρ ἀντιάᾳν. Καὶ σὺ Θεοῦ μεγάλοιο παραστάτι, οὐδὲ σὺ λήθεις, Ἤν ποτε τῷ χθαμαλῷ θῆλύ τι συγκεράσῃς. Ἔστι καὶ ἐν ῥυπόωσί ποθ' εἵμασι θρύψις ἄσεμνος,
May you not sail in the same ship with those women, O child, may you not share their counsels nor dwell under the same roof; leave superfluities to others, while you shrink with awe even from being named on the lips of men. This is glory for women. If indeed your life is wholly free of bonds, live for Christ alone, having shaken off all things, a radiant virgin, prudent, bright in counsel, having the pure Word as Bridegroom of your heart. But if desire has seized you for the rib from which you were cloven, tend at least that one dear rib alone, holding a noble love-charm, a free one instead of a base; and with other passions meet not even in a dream. And you who stand beside the great God, neither do you escape His notice, if ever with your lowly garb you mingle aught womanish. There is at times even in squalid garments an unseemly daintiness,