Ἅπαντα συῤῥεῖν, καὶ ποθεῖν μετάστασιν Δεσμῶν λυθέντα καὶ νόμων γαμηλίων, Ἐξ οὗ με Χριστὸς, παρθένου μητρὸς τόκος Φανεὶς, νόμοις καινοῖσι ποιεῖ παρθένον. Ἐπεὶ γὰρ ἦλθον εἰς βίον καὶ δέσμιος, Ῥύσει τὰ ῥευστὰ καὶ φθορᾷ τὰ τῆς φθορᾶς Γνῶναι βιασθεὶς, ὡς μάθω τὰ κρείσσονα Ἐκ τῶν ὁρωμένων τε καὶ πλανωμένων· Χαίρων ἐπανάγων πρὸς Θεὸν τὴν εἰκόνα, Ἐλευθέρῳ τε καὶ ἀσυνδέτῳ βίῳ, Μηδὲν λελοιπὼς τῆς ἐμῆς ἴχνος δορᾶς, Ἀσκόν τιν' ἄλλον ἐν βίῳ φυσώμενον. Ὅλος θ' ὅλῳ τε τῷ Θεῷ κινούμενος, Πολλῶν μετ' ἄλλων γνησίων συνεμπόρων
all things stream together, and long for removal, loosed from bonds and marriage laws, ever since Christ, appearing as offspring of a virgin mother, makes me a virgin by new laws. For since I came into life even as one bound, compelled by flux to know the things of flux and by corruption the things of corruption, so that I might learn the better things from the things both seen and wandering, rejoicing I lead back the image towards God by a free and unbound life, having left behind no trace of my hide as some other wineskin puffed up in life, and wholly moved with the whole God, along with many other true fellow-travellers