Οὐ χρυσὸς λιθάκεσσι διάπλοκος ὄμματα βάλλων Αὐγαῖς ἠερίαις, τίμιος εὐγενέταις· Δειροπέδη στήθεσσι περίτροχος, οὖας ἀτίζων Ἄχθεϊ μαργαρέῳ ἀμφιπερικραδάων· Οὐδ' ὅσος ἀμφὶ κάρηνον ὑπέρτατος, οὐ πολύχρυσος Ἐσθὴς, λεπταλέων δαίδαλα ἔργα μίτων, Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Οὐδὲ παρειάων φάρμακα λευγαλέα, Κόσμος θηλυτέραις· οὐ χείλεα πορφυρόεντα, Οὐ γραπτῶν βλεφάρων ὀφρὺν ὕπερθε φέρειν Κυανέην, διεράς τε κόρας ἔντοσθεν ἑλίσσειν, Οὐκ ὀπὶ θρυπτομένῃ εὐμενὲς οὖας ἄγειν, Οὐδὲ χέρας τε πόδας τε φίλῳ καὶ ἡδέϊ δεσμῷ
Not gold interwoven with gems, striking the eyes with airy gleams, is precious to the noble-born; not a collar circling the breast, dishonouring the ear as it quivers round about with a pearly weight; nor all that sits highest around the head, not golden-rich attire, cunning works of delicate threads, purple, golden, translucent, glossy, nor baneful paints for the cheeks, are an ornament to women; not empurpled lips, not bearing a dark brow above painted eyelids and rolling liquid pupils within, not drawing a kindly ear with a mincing voice, nor on hands and feet with a dear and pleasant bond